- 底本
- Aristotle. Aristotelis De arte poetica liber. Kassel, Rudolf, editor. Oxford, UK: Clarendon Press, 1965 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:11.1-11.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
亚里士多德定义了悲剧学说的三个情节组成部分:突转(peripeteia)、发现(anagnorisis)和苦难(pathos),并结合实例阐述了它们各自的特征。
ἔστι δὲ περιπέτεια μὲν ἡ εἰς τὸ ἐναντίον τῶν πραττομένων μεταβολὴ καθάπερ εἴρηται, καὶ τοῦτο δὲ ὥσπερ λέγομεν κατὰ τὸ εἰκὸς ἢ ἀναγκαῖον, οἷον ἐν τῷ Οἰδίποδι ἐλθὼν ὡς εὐφρανῶν τὸν Οἰδίπουν καὶ ἀπαλλάξων τοῦ πρὸς τὴν μητέρα φόβου, δηλώσας ὃς ἦν, τοὐναντίον ἐποίησεν· καὶ ἐν τῷ Λυγκεῖ ὁ μὲν ἀγόμενος ὡς ἀποθανούμενος, ὁ δὲ Δαναὸς ἀκολουθῶν ὡς ἀποκτενῶν, τὸν μὲν συνέβη ἐκ τῶν πεπραγμένων ἀποθανεῖν, τὸν δὲ σωθῆναι.1
所谓突转(peripeteia),如前所述,是指正在进行的行动向相反方向的转变,而且正如我们所说,这也是按照可信律或必然律发生的。例如在《俄狄浦斯》中,[使者]来本想取悦俄狄浦斯并消除他对母亲的恐惧,但揭示了自己的身份后,却起到了相反的作用;又如在《林叩斯》中,一方被带走准备处死,而达瑙斯跟着去准备杀死他,但由于既成的事实,结果却是后者死而前者获救。
ἀναγνώρισις δέ, ὥσπερ καὶ τοὔνομα σημαίνει, ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολή, ἢ εἰς φιλίαν ἢ εἰς ἔχθραν, τῶν πρὸς εὐτυχίαν ἢ δυστυχίαν ὡρισμένων·2
发现(anagnorisis)顾名思义,是指从无知到知晓的转变,它在那些被注定要获得幸福或遭遇不幸的人们之间,导向友爱或敌意。
καλλίστη δὲ ἀναγνώρισις, ὅταν ἅμα περιπετείᾳ γένηται, οἷον ἔχει ἡ ἐν τῷ Οἰδίποδι.
最美的发现是与突转同时发生的发现,例如《俄狄浦斯》中的那一次。
εἰσὶν μὲν οὖν καὶ ἄλλαι ἀναγνωρίσεις· καὶ γὰρ πρὸς ἄψυχα καὶ τὰ τυχόντα † ἐστὶν ὥσπερ εἴρηται συμβαίνει † καὶ εἰ πέπραγέ τις ἢ μὴ πέπραγεν ἔστιν ἀναγνωρίσαι.
固然也有其他种类的发现;因为,如前所述,对于无生命之物和偶然的事物[也可能发生发现],而且也可以去发现某人是否做过某事。
ἀλλ’ ἡ μάλιστα τοῦ μύθου καὶ ἡ μάλιστα τῆς πράξεως ἡ εἰρημένη ἐστίν· ἡ γὰρ τοιαύτη ἀναγνώρισις καὶ περιπέτεια ἢ ἔλεον ἕξει ἢ φόβον (οἵων πράξεων ἡ τραγῳδία μίμησις ὑπόκειται), ἐπειδὴ καὶ τὸ ἀτυχεῖν καὶ τὸ εὐτυχεῖν ἐπὶ τῶν τοιούτων συμβήσεται.
但是,最属于情节、最属于行动的发现,是上述的那种发现。因为,这样的发现与突转将产生怜悯或恐惧(悲剧被假定是对这类行动的模仿),因为不幸与幸福都将在这类事情中产生。
ἐπεὶ δὴ ἡ ἀναγνώρισις τινῶν3 ἐστιν ἀναγνώρισις, αἱ μέν εἰσι θατέρου πρὸς τὸν ἕτερον μόνον, ὅταν ᾖ δῆλος ἅτερος τίς ἐστιν, ὁτὲ δὲ ἀμφοτέρους δεῖ ἀναγνωρίσαι, οἷον ἡ μὲν Ἰφιγένεια τῷ Ὀρέστῃ ἀνεγνωρίσθη ἐκ τῆς πέμψεως τῆς ἐπιστολῆς, ἐκείνου δὲ πρὸς τὴν Ἰφιγένειαν ἄλλης ἔδει ἀναγνωρίσεως.
既然发现是某些人之间的发现,有时由于一方的身份已经是显然的,便只需一方对另一方的发现;但有时则需要双方互相发现。例如,伊菲革涅亚是因为寄信而为奥瑞斯特斯所发现,但奥瑞斯特斯要为伊菲革涅亚所发现,则需要另外的发现。
δύο μὲν οὖν τοῦ μύθου μέρη ταῦτ’ ἐστί, περιπέτεια καὶ ἀναγνώρισις· τρίτον δὲ πάθος. τούτων δὲ περιπέτεια μὲν καὶ ἀναγνώρισις εἴρηται, πάθος δέ ἐστι πρᾶξις φθαρτικὴ ἢ ὀδυνηρά, οἷον οἵ τε ἐν τῷ φανερῷ θάνατοι καὶ αἱ περιωδυνίαι καὶ τρώσεις καὶ ὅσα τοιαῦτα.
因此,情节的这两个部分就是突转与发现;第三个部分是苦难(pathos)。在这些部分中,突转和发现已经谈过了。苦难是一种毁灭性或痛苦的行动,例如公开的死亡、剧烈的痛苦、受伤以及所有此类事情。
- 1452a25τὸν μὲν συνέβη ἐκ τῶν πεπραγμένων ἀποθανεῖν, τὸν δὲ σωθῆναι
该句开头采用主格分词充当主语(ὁ μὲν ἀγόμενος... ὁ δὲ Δαναὸς...),但随着主动词 συνέβη 的引入,句式发生了破格(anacoluthon),转为“对格加不定式”结构(τὸν μὲν... ἀποθανεῖν, τὸν δὲ σωθῆναι)。此外,结合该剧的实际结局(林叩斯获救,达瑙斯死亡),指示对象发生了倒置:τὸν μὲν(前者,即林叩斯)实际上“获救”,而 τὸν δὲ(后者,即达瑙斯)则是“死亡”,文法在叙述时将两者的结局顺序进行了反向处理。
- 1452a30τῶν πρὸς εὐτυχίαν ἢ δυστυχίαν ὡρισμένων
属于关系属格或限定名词修饰的属格,修饰前文的 φιλίαν ἢ εἰς ἔχθραν(友爱或敌意)。它限定了这种爱憎关系是发生在“那些”注定获得好运或遭遇厄运的人们之间的。
- 1452b1τινῶν
属于宾格性(目的格)属格,修饰名词 ἀναγνώρισις,意为“对某些特定人物(身份)的发现”。它为下文关于特定戏剧人物之间单向或双向发现的讨论作了铺垫。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
