← 泰奥弗拉斯托斯

性格论

§12.1-12.15

不合时宜的定义与不顾场合的失当举止

将“不合时宜”定义为一种烦扰他人的交往方式,并罗列了诸如在人忙碌时硬要商议事情、在婚礼上抨击女性等不顾场合与他人处境的失当举止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἡ μὲν οὖν ἀκαιρία ἐστὶν ἐπίτευξις λυποῦσα τοὺς ἐντυγχάνοντας, ὁ δὲ ἄκαιρος τοιοῦτός τις,

所谓不合时宜,是指一种令与之相遇之人感到困扰的交往方式,而不识时务的人则是这样一种人:

οἷος ἀσχολουμένῳ προσελθὼν ἀνακοινοῦσθαι.

在别人忙得不可开交时凑上前去与人商议事情。

καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην κωμάζειν πυρέττουσαν.

在情妇发高烧时,偏要去她家寻欢作乐。

καὶ δίκην ὠφληκότα ἐγγύης1 προσελθὼν κελεῦσαι αὑτὸν ἀναδέξασθαι.2

看到别人刚因作担保而在诉讼中败诉,便走上前去求对方为自己作保。

5

καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου.

案件已经审理结案,他才跑来要出庭作证。

καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν.

应邀参加婚礼,却在大席上抨击指责全体女性。

καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι παρακαλεῖν εἰς περίπατον.

人家刚出远门归来,他便邀请对方一同去散步。

δεινὸς δὲ καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι.καὶ ἀκηκοότας

他也擅长在别人已经把东西卖掉之后,又带去一个出价更高的买主。

10

καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων.3

对于早已听过且明白事理的人,他偏要站起身来从头给人说教一番。

καὶ πρόθυμος δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι.4

对于某人虽不情愿其发生却又羞于开口拒绝的事情,他偏要热心肠地代为主持办理。

καὶ θύοντας καὶ ἀναλίσκοντας ἥκειν τόκον ἀπαιτήσων. καὶ μαστιγουμένου οἰκέτου παρεστὼς διηγεῖσθαι,

人家正在献祭破费开销之际,他却跑来催讨利息。在家奴挨鞭笞时,他站在一旁絮叨,

ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτως πληγὰς λαβὼν ἀπήγξατο.

说自己过去也有个小厮这样挨了打便上吊自尽了。

καὶ παρὼν διαίτῃ συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι.

在出席仲裁调解时,双方本都希望和解,他却在中间挑拨离间。

15

καὶ ὀρχησόμενος ἅψασθαι ἑτέρου μηδέπω μεθύοντος.

自己想要跳舞,便一把拉住另一个尚未喝醉的人。

语法注4 条
  1. 12.4δίκην ὠφληκότα ἐγγύης

    动词 ὀφλισκάνω(败诉、受罚)支配的双重补足语结构。宾格 δίκην 表示败诉的诉讼案件,属格 ἐγγύης 表示起诉的案由或原因(“因担保之故”)。

  2. 12.4κελεῦσαι αὑτὸν ἀναδέξασθαι

    不定词结构中代词 αὑτόν 的指代。该反身代词指代主要动作的主体(即不识时务者本人),与不定词 ἀναδέξασθαι(担当担保)连用,意为催促那位刚败诉的人为“自己”(不识时务者)承担保证责任。

  3. 12.9ἀκηκοότας καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων

    不定词 ἀνίστασθαι(起立)由分词 διδάσκων(教导)作伴随方式修饰,句首的完成时宾格分词 ἀκηκοότας καὶ μεμαθηκότας(那些已经听过并明了的人)则是 διδάσκων 的直接宾语,因修辞前置于句首。

  4. 12.11ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι

    关系代词 ἅ 在关系从句中兼具双重功能:既作为前半句不定词 γενέσθαι 的主语(“某人不希望发生的事”),又作为后半句 ἀπείπασθαι 的宾语(“却又羞于开口拒绝的事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:12.1-12.15