- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:18.1-18.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节给出了多疑者的定义,并通过列举其日常偏执言行予以刻画:如派人暗中监视采买的仆人、夜间反复核查门锁封条、索债必带证人以及寸步不离地跟随欠款人等。
ἔστιν ἀμέλει ἡ ἀπιστία ὑπόληψίς τις ἀδικίας κατὰ πάντων, ὁ δὲ ἄπιστος τοιοῦτός τις, οἷος ἀποστείλας τὸν παῖδα ὀψωνήσοντα ἕτερον παῖδα πέμπειν τὸν πευσόμενον, πόσου ἐπρίατο.
多疑无疑是对所有人预设的不义猜忌;而多疑之人则是这样一种人:派出仆人去采买后,他又派另一个仆人去打听究竟花了多少钱买来。
καὶ φέρων αὐτὸς τὸ ἀργύριον [καὶ] κατὰ στάδιον καθίζων ἀριθμεῖν πόσον ἐστίν.
自己携带着钱款时,每走一斯塔狄翁就要坐下来数一数还有多少钱。
καὶ τὴν γυναῖκα τὴν αὑτοῦ ἐρωτᾶν κατακείμενος, εἰ κέκλεικε τὴν κιβωτόν, καὶ εἰ σεσήμανται τὸ κυλιούχιον, καὶ εἰ ὁ μοχλὸς εἰς τὴν θύραν τὴν αὐλείαν ἐμβέβληται· καὶ ἂν ἐκείνη φῇ, μηδὲν ἧττον αὐτὸς ἀναστὰς γυμνὸς ἐκ τῶν στρωμάτων καὶ ἀνυπόδητος τὸν λύχνον ἅψας ταῦτα πάντα περιδραμὼν ἐπισκέψασθαι καὶ οὕτω μόλις ὕπνου τυγχάνειν.
躺在床上时,他会问自己的妻子:衣箱是否锁好了,餐具柜是否贴了封条,通往庭院的大门是否插上了门栓;即便妻子回答都做好了,他也照样赤身赤足从被褥里爬起来,点上油灯,到处奔走检查这一切,这才勉强能够入睡。
καὶ τοὺς ὀφείλοντας αὑτῷ ἀργύριον μετὰ μαρτύρων ἀπαιτεῖν τοὺς τόκους, ὅπως μὴ δύναιντο ἔξαρνοι γενέσθαι.
向欠他钱的人讨要利息时,他必定带着证人一同前往,好让对方无法矢口否认。
καὶ τὸ ἱμάτιον δὲ ἐκδοῦναι δεινὸς οὐχ ὃς ἂν βέλτιστα ἐργάσηται, ἀλλʼ ὅταν ᾖ ἄξιος ἐγγυητὴς τοῦ κναφέως.1
送外套去洗烫时,他不会交给手艺最好的人,而只有在漂洗工有可靠的担保人时才肯交出。
καὶ ὅταν ἥκῃ τις αἰτησόμενος ἐκπώματα, μάλιστα μὲν μὴ δοῦναι, ἂν δʼ ἄρα τις οἰκεῖος ᾖ καὶ ἀναγκαῖος, μόνον οὐ πυρώσας καὶ στήσας καὶ σχεδὸν ἐγγυητὴν λαβὼν χρῆσαι.2
有人来借酒杯时,他最好是不借;如果是亲戚或挚友,他非得几乎过火检验、称过重量并差不多取得担保人之后才肯借出。
καὶ τὸν παῖδα δὲ ἀκολουθοῦντα κελεύειν αὑτοῦ ὄπισθεν μὴ βαδίζειν ἀλλʼ ἔμπροσθεν, ἵνα φυλάττῃ αὐτόν, μὴ ἐν τῇ ὁδῷ ἀποδρᾷ.
他吩咐随行的仆人不要走在自己身后,而要走在前面,以便盯着对方,不让其在路上逃跑。
καὶ τοῖς εἰληφόσι τι παρʼ αὑτοῦ καὶ λέγουσι· πόσου, κατάθου· οὐ γὰρ σχολάζω πω πέμπειν·3 μηδὲν πραγματεύου· ἐγὼ γάρ, ἕως ἂν σὺ σχολάσῃς, συνακολουθήσω.
对于从他那里买了东西并说“多少钱?先记在账上吧,我暂时还没空打发人送钱来”的人,他会说道:“不必麻烦了,直到你有空之前,我都一直跟着你。”
- 18.6τὸ ἱμάτιον δὲ ἐκδοῦναι δεινὸς οὐχ ὃς ἂν βέλτιστα ἐργάσηται, ἀλλʼ ὅταν ᾖ ἄξιος ἐγγυητὴς τοῦ κναφέως
此处出现句法不规整(破格构造)。按正常句意,将斗篷交送清洗(ἐκδοῦναι)所对应的应是指人的与格关系从句(交给手艺最好的人),但文本却将主格关系从句(οὐχ ὃς ἂν βέλτιστα ἐργάσηται)与时间从句(ἀλλʼ ὅταν ᾖ...)并置。其含义在于:他在送洗衣服上一向极度精明小心(δεινός),看重的不是谁的手艺最好,而是只有当缩绒工有可靠保证人时才肯交出。
- 18.7μόνον οὐ πυρώσας καὶ στήσας καὶ σχεδὸν ἐγγυητὴν λαβὼν χρῆσαι
成语 μόνον οὐ(“差一点不……”即“几乎”、“简直”)修饰其后的一系列分词(火炼 πυρώσας、称重 στήσας、获取担保人 ἐγγυητὴν λαβών),进而说明主导不定式 χρῆσαι(借出)。这极为夸张地表现了多疑者在借出器皿前,简直要像检验金银成色与重量那样百般防范才肯借出的执拗心理。
- 18.9πόσου, κατάθου· οὐ γὰρ σχολάζω πω πέμπειν
此句为口语化的商业交涉用语。πόσου 为表示价格的属格(“值多少钱?”),κατάθου 为不定过去时中动命令式,意为“记在账上”。οὐ σχολάζω πω πέμπειν 省略了宾语,意为“我手头暂时还没空打发人送(钱)来”。
