← 泰奥弗拉斯托斯

性格论

§13.1-13.11

多管闲事的定义与爱揽闲事者的行径

泰奥弗拉斯托斯给出了“多管闲事”的定义,并列举了爱揽闲事者的种种典型表现,如承揽力不能及之事、胡乱反驳、插手打架与军政私事、违背医嘱灌酒等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ἀμέλει ἡ περιεργία δόξει εἶναι προσποίησίς τις λόγων καὶ πράξεων μετὰ εὐνοίας, ὁ δὲ περίεργος τοιοῦτός τις, οἷος ἐπαγγέλλεσθαι [ἀναστάς], ἃ μὴ δυνήσεται.

毫无疑问,多管闲事似乎是一种怀着好意而在言行上装腔作势地瞎操心,而多管闲事的人则是这样一种人:站起身来,大包大揽自己根本无能为力的事。

§13.3

καὶ ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἀνταναστὰς ἐλεγχθῆναι.1

在事情已被公认为公允合理时,他偏要站起来唱反调,结果被驳得体无完肤。

§13.4

καὶ πλείω δὲ ἐπαναγκάσαι τὸν παῖδα κεράσαι, ἢ ὅσα δύνανται οἱ παρόντες ἐκπιεῖν.

迫使家奴调制比在座众人所能喝下的还要多的酒。

§13.5

καὶ διείργειν τοὺς μαχομένους, καὶ οὓς οὐ γιγνώσκει.

前去拉开正在打架的人,哪怕对方全是他素不相识的人。

§13.6

καὶ ἀτραποῦ ἡγήσασθαι,2 εἶτα μὴ δύνασθαι εὑρεῖν, οὗ πορεύεται.

自告奋勇在小道上带路,随后却找不到自己要去的地方。

§13.7

καὶ τὸν στρατηγὸν προσελθὼν ἐρωτῆσαι, πότε μέλλει παρατάττεσθαι, καὶ τί μετὰ τὴν αὔριον παραγγελεῖ.

走上前去询问统帅,打算何时排兵布阵,以及后天会下达什么军令。

§13.8

καὶ προσελθὼν τῷ πατρὶ εἰπεῖν, ὅτι ἡ μήτηρ ἤδη καθεύδει ἐν τῷ δωματίῳ.

凑到父亲跟前禀报,说母亲已经在卧房里睡下了。

§13.9

καὶ ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον3 τῷ μαλακιζομένῳ, φήσας βούλεσθαι διάπειραν λαμβάνειν εὐτρεπίσαι τὸν κακῶς ἔχοντα.

在医生严禁给病患饮酒时,他却声称想做个试验,硬给病情严重的人灌酒。

§13.10

καὶ γυναικὸς δὲ τελευτησάσης ἐπιγράψαι ἐπὶ τὸ μνῆμα τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ αὐτῆς τῆς γυναικὸς τοὔνομα καὶ ποδαπή ἐστι, καὶ προσεπιγράψαι, ὅτι οὗτοι πάντες χρηστοὶ ἦσαν·

在某位妇人去世时,他在墓碑上刻下其丈夫、父亲、母亲以及该妇人本人的名字与籍贯,还附刻上一句:“这些人全都是贤德之辈。”

§13.11

καὶ ὀμνύναι μέλλων εἰπεῖν πρὸς τοὺς περιεστηκότας, ὅτι καὶ πρότερον πολλάκις ὀμώμοκα.

在即将宣誓之际,对围观的人群说道:“我以前也曾多次发过誓呢。”

语法注3 条
  1. 13.3ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἀνταναστὰς ἐλεγχθῆναι

    ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι 为属格独立结构(“当事情被公认为合理时”)。不定式 ἐλεγχθῆναι 承接前文人物性格描写的不定式句式,与副词性分词 ἀνταναστὰς 结合,表达“站起来唱反调以至于最终被驳倒”的结果。

  2. 13.6ἀτραποῦ ἡγήσασθαι

    动词 ἡγέομαι(“引路”、“导向”)支配属格名词 ἀτραποῦ,表示所带引的路径(“在小道上引路”),属于表示路径或范围的属格用法。

  3. 13.9ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον

    ἀπαγορεύοντος τοῦ ἰατροῦ 是属格独立结构。表示禁止的动词 ἀπαγορεύω 后面接由 ὅπως μή 引出、搭配将来时直陈式 δώσει 的宾语从句,表达“医生下令禁止给酒”的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:13.1-13.11