← 泰奥弗拉斯托斯

性格论

§11.1-11.8

粗鄙的定义与当众做出无耻行径者的丑态

本文给出了粗鄙下流(令人作呕的无耻行径)的定义,并列举了此人当众露体、扰乱剧场、在集市胡作非为以及向败诉者不合时宜地道喜等种种丑态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

οὐ χαλεπὸν δέ ἐστι τὴν βδελυρίαν διορίσασθαι· ἔστι γὰρ παιδιὰ ἐπιφανὴς καὶ ἐπονείδιστος, ὁ δὲ βδελυρὸς τοιοῦτός τις, οἷος ἀπαντήσας γυναιξὶν ἐλευθέραις ἀνασυράμενος δεῖξαι τὸ αἰδοῖον.

要为粗鄙下流下定义并不困难;因为这是一种引人注目且可耻的嬉闹举止,而粗鄙之徒则是这样一种人:遇见自由身份的妇女时,他会掀起衣袍露出下体。

§11.3

καὶ ἐν θεάτρῳ κροτεῖν, ὅταν οἱ ἄλλοι παύωνται, καὶ συρίττειν, οὓς ἡδέως θεωροῦσιν οἱ λοιποί· καὶ ὅταν σιωπήσῃ τὸ θέατρον, ἀνακύψας ἐρυγεῖν, ἵνα τοὺς καθημένους ποιήσῃ μεταστραφῆναι.1

在剧场里,别人停下鼓掌时他偏要鼓掌,对别人正津津有味地观看的人他偏要喝倒彩;当剧场一片寂静时,他扬起头打饱嗝,引得在座的人纷纷转过身来看他。

§11.4

καὶ πληθούσης τῆς ἀγορᾶς προσελθὼν πρὸς τὰ κάρυα ἢ τὰ μύρτα ἢ τὰ ἀκρόδρυα ἑστηκὼς τραγηματίζεσθαι, ἅμα τῷ πωλοῦντι προσλαλῶν· καὶ καλέσαι δὲ τῶν παρόντων ὀνομαστί τινα, ᾧ μὴ συνήθης ἐστί.

当集市人头攒动时,他走近坚果、香桃木浆果或鲜果摊位,站在那里一边嚼食一边跟摊贩闲扯;他还当场直呼某个与自己素不相识之人的名字。

§11.5

καὶ σπεύδοντας δέ που ὁρῶν περιμεῖναι κελεῦσαι.

看到别人急匆匆地赶路,他偏要叫人家停下来等一等。

§11.6

καὶ ἡττωμένῳ δὲ μεγάλην δίκην ἀπιόντι ἀπὸ τοῦ δικαστηρίου προσελθεῖν καὶ συνησθῆναι.2

有人刚打输了一场重大官司从法庭走出来,他便迎上前去向对方道喜祝贺。

§11.7

καὶ ὀψωνεῖν ἑαυτῷ καὶ αὐλητρίδας μισθοῦσθαι καὶ δεικνύειν δὲ τοῖς ἀπαντῶσι τὰ ὠψωνημένα καὶ παρακαλεῖν ἐπὶ ταῦτα.3

他为自己采买精美吃食,雇请吹笛女,向路遇的人炫耀买来的东西,并邀请他们一同享用。

§11.8

καὶ διηγεῖσθαι προσστὰς πρὸς κουρεῖον ἢ μυροπώλιον, ὅτι μεθύσκεσθαι μέλλει.

他站在理发店或香料铺前,四处宣扬自己正准备去大醉一场。

语法注3 条
  1. 11.3ἀνακύψας ἐρυγεῖν, ἵνα τοὺς καθημένους ποιήσῃ μεταστραφῆναι

    分词 ἀνακύψας 表示发生在不定式 ἐρυγεῖν 之前的伴随动作(“昂起头打嗝”)。ἵνα 从句中的 ποιήσῃ 作使役动词,带不定式 μεταστραφῆναι(被动态不定式)及宾格主语 τοὺς καθημένους,表示“使得在座的人转过身来”。

  2. 11.6ἡττωμένῳ δὲ μεγάλην δίκην ἀπιόντι ἀπὸ τοῦ δικαστηρίου προσελθεῖν καὶ συνησθῆναι

    与格分词短语 ἡττωμένῳ ... ἀπιόντι 是动词 προσελθεῖν 和 συνησθῆναι 的间接宾语。μεγάλην δίκην 作为同族宾格/内在宾格与动词 ἡττάομαι 搭配,意为“在重大诉讼中败诉”。动词 συνήδομαι 本义为“同喜、祝贺”,在此处表现其向刚刚惨败退庭者道喜,极显无礼与乖张。

  3. 11.7παρακαλεῖν ἐπὶ ταῦτα

    介词短语 ἐπὶ ταῦτα 中的代词 ταῦτα 指代上文的 τὰ ὠψωνημένα(所采买的珍馐佳肴),全句意为“邀请他们一道享用这些吃食”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:11.1-11.8