- 底本
- Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:14.1-14.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段给出了“迟钝”的定义,即言行中心灵的迟缓,并列举了迟钝者在日常生活中的种种愚钝表现,如算完账不知总数、忘记开庭日期、听闻友人死讯却道祝词等。
ἔστι δὲ ἡ ἀναισθησία, ὡς ὅρῳ εἰπεῖν,1 βραδυτὴς ψυχῆς ἐν λόγοις καὶ πράξεσιν,
简言之,迟钝乃是言行举止中心灵的迟缓;
ὁ δὲ ἀναίσθητος τοιοῦτός τις, οἷος λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας ἐρωτᾶν τὸν παρακαθήμενον· τί γίγνεται ;
迟钝的人则是这样一种人:用算石算好账并算出总额后,却向坐在身旁的人问道: “算出来是多少 ?”
καὶ δίκην φεύγων καὶ ταύτην εἰσιέναι μέλλων2 ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι.
在自己身为诉讼被告且即将就该案出庭时,他却忘得一干二净,跑到了乡下田地里。
καὶ θεωρῶν ἐν τῷ θεάτρῳ μόνος καταλείπεσθαι καθεύδων. καὶ πολλὰ φαγών,
在剧场观看演出时,他酣然睡去,被独自抛在剧场中。又或者大饱口福之后,
τῆς νυκτὸς ἀναστὰς ὡς ἐπὶ θάκου ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι.
半夜起身去上厕所,却被邻居家的狗给咬了。
καὶ λαβών τι καὶ ἀποθεὶς αὐτός, τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν.
自己亲手收下并放好的东西,却到处找也找不着。
καὶ ἀπαγγέλλοντος αὐτῷ, ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας εἰπεῖν· ἀγαθῇ τύχῃ.3
当有人向他通报他的一位朋友去世、请他前去吊唁时,他愁容满面,流着泪说道: “大吉大利!”
δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν.
而在收回别人欠他的钱款时,他也非要拉上证人在场。
καὶ χειμῶνος ὄντος μάχεσθαι τῷ παιδί, ὅτι σικύους οὐκ ἠγόρασεν.
隆冬时节,他却责骂身边的家奴,怪他没有买黄瓜。
καὶ τὰ παιδία ἑαυτοῦ παλαίειν ἀναγκάζων καὶ τροχάζειν [καὶ] εἰς κόπον ἐμβαλεῖν.
强迫自己的孩子练习摔跤和赛跑,致使他们精疲力竭。
καὶ ἐν ἀγρῷ αὐτὸς φακῆν ἕψων δὶς ἅλας εἰς τὴν χύτραν ἐμβαλὼν ἄβρωτον ποιῆσαι.
在乡下自己煮扁豆汤时,往锅里撒了两次盐,把汤弄得咸得无法下咽。
καὶ ὕοντος τοῦ Διὸς εἰπεῖν· ἡδύ γε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης.4
在天降大雨时说道: “星辰的气味真甘美啊”——他这样认为, 而别人其实说的是“一股沥青味”。
καὶ λέγοντός τινος· πόσους οἴει κατὰ τὰς Ἱερὰς πύλας ἐξενηνέχθαι νεκρούς; πρὸς τοῦτον εἰπεῖν· ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.5
当有人问道: “你觉得从神圣门抬出去的死尸有多少具?” 他竟对那人说道: “但愿你我身上也能降临这么多!”
- 14.1ὡς ὅρῳ εἰπεῖν
带有 ὡς 的绝对不定式结构(限定用法),意为“用定义来说”或“若下定义而言”,是给出定义时的惯用表达。ὅρῳ 为方式或手段与格。
- 14.3ταύτην εἰσιέναι μέλλων
与 δίκην φεύγων 并列的分词短语。阳性主格单数分词 μέλλων 以被告本人为主语,ταύτην(指该起诉讼)是不定式 εἰσιέναι 的同源宾语(内宾语);εἰσιέναι 在此为法律术语,指当事人就某案“进入法庭”(出庭受审)。整句指“即将就该诉讼出庭之时”。
- 14.7ἀγαθῇ τύχῃ
传统的与格祈福套语(ἀγαθὴ τύχη),意为“祝大吉大利”或“愿好运常伴”。通常用于吉庆场合或决议开头以求吉祥,在此竟脱口用于友人丧报之时,极度突显了该人物的不谙事理与麻木迟钝。
- 14.12ἡδύ γε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης
文本传统中争议颇多的难解句。在属格独立结构 ὕοντος τοῦ Διὸς(当下雨时)之后,感叹“ἡδύ γε(真甘美啊)”由“τῶν ἄστρων νομίζει(他以为是星辰之气)”予以说明,后接 ὅτι 引导的从句形成对比(而别人说的其实是“一股沥青味/像沥青一样黑”)。属格 τῶν ἄστρων 与 πίσσης 均承接了省略的感官动词(如 ὄζειν),表性质或知觉属格。
- 14.13ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.
由 γένοιντο 构成的独立愿望希求法。针对城门抬出死尸数量的询问,他答以“但愿有那么多数目的尸体降临到你我身上”,无意中对自己和对方发出了极度不祥的灾难性诅咒。
