← 泰奥弗拉斯托斯

性格论

§0.1-0.5

人性多样性的观察与写作目的

作者感慨希腊人同处相同气候与教育却品性各异,宣布将基于自己终生的人性观察按类别记述各种性格以教益后人,并决定首先探讨“装糊涂”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0.1

ἤδη μὲν καὶ πρότερον πολλάκις ἐπιστήσας τὴν διάνοιαν ἐθαύμασα, ἴσως δὲ οὐδὲ παύσομαι θαυμάζων, τί γὰρ δήποτε,1 τῆς Ἑλλάδος ὑπὸ τὸν αὐτὸν ἀέρα κειμένης καὶ πάντων τῶν Ἑλλήνων ὁμοίως παιδευομένων, συμβέβηκεν ἡμῖν οὐ τὴν αὐτὴν τάξιν τῶν τρόπων ἔχειν.

此前我已多次用心思考并感到惊异,也许我永远不会停止惊异:全希腊既然处于相同的气候之下,所有的希腊人又接受着相同的教育,究竟是何缘故,我们竟未拥有相同的品性结构。

§0.2

ἐγὼ γάρ, ὦ Πολύκλεις, συνθεωρήσας ἐκ πολλοῦ χρόνου τὴν ἀνθρωπίνην φύσιν καὶ βεβιωκὼς ἔτη ἐνενήκοντα ἐννέα, ἔτι δὲ ὡμιληκὼς πολλαῖς τε καὶ παντοδαπαῖς φύσεσι καὶ παρατεθεαμένος ἐξ ἀκριβείας πολλῆς τούς τε ἀγαθοὺς τῶν ἀνθρώπων καὶ τοὺς φαύλους ὑπέλαβον δεῖν συγγράψαι, ἃ ἑκάτεροι αὐτῶν ἐπιτηδεύουσιν ἐν τῷ βίῳ.

因为我,波吕克勒斯啊,长期观察人性,已活了九十九岁,加之与众多形形色色品性的人交往,并极严密地细致观察了人世间的善者与恶者,因而我认为应当记述下他们各自在生活中所行之事。

§0.3

ἐκθήσω δέ σοι κατὰ γένος, ὅσα τε τυγχάνει γένη τρόπων τούτοις προσκείμενα καὶ ὃν τρόπον τῇ οἰκονομίᾳ χρῶνται· ὑπολαμβάνω γάρ, ὦ Πολύκλεις, τοὺς υἱεῖς ἡμῶν βελτίους ἔσεσθαι, καταλειφθέντων αὐτοῖς ὑπομνημάτων τοιούτων, οἷς παραδείγμασι χρώμενοι αἱρήσονται τοῖς εὐσχημονεστάτοις συνεῖναί τε καὶ ὁμιλεῖν, ὅπως μὴ καταδεέστεροι ὦσιν αὐτῶν.

我将按类别向你阐述,他们身上具有哪些类型的品性,以及他们以何种方式处事生活;因为我认为,波吕克勒斯啊,如果给我们的儿子们留下这样的记录,他们将会变得更好,他们以此为榜样,将选择与最有教养的人交往共处,以免逊色于他们。

§0.4

τρέψομαι δὲ ἤδη ἐπὶ τὸν λόγον· σὸν δὲ παρακολουθῆσαί τε ὀρθῶς2 καὶ εἰδῆσαι, εἰ ὀρθῶς λέγω. πρῶτον μὲν οὖν ποιήσομαι τὸν λόγον ἀπὸ τῶν τὴν εἰρωνείαν ἐζηλωκότων, ἀφεὶς τὸ προοιμιάζεσθαι καὶ πολλὰ περὶ τοῦ πράγματος λέγειν· καὶ ἄρξομαι πρῶτον ἀπὸ τῆς εἰρωνείας καὶ ὁριοῦμαι αὐτήν, εἶθʼ οὕτως τὸν εἴρωνα διέξειμι, ποῖός τίς ἐστι3 καὶ εἰς τίνα τρόπον κατενήνεκται· καὶ τὰ ἄλλα δὴ τῶν παθημάτων, ὥσπερ ὑπεθέμην, πειράσομαι κατὰ γένος φανερὰ καθιστάναι.

现在我就转入正题;而你的职责是准确跟从并判断我所说的是否正确。因此,我首先将从热衷于装糊涂的人讲起,不再作冗长的前言,也不再对此事多加饶舌;我将首先从装糊涂开始并予以定义,随后以此方式详述装糊涂者是怎样一种人,以及他堕入了何种行径;至于其他诸种性情,我也将如我所预定的那样,努力按类别予以阐明。

语法注3 条
  1. 0.1τί γὰρ δήποτε

    引导间接疑问句的短语。γάρ 在带有强烈困惑或惊异语气的疑问中起强调作用,相当于“究竟为什么”,解释主句动词 ἐθαύμασα 所感惊异的具体内容。

  2. 0.4σὸν δὲ παρακολουθῆσαί τε ὀρθῶς

    物主代词 σόν 后省略系动词 ἐστίν 的表语结构,意为“……是你的责任/事情”。后面的不定式 παρακολουθῆσαι 与 εἰδῆσαι 充当该句的真正主语。

  3. 0.5τὸν εἴρωνα διέξειμι, ποῖός τίς ἐστι

    预提结构(prolepsis)。间接疑问节(ποῖός τίς ἐστι)的逻辑主语 τὸν εἴρωνα 被提前作为主句动词 διέξειμι 的直接宾语,意即“我将详述装糊涂者是怎样的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:0.1-0.5