- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:17.1-17.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节给出了怨尤(牢骚癖)的定义,并刻画了牢骚者的典型特征:无论是对赠礼、情意、雨水、拾得之物、买入的奴隶、得子之喜、诉讼获胜,还是友人的互助借款,他都能挑出毛刺并抱怨不休。
ἔστιν ἡ μεμψιμοιρία ἐπιτίμησις παρὰ τὸ προσῆκον τῶν δεδομένων, ὁ δὲ μεμψίμοιρος τοιόσδε τις, οἷος ἀποστείλαντος μερίδα τοῦ φίλου εἰπεῖν πρὸς τὸν φέροντα· ἐφθόνησέν μοι τοῦ ζωμοῦ καὶ τοῦ οἰναρίου οὐκ ἐπὶ δεῖπνον καλέσας.
怨尤(牢骚癖)是对所给予之物不合情理的责难;而牢骚满腹之人则是这样一种人:当朋友送来一份筵席菜肴时,他对送物之人说道: “他不请我赴宴,分明是舍不得他的肉汤和劣酒。”
καὶ ὑπὸ τῆς ἑταίρας καταφιλούμενος εἰπεῖν· θαυμάζω, εἰ1 σὺ καὶ ἀπὸ τῆς ψυχῆς οὕτω με φιλεῖς.
又在被情妇热烈亲吻时说道: “我倒奇怪,你是否真的由衷地这样爱我。”
καὶ τῷ Διὶ ἀγανακτεῖν, οὐ διότι ὕει, ἀλλὰ διότι ὕστερον.
他又对宙斯心怀怨愤,不是因为下了雨,而是因为下得太迟。
καὶ εὑρὼν ἐν τῇ ὁδῷ βαλλάντιον εἰπεῖν· ἀλλʼ οὐ θησαυρὸν εὕρηκα οὐδέποτε.
在路上捡到一个钱袋时,他说道: “可我从来没有捡到过宝藏!”
καὶ πριάμενος ἀνδράποδον ἄξιον2 καὶ πολλὰ δεηθεὶς τοῦ πωλοῦντος· θαυμάζω εἰπεῖν ὅ τι ὑγιὲς οὕτω ἄξιον ἐώνημαι.
在向卖主百般恳求而以低廉价钱买下一个奴隶后,他说道: “这么便宜买来的东西,我倒奇怪它能有什么好的。”
καὶ πρὸς τὸν εὐαγγελιζόμενον ὅτι υἱός σοι γέγονενʼ, εἰπεῖν ὅτι ἂν προσθῇς· καὶ τῆς οὐσίας τὸ ἥμισυ ἄπεστιν ἀληθῆ ἐρεῖς.
对前来报喜说“你有了一个儿子”的人,他说道:“你要是加上一句‘而且家产少了一半’,那才算是说了真话。”
καὶ δίκην νικήσας καὶ λαβὼν πάσας τὰς ψήφους ἐγκαλεῖν τῷ γράψαντι τὸν λόγον, ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων·3
在赢了官司并赢得全体一致的投票后,他反而指责为他代写诉状的人,硬说对方遗漏了许多理直气壮的辩词。
καὶ ἐράνου εἰσενεχθέντος παρὰ τῶν φίλων καὶ φήσαντός τινος· ἱλαρὸς ἴσθι, καὶ πῶς; εἰπεῖν, ὅτι δεῖ τἀργύριον ἀποδοῦναι ἑκάστῳ καὶ χωρὶς τούτων χάριν ὀφείλειν ὡς εὐεργετημένον;
当朋友们为他募集了一笔互助借款,有人对他说“高兴点吧”时,他说道: “怎么高兴得起来?既然我还得把钱如数还给每个人,此外还得像受了恩惠一样欠下一份人情!”
- 17.3θαυμάζω, εἰ
在表达情感或惊异的动词(θαυμάζω)之后,连词 εἰ 引导间接疑问句或具有条件色彩的名词性从句,意为“我怀疑……是否”。
- 17.6ἄξιον
此处 ἄξιος 作口语用法,意为“合算的、便宜的”(由“值这个价”引申为“低廉”),与下文的 οὕτω ἄξιον(“如此廉价”)相呼应。
- 17.8ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων
小词 ὡς 连同与格分词 παραλελοιπότι 与前面的 τῷ γράψαντι 一致,表示牢骚者主观声称的责难理由(“硬说他遗漏了许多理直气壮的辩词”)。
