- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:21.1-21.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节给出了“虚荣”的定义,列举了爱慕虚荣者争坐上位、役使异邦仆从、张扬祭牛与宠物墓碑、借宣告祭祀吉兆而大肆显摆等一系列行径。
ἡ δὲ μικροφιλοτιμία δόξει εἶναι ὄρεξις τιμῆς ἀνελεύθερος, ὁ δὲ μικροφιλότιμος τοιοῦτός τις, οἷος σπουδάσαι ἐπὶ δεῖπνον κληθεὶς παρʼ αὐτὸν τὸν καλέσαντα κατακείμενος δειπνῆσαι.
虚荣(爱慕虚荣)看来是一种对名誉的卑劣欲求,而爱慕虚荣的人则是这样一种人:应邀赴宴时,总极力争取紧挨着主人就座用餐。
καὶ τὸν υἱὸν ἀποκεῖραι ἀγαγὼν εἰς Δελφούς.
带着儿子去德尔斐行剪发礼。
καὶ ἐπιμεληθῆναι δέ, ὅπως αὑτῷ ὁ ἀκόλουθος Αἰθίοψ ἔσται.
刻意安排让自己的随从是一个埃塞俄比亚人。
καὶ ἀποδιδοὺς μνᾶν ἀργυρίου καινὸν ποιῆσαι ἀποδοῦναι.1
偿还一明那银子时,必定特意换来崭新的银币归还。
καὶ κολοιῷ δὲ ἔνδον τρεφομένῳ δεινὸς κλιμάκιον πρίασθαι καὶ ἀσπίδιον χαλκοῦν ποιῆσαι, ὃ ἔχων ἐπὶ τοῦ κλιμακίου ὁ κολοιὸς πηδήσεται.
在家里养寒鸦时,善于特意给它买一架小梯子,做一面小铜盾,好让寒鸦持盾在梯子上跳跃嬉戏。
καὶ βοῦν θύσας τὸ προμετωπίδιον ἀπαντικρὺ τῆς εἰσόδου προσπατταλῶσαι, στέμμασι μεγάλοις περιδήσας, ὅπως οἱ εἰσιόντες ἴδωσιν, ὅτι βοῦν ἔθυσε.
宰杀公牛献祭后,将牛头骨裹以巨大的花环,钉在大门正对面,好让每一个进门的人都能看见他献祭了公牛。
καὶ πομπεύσας μετὰ τῶν ἱππέων τὰ μὲν ἄλλα πάντα δοῦναι τῷ παιδὶ ἀπενεγκεῖν οἴκαδε, ἀναβαλόμενος δὲ θοἰμάτιον ἐν τοῖς μύωψι2 κατὰ τὴν ἀγορὰν περιπατεῖν.
随骑兵队伍列队巡游之后,将所有其他装备交给僮仆带回家去,自己却披着外衣、穿着马刺在市场上招摇走动。
καὶ κυναρίου δὲ Μελιταίου τελευτήσαντος αὐτῷ μνῆμα ποιῆσαι καὶ στηλίδιον ποιήσας ἐπιγράψαι κλάδος Μελιταῖος.
马耳他小宠物犬死后,为它修建坟墓,立起小石碑,题刻上: “马耳他的细枝(克拉多斯)。”
καὶ ἀναθεὶς δακτύλιον χαλκοῦν ἐν τῷ Ἀσκληπιείῳ τοῦτον ἐκτρίβειν στεφανοῦν ἀλείφειν ὁσημέραι.
在阿斯克勒庇俄斯神庙供奉了一枚铜戒指后,每日必去擦拭、佩花环、涂抹香油。
ἀμέλει δὲ καὶ συνδιοικήσασθαι παρὰ τῶν πρυτάνεων,3 ὅπως ἀπαγγείλῃ τῷ δήμῳ τὰ ἱερά, καὶ παρεσκευασμένος λαμπρὸν ἱμάτιον καὶ ἐστεφανωμένος παρελθὼν εἰπεῖν· ὦ ἄνδρες Ἀθηναῖοι, ἐθύομεν οἱ πρυτάνεις [τὰ ἱερὰ] τῇ Μητρὶ τῶν θεῶν τὰ Γαλάξια, καὶ τὰ ἱερὰ καλά, καὶ ὑμεῖς δέχεσθε τὰ ἀγαθά. καὶ ταῦτα ἀπαγγείλας ἀπιὼν διηγήσασθαι οἴκαδε τῇ αὑτοῦ γυναικί, ὡς καθʼ ὑπερβολὴν εὐημέρει.
甚至向执政官们托人情打通关节,以便由自己向民众宣布献祭占卜的结果;他穿戴华丽的长袍,头戴花环,走上前去宣称: “雅典人啊,我们执政官已向众神之母献祭了乳糜节祭品,祭兆吉祥;请大家接纳福祉!” 宣告完毕后,他径直回家向妻子吹嘘,夸耀自己这一天是如何大放异彩、风光无限。
- 21.5καινὸν ποιῆσαι ἀποδοῦναι
ποιῆσαι 与不定词 ἀποδοῦναι 连用,构成表设法、特意做某事的句型(类似于 facere ut)。καινόν 指代上文的 ἀργύριον(崭新的银币),描摹出其为了显摆而特意张罗新铸钱币归还的虚荣心理。
- 21.8ἐν τοῖς μύωψι
前置词 ἐν 搭配复数与格 τοῖς μύωψι(马刺),属于表示穿着、佩戴装备的用法(“穿着马刺”)。虽然其余骑兵行装都让仆人带回家,却单单留着马刺穿在脚上,借以在市场上向众人显摆自己的骑兵阶级身份。
- 21.11συνδιοικήσασθαι παρὰ τῶν πρυτάνεων
中动态不定词 συνδιοικήσασθαι 表示通过交涉、斡旋为自己安排某事,前置词短语 παρὰ τῶν πρυτάνεων 表示交涉的对象(“向执政官们托人情/私下协商”)。他通过私下打通关节,争得在公民大会上向众人宣布祭祀吉兆这一出风头的荣誉差事。
