- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:16.1-16.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将迷信定义为对神明力量的怯懦,并列举了迷信之人在日常生活中过度净身、畏惧凶兆、回避不洁以及沉溺占卜祭仪的种种行为表现。
ἀμέλει ἡ δεισιδαιμονία δόξειεν ἂν εἶναι δειλία πρὸς τὸ δαιμόνιον,1 ὁ δὲ δεισιδαίμων τοιοῦτός τις, οἷος ἐπιχρωνῆν ἀπονιψάμενος τὰς χεῖρας καὶ περιρρανάμενος ἀπὸ ἱεροῦ δάφνην εἰς τὸ στόμα λαβὼν οὕτω τὴν ἡμέραν περιπατεῖν.
无疑,迷信可以被看作是对神圣之物的怯懦恐惧;而迷信之人则是这样一种人:他在洗净双手、以圣水净身后,嘴里衔着一片月桂树叶,就这样在外面走上一整天。
καὶ τὴν ὁδὸν ἐὰν ὑπερδράμῃ γαλῆ, μὴ πρότερον πορευθῆναι, ἕως διεξέλθῃ τις ἢ λίθους τρεῖς ὑπὲρ τῆς ὁδοῦ διαβάλῃ.
如果黄鼠狼穿过道路,他在有人先走过去之前,或者在自己向路对面扔过三块石头之前,决不起步前行。
καὶ ἐὰν ἴδῃ ὄφιν ἐν τῇ οἰκίᾳ, ἐὰν παρείαν, Σαβάδιον καλεῖν, ἐὰν δὲ ἱερόν, ἐνταῦθα ἡρῷον εὐθὺς ἱδρύσασθαι.
如果在家中看到一条蛇,若是赤尾滑蛇,他便呼唤萨巴齐乌斯神之名;若是圣蛇,便立即就地立起一座英雄神龛。
καὶ τῶν λιπαρῶν λίθων τῶν ἐν ταῖς τριόδοις2 παριὼν ἐκ τῆς ληκύθου ἔλαιον καταχεῖν καὶ ἐπὶ γόνατα πεσὼν καὶ προσκυνήσας ἀπαλλάττεσθαι.
当他经过三岔路口涂了油的润石时,便从油壶中倒油浇在上面,双膝跪倒叩拜,然后才离去。
καὶ ἐὰν μῦς θύλακον ἀλφίτων διαφάγῃ, πρὸς τὸν ἐξηγητὴν ἐλθὼν ἐρωτᾶν, τί χρὴ ποιεῖν· καὶ ἐὰν ἀποκρίνηται αὐτῷ ἐκδοῦναι τῷ σκυτοδέψῃ ἐπιρράψαι, μὴ προσέχειν τούτοις, ἀλλʼ ἀποτραπεὶς ἐκθύσασθαι.
如果老鼠咬破了装大麦粉的布袋,他便去向解神谕者请教该当何为;对方若回答说交由皮匠缝补即可,他不仅充耳不闻,反而转身离去并献上赎罪之祭。
καὶ πυκνὰ δὲ τὴν οἰκίαν καθᾶραι δεινὸς Ἑκάτης φάσκων ἐπαγωγὴν γεγονέναι·3
他还总爱频繁地净宅,声称赫卡忒的鬼魂受了招引而来。
κἂν γλαῦκες βαδίζοντος αὐτοῦ ἀνακράγωσι, ταράττεσθαι καὶ εἴπας· Ἀθηνᾶ κρείττων παρελθεῖν οὕτω.
如果他在行走时猫头鹰发出啼叫,他便心神不宁,口中念叨着“雅典娜更有威力”,这才这样走过去。
καὶ οὔτε ἐπιβῆναι μνήματι οὔτʼ ἐπὶ νεκρὸν οὔτʼ ἐπὶ λεχὼ ἐλθεῖν ἐθελῆσαι, ἀλλὰ τὸ μὴ μιαίνεσθαι συμφέρον αὑτῷ φῆσαι εἶναι.
他既不肯踏上坟墓,也不愿走近死尸或产妇,声称不沾染不洁于己有利。
καὶ ταῖς τετράσι δὲ καὶ ταῖς ἑβδομάσι προστάξας οἶνον ἕψειν τοῖς ἔνδον, ἐξελθὼν ἀγοράσαι μυρρίνας, λιβανωτόν, πόπανα καὶ εἰσελθὼν εἴσω στεφανῶν τοὺς Ἑρμαφροδίτους ὅλην τὴν ἡμέραν.
在每月的初四和初七,他吩咐仆人温酒,自己外出购买香桃木枝、乳香和祭饼,回家后整天为两性阴阳神雕像戴上花冠。
καὶ ὅταν ἐνύπνιον ἴδῃ, πορεύεσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους, ἐρωτήσων, τίνι θεῶν ἢ θεᾷ εὔχεσθαι δεῖ.
每当做了一个梦,他便奔走于解梦人、先知和鸟卜师之间,询问自己究竟该向哪一位男神或女神祈祷。
καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικὸς ʽἐὰν δὲ μὴ σχολάζῃ ἡ γυνή, μετὰ τῆς τίτθης’ καὶ τῶν παίδων.
为了领受秘仪,他每个月都带着妻子——如果妻子抽不出空,就带上乳母——以及孩子们去拜访奥菲斯教的秘仪传授者。
καὶ τῶν περιρραινομένων ἐπὶ θαλάττης ἐπιμελῶς δόξειεν ἂν εἶναι.4
他似乎属于那些在海边勤加沐浴净身之人。
κἄν ποτε ἐπίδῃ σκορόδῳ ἐστεμμένον τῶν ἐπὶ ταῖς τριόδοις, ἀπελθὼν κατὰ κεφαλῆς λούσασθαι καὶ ἱερείας καλέσας σκίλλῃ ἢ σκύλακι κελεῦσαι αὑτὸν περικαθᾶραι.
倘若他偶尔瞥见三岔路口的神像被饰以大蒜,便走开去,从头到脚淋浴,并召来女祭司,吩咐用海葱或幼犬为自己祓除不洁。
μαινόμενον δὲ ἰδὼν ἢ ἐπίληπτον φρίξας εἰς κόλπον πτύσαι.
如果看到疯子或癫痫病患者,他便毛骨悚然,朝着自己的衣襟吐唾沫。
- 16.1δειλία πρὸς τὸ δαιμόνιον
介词短语 πρὸς τὸ δαιμόνιον 修饰名词 δειλία,表示情感或态度所指向的对象,意为“对神圣之物的怯懦/恐惧”。
- 16.5τῶν λιπαρῶν λίθων τῶν ἐν ταῖς τριόδοις
属格短语 τῶν λιπαρῶν λίθων 受复合动词 καταχεῖν(倒下、浇上)支配,起接触或目标属格的作用,表示油所浇淋的对象。
- 16.7Ἑκάτης φάσκων ἐπαγωγὴν γεγονέναι
在“宾格加不定式”结构(ἐπαγωγὴν γεγονέναι)中,Ἑκάτης 作为名词 ἐπαγωγή 的属格修饰语(可作主格性属格“赫卡忒的降临/招引”,亦可作宾格性属格“召唤赫卡忒”),指巫术仪式中所引发的赫卡忒显灵或祟害。
- 16.13καὶ τῶν περιρραινομένων ἐπὶ θαλάττης ἐπιμελῶς δόξειεν ἂν εἶναι
名词化分词 τῶν περιρραινομένων 与 εἶναι 连用,作所属的表语属格(“他似乎属于那些在海边行净水礼之人的行列”)。副词 ἐπιμελῶς 修饰分词 περιρραινομένων,意为“极精细地净身之人”。
