- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:19.1-19.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
将粗鄙不洁定义为导致他人不适的身体疏于打理,通过列举其任由疾病恶化、餐桌与祭祀上的失礼举止以及宴席上的恶俗行为来勾勒其性格画像。
ἔστιν ἡ δυσχέρεια ἀθεραπευσία σώματος λύπης παρασκευαστική, ὁ δὲ δυσχερὴς τοιοῦτός τις, οἷος λέπραν ἔχων καὶ ἀλφὸν καὶ τοὺς ὄνυχας μεγάλους περιπατεῖν καὶ φῆσαι ταῦτα εἶναι αὑτῷ συγγενικὰ ἀρρωστήματα· ἔχειν γὰρ αὐτὸν καὶ τὸν πατέρα καὶ τὸν πάππον, καὶ οὐκ εἶναι ῥᾴδιον αὐτὸν εἰς τὸ γένος ὑποβάλλεσθαι.1
令人作呕(粗鄙不洁)是一种造成他人不快的身体疏于照护,而令人作呕的人则是这样一种人: 身上长着麻风与白癣,留着长指甲走来走去,并声称这些都是家族遗传的疾患;因为他的父亲和祖父都患有这些,而且他不容易被冒充塞入该家族。
ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν ἐν τοῖς ἀντικνημίοις καὶ προσπταίσματα ἐν τοῖς δακτύλοις καὶ μὴ θεραπεῦσαι ἀλλʼ ἐᾶσαι θηριωθῆναι· καὶ τὰς μασχάλας δὲ θηριώδεις καὶ δασείας ἔχειν ἄχρι ἐπὶ πολὺ τῶν πλευρῶν καὶ τοὺς ὀδόντας μέλανας καὶ ἐσθιομένους, ὥστε δυσέντευκτος εἶναι καὶ ἀηδής.
无疑,他惯于小腿生疮、脚趾带伤,却不加治疗,听任其恶化溃烂;他的腋窝如野兽般浓密多毛,一直延伸到肋骨深处,牙齿发黑且遭蛀蚀,以致令人难以接近、心生厌恶。
καὶ τὰ τοιαῦτα· ἐσθίων ἀπομύττεσθαι· θύων ἅμʼ ἀδαξᾶσθαι· προσλαλῶν ἀπορρίπτειν ἀπὸ τοῦ στόματος· ἅμα πιὼν προσερυγγάνειν.
还有诸如此类的行径:进食时擤鼻涕;献祭时抓痒;同人谈话时唾沫星子乱飞;刚一饮酒就冲人打嗝。
ἀναπίπτοντος ἐν τοῖς στρώμασι μετὰ τῆς γυναικὸς αὐτοῦ κοιμᾶσθαι.2
〔客人〕正倚卧在坐榻上时,他却与自己的妻子同床共寝。
ἐλαίῳ σαπρῷ ἐν βαλανείῳ χρώμενος σφύζεσθαι.
在公共浴室里使用变质酸臭的油脂搓洗身体。
καὶ χιτωνίσκον παχὺν καὶ ἱμάτιον σφόδρα λεπτὸν καὶ κηλίδων μεστὸν ἀναβαλόμενος εἰς ἀγορὰν ἐξελθεῖν.
套上一件厚实的内衣,外罩一件极其单薄且满是污渍的外袍,就走向广场。
καὶ εἰς [ἐξ] ὀρνιθοσκόπου τῆς μητρὸς ἐξελθούσης βλασφημῆσαι.
母亲去找鸟卜师(或自鸟卜师处出来)时,他却口出不祥之语。
καὶ εὐχομένων καὶ σπενδόντων ἐκβαλεῖν τὸ ποτήριον καὶ γελάσαι ὡς τεράστιόν τι πεποιηκώς.
众人正在祈祷奠酒之际,他把酒杯失手掉落,随后哈哈大笑,宛如干了什么了不起的神奇之举。
καὶ αὐλούμενος3 δὲ κροτεῖν ταῖς χερσὶ μόνος τῶν ἄλλων καὶ συντερετίζειν καὶ ἐπιτιμᾶν τῇ αὐλητρίδι, τί οὐ ταχὺ παύσαιτο.4
别人为他吹笛助兴时,唯独他一人击掌附和,跟着哼唱小调,并且斥责女笛手为何不快点停下来。
καὶ ἀποπτύσαι δὲ βουλόμενος ὑπὲρ τῆς τραπέζης, προσπτύσαι τῷ οἰνοχόῳ.
想要隔着餐桌把痰唾出去,却径直吐到了斟酒仆人的身上。
- 19.2οὐκ εἶναι ῥᾴδιον αὐτὸν εἰς τὸ γένος ὑποβάλλεσθαι
对格不定式结构。非人称表达 οὐκ εἶναι ῥᾴδιον 的真正主语是被动态不定式 ὑποβάλλεσθαι,其逻辑主语为对格 αὐτόν。动词 ὑποβάλλω 原指调包假充婴儿或冒名混入家族,被动态在此意为“被冒充塞入家族中”。此人以自己患有祖传皮肤病为由,反讽地证明自己绝非外来的私生或调包之子。
- 19.5ἀναπίπτοντος ἐν τοῖς στρώμασι μετὰ τῆς γυναικὸς αὐτοῦ κοιμᾶσθαι
ἀναπίπτοντος 是省略了泛指主语的属格独立结构,意为“当某人(如客人)正在坐榻被褥上斜卧时”;随后的不定式 κοιμᾶσθαι 承接上文,逻辑主语为粗鄙之人自己,描绘其在客人斜卧宴饮的场合下竟旁若无人地与妻子就寝的失礼丑态。该处文本在手抄本传统中常被怀疑存在讹误(学者有拟作 ἀναπίπτων 或 ἀπονιπτόμενος 等校订)。
- 19.10αὐλούμενος
动词 αὐλέω(吹笛)的现在受动态分词,字面意思为“当笛声为他吹奏时”,即“在席间听着女笛手为自己吹奏伴乐之时”。以此受动态形式表示受乐人(粗鄙之人)处于被娱乐的状态。
- 19.10τί οὐ ταχὺ παύσαιτο
间接疑问句。直接引语中的修辞性质问“τί οὐ ταχὺ παύῃ [或 παύσῃ];”(你为何不赶紧停下?)在从属于 ἐπιτιμᾶν(承接 §19.2 οἷος 的不定式)的间接引语中,动词采用了希求法 παύσαιτο(因主句实为现在时态,此处属破格的间接引语希求法,学者亦有校订作 ἐπαύσατο 等),体现出一种粗鲁挑剔的责难语气。
