← 泰奥弗拉斯托斯

性格论

§1.1-1.7

装糊涂者的定义及其虚伪言行

在给出装糊涂的概括性定义后,本段列举了装糊涂者的典型举止与推诿常套话,如对仇敌虚伪逢迎、遇事推托抵赖等,并以应比毒蛇更警惕此类阴险性格作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ἡ μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, ὡς τύπῳ λαβεῖν, προσποίησις ἐπὶ χεῖρον1 πράξεων καὶ λόγων, ὁ δὲ εἴρων τοιοῦτός τις, οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν,2 οὐ μισεῖν· καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις· καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι καὶ ἐπὶ τοῖς καθʼ ἑαυτοῦ λεγομένοις. καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πράως διαλέγεσθαι· καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις προστάξαι ἐπανελθεῖν. καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι· καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι καὶ ὀψὲ γενέσθαι αὐτὸν καὶ μαλακισθῆναι. καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν φῆσαι πωλεῖν·3 καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑορακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι· καὶ τὰ μὲν σκέψασθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δʼ ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι·

那么,粗略概括而言,装糊涂似乎就是在行动和言语上往坏处伪装;而装糊涂者是这样一种人:愿意走近仇敌与之闲聊,而不显露恨意;当面称赞那些他暗中攻击过的人,并在他们受挫时与之同悲;对恶语中伤自己的人以及针对自己的坏话表现出宽容;与那些遭受不公而义愤填膺的人温和交谈;对那些急于会见他的人,则吩咐他们稍后再来;对自己正在做的事一概不予承认,却声称仍在考虑;伪装成刚刚赶到、时间对他来说太晚、或者身体不适;对前来借钱或募捐的人声称自己无物可售,而在无物可售时却又声称在售;听到某事却假装没听到,看到某事却声称没看到,应承了某事却声称不记得;并声称某些事要考虑考虑,某些事不知情,对某些事表示惊异,对某些事则说自己曾经也是这样推想的。总之,他极其善于运用如下这类说话套路: “我不信,”

§1.6

οὐ πιστεύω, οὐχ ὑπολαμβάνω, ἐκπλήττομαι καὶ λέγεις αὐτὸν ἕτερον γεγονέναι· καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει, παράδοξόν μοι τὸ πρᾶγμα, ἄλλῳ τινὶ λέγε, ὅπως δὲ σοὶ ἀπιστήσω ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι, ἀλλʼ ὅρα, μὴ σὺ θᾶττον πιστεύεις.

“我可不这么认为,” “我感到惊异,”以及 “你说他变了个人;然而他对我讲的完全不是这些呀,” “这事对我来说实在不可思议,” “你跟别人说去吧,” “我实在为难,究竟该怀疑你,还是该指责他,” “不过你小心点,免得你轻信得太快。”

§1.7

τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἐστι τῶν εἰρώνων. τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ, ἀλλʼ ἐπίβουλα, φυλάττεσθαι μᾶλλον δεῖ ἢ τοὺς ἔχεις.4

装糊涂者身上所能见到的,尽是此类言辞、狡计与反覆辞令。对于非坦诚直率、反而心怀叵测的品性,确实应当比防备毒蛇更加戒备。

语法注4 条
  1. 1.1προσποίησις ἐπὶ χεῖρον

    亚里士多德伦理学中对“装糊涂/自贬反讽(eirōneia)”的经典定义用语。与吹嘘夸大者“往好里伪装(προσποίησις ἐπὶ τὸ βέλτιον)”相对,装糊涂者故意隐瞒、贬低或掩饰自己的真实言行与能力,表现为“往坏(劣)处伪装”。

  2. 1.2οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν

    承接前文 ὁ δὲ εἴρων τοιοῦτός τις 的习惯性性格刻画句式“τοιοῦτος οἷος + 不定式”。不定式 ἐθέλειν 以及后文连缀的一系列不定式(ἐπαινεῖν, συλλυπεῖσθαι, ἔχειν, διαλέγεσθαι 等)均在句法上受 οἷος 的统辖。

  3. 1.5καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν φῆσαι πωλεῖν

    在介词短语 πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας 之后,从句 ὡς οὐ πωλεῖ 前省略了传达动词(如 λέγειν 或 φάναι)。这与紧接其后的 καὶ μὴ πωλῶν φῆσαι πωλεῖν 构成荒谬的对照,表现其前后矛盾的狡猾行径:有人来借贷时声称无物可售,而实际无物可售时却声称在售。

  4. 1.7τοὺς ἔχεις

    第三变格名词 ἔχις(毒蛇)的宾格复数形式。由 μᾶλλον ἤ 引出,作为受 δεῖ 支配的中动态不定式 φυλάττεσθαι(戒备、防范)的比照宾语,与被警惕的对象(不坦诚的品性)相比较。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:1.1-1.7