- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:2.1-2.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
将阿谀奉承定义为一种唯独利己的卑劣交往,并列举了奉承者的具体言行,包括过度的吹捧、殷勤的服侍以及竭力讨好对方的种种行径。
τὴν δὲ κολακείαν ὑπολάβοι ἄν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι, τὸν δὲ κόλακα τοιοῦτόν τινα, ὥστε ἅμα πορευόμενον εἰπεῖν·
另一方面,阿谀奉承可以被看作是一种可耻的交往,却对奉承者有利;而奉承者则是这样一种人,与人同行时会说道:
ἐνθυμῇ, ὡς ἀποβλέπουσι πρὸς δὲ1 οἱ ἄνθρωποι; τοῦτο δὲ οὐθενὶ τῶν ἐν τῇ πόλει γίγνεται πλὴν σοί. ηὐδοκίμεις χθὲς ἐν τῇ στοᾷ· πλειόνων γὰρ ἢ τριάκοντα ἀνθρώπων καθημένων καὶ ἐμπεσόντος λόγου, τίς εἴη βέλτιστος, ἀπʼ αὐτοῦ ἀρξαμένους πάντας ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι.2
“你注意到大家是怎样注视你的吗?全城没有第二个人能享受到这种待遇,除了你。昨天你在柱廊大获赞誉;因为当时有三十多个人坐在一起,讨论起谁是最优秀的人,从发起者开始,所有人最终都归结到了你的名字上。”
καὶ ἄλλα τοιαῦτα λέγων ἀπὸ τοῦ ἱματίου ἀφελεῖν κροκύδα, καὶ ἐάν τι πρὸς τὸ τρίχωμα τῆς κεφαλῆς ὑπὸ πνεύματος προσενεχθῇ ἄχυρον, καρφολογῆσαι. καὶ ἐπιγελάσας δὲ εἰπεῖν· ὁρᾶς; ὅτι δυοῖν σοι ἡμερῶν οὐκ ἐντετύχηκα, πολιῶν ἔσχηκας τὸν πώγωνα μεστόν, καίπερ εἴ τις καὶ ἄλλος ἔχεις3 πρὸς τὰ ἔτη μέλαιναν τὴν τρίχα.
并且边说着其他诸如此类的话,边从对方的外袍上拈去线头;假如有谷壳被风吹落到对方的头发上,就顺手把它摘掉。接着赔笑说道: “你瞧瞧,不过两天没见着您,您的胡须上就满是白发了;尽管要论谁能保持与年纪相比显得乌黑的头发,非您莫属。”
καὶ λέγοντος δὲ αὐτοῦ τι τοὺς ἄλλους σιωπᾶν κελεῦσαι, καὶ ἐπαινέσαι δὲ ἀκούοντος, καὶ ἐπισημήνασθαι δέ, εἰ παύσαιτο, ὀρθῶς, καὶ σκώψαντι ψυχρῶς ἐπιγελάσαι τό τε ἱμάτιον ὦσαι εἰς τὸ στόμα ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν γέλωτα.
当对方开口说话时,他就吩咐其他人保持安静;趁着对方能听见,大加赞赏;如果对方停顿下来,他就附和着喝彩道:“说得对!”当对方讲了个乏味的笑话时,他就放声大笑,并将外袍塞进嘴里,装作实在无法抑制笑声的样子。
καὶ τοὺς ἀπαντῶντας ἐπιστῆναι κελεῦσαι, ἕως ἂν αὐτὸς παρέλθῃ.
他还吩咐迎面而来的人停下脚步,直到这位主人走过去为止。
καὶ τοῖς παιδίοις μῆλα καὶ ἀπίους πριάμενος εἰσενέγκας δοῦναι ὁρῶντος αὐτοῦ, καὶ φιλήσας δὲ εἰπεῖν· χρηστοῦ πατρὸς νεοττία.
他给对方的孩子们买来苹果和梨,拿进来当着对方的面送给他们,吻着孩子们说道: “尊贵父亲的一群雏鸟。”
καὶ συνωνούμενος ἐπικρηπῖδας τὸν πόδα φῆσαι εἶναι εὐρυθμότερον τοῦ ὑποδήματος.
陪同买鞋时,他说主人的脚比鞋子还要匀称优雅。
καὶ πορευομένου πρός τινα τῶν φίλων προδραμὼν εἰπεῖν ὅτι πρὸς σὲ ἔρχεται, καὶ ἀναστρέψας ὅτι προσήγγελκα,.
当主人前往某位朋友家时,他就提前跑上前去通报道:“他正向你这里走来,”然后折返回来说道:“我已经通报过了。”
ἀμέλει δὲ καὶ τὰ ἐκ γυναικείας ἀγορᾶς διακονῆσαι δυνατὸς ἀπνευστί.
当然,他也能一口气不歇地替主人去妇女市集采办差事。
καὶ τῶν ἑστιωμένων πρῶτος ἐπαινέσαι τὸν οἶνον καὶ παραμένων εἰπεῖν· ὡς μαλακῶς ἐσθίεις, καὶ ἄρας τι τῶν ἀπὸ τῆς τραπέζης φῆσαι· τουτὶ ἄρα ὡς χρηστόν ἐστι, καὶ ἐρωτῆσαι, μὴ ῥιγοῖ, καὶ εἰ ἐπιβάλλεσθαι βούλεται, καὶ εἴ τι περιστείλῃ αὐτόν· καὶ μὴν ταῦτα λέγων πρὸς τὸ οὖς προσπίπτων διαψιθυρίζειν· καὶ εἰς ἐκεῖνον ἀποβλέπων τοῖς ἄλλοις λαλεῖν.
在宴客之中,他是第一个称赞酒好的人;守在主人身边说道:“您吃得多么斯文呀!”又从桌上拿起一样东西说道:“这东西真是太美妙了!”并询问主人是否觉得冷,是否想多披一件衣服,是否要将他包裹一下;而且说这些话时,他俯身凑在主人耳边窃窃私语;在与其他人交谈时,眼睛也始终注视着主人。
καὶ τοῦ παιδὸς ἐν τῷ θεάτρῳ ἀφελόμενος τὰ προσκεφάλαια αὐτὸς ὑποστρῶσαι.
在剧场里,他从仆人手中夺过座垫,亲自为主人的座位铺垫好。
καὶ τὴν οἰκίαν φῆσαι εὖ ἠρχιτεκτονῆσθαι καὶ τὸν ἀγρὸν εὖ πεφυτεῦσθαι καὶ τὴν εἰκόνα ὁμοίαν εἶναι.
他又称赞这宅第建筑得极好,庄园树木种植得极好,画像也惟妙惟肖。
καὶ τὸ κεφάλαιον τὸν κόλακα ἔστι θεάσασθαι πάντα καὶ λέγοντα καὶ πράττοντα, ᾧ χαριεῖσθαι ὑπολαμβάνει.4
总之,人们可以看到奉承者说出并做出一切他认为能借以讨好对方的事。
- 2.2ἀποβλέπουσι πρὸς δὲ
抄本中的 πρὸς δὲ 通常被视作抄写讹误,应读作 πρὸς σέ(“注视着你”)。虽然在语法上也可以将 δὲ 视作连词/助词,将 πρὸς 视作副词(“此外”),但结合下文语境(“除了你之外……”),将其解作对格人称代名词 σέ 最为契合。
- 2.2ἀπʼ αὐτοῦ ἀρξαμένους πάντας ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι
此处为带对格主语的不定式结构,πάντας(所有人)作主语,κατενεχθῆναι(归结于、落在)为不定式。介词短语 ἀπʼ αὐτοῦ 在语境中指代“提出话题的那个人自身”或“在座的头一个人”,而 ἐπὶ τὸ ὄνομα αὐτοῦ 中的 αὐτοῦ 则指代阿谀的对象(主人)。
- 2.3καίπερ εἴ τις καὶ ἄλλος ἔχεις
καίπερ 通常与分词连用,此处则直接跟有限动词 ἔχεις,并嵌入了惯用表达 εἴ τις καὶ ἄλλος(“如果还有谁具备的话=比任何人都更……”)。字面意为:“尽管如果还有谁拥有的话,你拥有相比于年龄更为乌黑的头发”。
- 2.13ᾧ χαριεῖσθαι ὑπολαμβάνει
先行词 πάντα 为中性复数对格,而关系代词 ᾧ 以集合或分配意义用了中性单数;其与格由它在关系从句中的语法功能决定,作工具与格(“认为借此能取悦对方的事”)。
