- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:20.1-20.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰奥弗拉斯托斯将“令人厌烦(不识趣)”界定为不具实质危害却惹人反感的社交往来,并列举了阻拦启航之人、用餐时大谈排泄物、在客人面前炫耀帮闲与召引艺妓等不顾他人感受的拙劣行径。
ἔστιν ἡ ἀηδία, ὡς ὅρῳ λαβεῖν,1 ἔντευξις λύπης ποιητικὴ ἄνευ βλάβης, ὁ δὲ ἀηδὴς τοιοῦτός τις, οἷος ἐγείρειν ἄρτι καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ.
令人厌烦(不识趣)就定义而言,是一种虽不造成实质损害、却招人反感的社交应酬;而不识趣的人则是这样一种人:在别人刚睡下时擅自闯入叫醒对方,为的是找人聊天。
καὶ ἀνάγεσθαι δὴ μέλλοντας κωλύειν.
阻拦正要扬帆出海的人。
καὶ προσελθὼν δεῖσθαι ἐπισχεῖν, ἕως ἂν περιπατήσῃ.
凑上前去恳求众人稍等片刻,直到他散完步为止。
καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος, μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ πανουργιῶν τοῦ πάππου καλῶν.
从乳母怀中夺过婴儿,自己把食物嚼碎后喂食,咂嘴弄舌地逗弄它,唤它作“爷爷的小滑头”。
καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα2 εἴη ἡ χολή.
一边吃饭,一边大肆宣讲自己喝了藜芦后如何上吐下泻,甚至声称排泄物里的胆汁比眼前端上来的肉汤还要黑。
καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων· Εἴπʼ ὦ μάμμη, ὅτʼ ὤδινες καὶ ἔτικτές με, τίς ἡμέρα;
善于在家人亲属面前发问: “说吧,妈妈,当年你忍受产痛生我的时候,究竟是哪一天?”
καὶ ὑπὲρ αὐτῆς δὲ λέγειν ὡς ἡδύ ἐστι, καὶ ἀμφότερα δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν.3
接着代她回答说那是何等甜美,而且要找一个两者(苦乐)皆无的人并非易事。
καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρʼ αὑτῷ λακκαῖον· καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλά [ὥστε εἶναι ψυχρόν]· καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων· καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι· μεστὴ γάρ ἐστι· καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον·4 εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι.
又夸耀说自家有冰凉的蓄水池水,菜园里有大量鲜嫩的蔬菜,厨子烹饪菜肴十分高明;自家的宅院宛如客栈,总是客满;自己的朋友们则是底穿的水瓮,因为无论对他们多么好都无法填满。
καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ, ποῖός τίς ἐστι, τῷ συνδειπνοῦντι· καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, ὁ παῖς μέτεισι5 παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπʼ αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.
宴请宾客时,向同桌的食客引荐自己的帮闲食客,展示其是怎样一号人物;把盏相劝之际宣称,已备好了取悦在场众人的节目,只要大家发话,仆童立刻就会去老鸨那里把那个女子接来,好让大家听着她吹奏笛子尽情寻欢作乐。
- 20.1ὡς ὅρῳ λαβεῖν
带 ὡς 的独立不定式结构,作插入语表示限定,意为“就定义而言”或“用定义来说”。
- 20.6ζωμοῦ τοῦ παρακειμένου ... μελαντέρα
ζωμοῦ τοῦ παρακειμένου 是受比较级形容词 μελαντέρα 支配的比较属格,意为“比眼前端上来的肉汤还要黑”。
- 20.8ἀμφότερα δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν
双重否定(οὐκ ... οὐ ῥᾴδιον)表示强烈的肯定。ἀμφότερα(两者)在语境中指生养的痛苦与喜悦(苦与乐):“要找到一个不兼具两者的人并非易事(即人人皆备两者)”。
- 20.9τὸν τετρημένον πίθον
不定式 εἶναι 的谓语宾格。典出达那俄斯之女在冥府注水入漏瓮的希腊神话与谚语,比喻无论施予多少恩惠也永远填不满的贪婪朋友。
- 20.10αὐτήν ... ὁ παῖς μέτεισι
代词 αὐτήν 提前置于条件从句(ἐὰν κελεύσωσιν)之前,作为主动词 μέτεισι 的直接宾语,把前文抽象的娱乐(τὸ τέρψον)具体指明为老鸨手中的艺妓/笛女。
