← 泰奥弗拉斯托斯

性格论

§3.1-3.6

话痨的定义与滔滔不绝倾倒琐事的人

界定了“话痨”的定义,描绘了唠叨者纠缠陌生人、喋喋不休地倾倒各种杂乱琐事的行径,并在末尾告诫人们遇到这种人应立刻抽身逃跑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἡ δὲ ἀδολεσχία ἐστὶ μὲν διήγησις λόγων μακρῶν καὶ ἀπροβουλεύτων· ὁ δὲ ἀδολέσχης τοιοῦτός τις, οἷος, ὃν μὴ γιγνώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον·1 εἶτα, ὃ τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι· εἶθʼ ὧν εἶχεν ἐπὶ τῷ δείπνῳ τὰ καθʼ ἕκαστα διεξελθεῖν.

话痨是一种冗长且未经深思熟虑的言语叙述;唠叨者则是这样一种人:他挨着一个并不认识的人坐下,先是夸赞自己的妻子,接着讲述自己昨晚做的梦,随后逐一细数自己晚饭吃了什么。

§3.3

εἶτα δὴ προχωροῦντος τοῦ πράγματος λέγειν, ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων, καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ,2 καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι, καὶ τὴν θάλατταν ἐκ Διονυσίων πλόιμον εἶναι· καὶ εἰ ποιήσειεν ὁ Ζεὺς ὕδωρ πλεῖον, τὰ ἐν τῇ γῇ βελτίω ἔσεσθαι, καὶ ὃν ἀγρὸν εἰς νέωτα γεωργήσει, καὶ ὡς χαλεπόν ἐστι τὸ ζῆν, καὶ ὡς Δάμιππος μυστηρίοις μεγίστην δᾷδα ἔστησεν, καὶ πόσοι εἰσὶ κίονες τοῦ Ὠιδείου, καὶ χθὲς ἤμεσα, καὶ τίς ἐστιν ἡμέρα τήμερον;

紧接着,随着话匣子打开,他说起现在的世人比起古人来是多么邪恶,集市上的小麦变得多么便宜,客居城里的外邦人是多么之多,以及酒神节过后海路就能通航;以及如果宙斯能多下点雨,地里的庄稼就会更好,还有他明年打算耕种哪块田地,日子过得多么艰难,达米普斯在秘仪中献上了极大的火把,音乐堂有多少根柱子,以及“我昨天吐了”,还有 “今天到底是几号?”

§3.5

κἂν ὑπομένῃ τις αὐτόν, μὴ ἀφίστασθαι. καὶ ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ μυστήρια, Πυανοψιῶνος δὲ Ἀπατούρια, Ποσιδεῶνος δὲ τὰ κατʼ ἀγροὺς Διονύσια.

假如有谁容忍他,他就绝不罢休;接着又说波埃德罗米昂月有秘仪,皮亚内普西昂月有阿帕图利亚节,波塞得昂月则有乡村酒神节。

§3.6

Παρασείσαντα δὴ δεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι,3 ὅστις ἀπύρευτος βούλεται εἶναι· ἔργον γὰρ συναρκεῖσθαι τοῖς μήτε σχολὴν μήτε σπουδὴν διαγινώσκουσιν.

因此,凡是想免受热病折磨的人,都必须摆脱这种人,提起衣襟抽身逃走;因为要耐着性子应付那些既分不清闲暇也分不清正事的人,实在是一桩苦差事。

语法注3 条
  1. 3.2οἷος, ὃν μὴ γιγνώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον

    关系代词 οἷος 源自习语 τοιοῦτος οἷος(“……这样一种人”),引出一长串描述性不定词(εἰπεῖν, διηγήσασθαι, διεξελθεῖν, λέγειν, ἀφίστασθαι),用以罗列其典型行为特征。嵌入的关系分句 ὃν μὴ γιγνώσκει 被前置,其先行词是后面的指示代词与格 τούτῳ(作分词 παρακαθεζόμενος 的宾语)。

  2. 3.3ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ

    形容词 ἄξιος 通常意为“有价值的”或“配得上的”,但在此处用于集市上的谷物农产品时,具有商业语境中的特定用法,意为“价格合理的”或“便宜的”。

  3. 3.6Παρασείσαντα δὴ δεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι

    非人称动词 δεῖ 统领不定词 ἀπαλλάττεσθαι,其逻辑主语由宾格分词 παρασείσαντα 与 διαράμενον 充当。παρασείω(甩开、摆脱)以此处的宾格 τοὺς τοιούτους τῶν ἀνθρώπων 为宾语,而中动相分词 διαράμενον 则为习惯用法,意为“提起/撩起衣襟”(以便拔足飞奔)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:3.1-3.6