- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
本章节讨论了社交和共同生活中的无名德性,它最类似于友爱。通过将其与过度的阿谀或谄媚以及不足的乖僻进行对比,作者阐明了处于中间状态的人会根据高尚与有益来决定是取悦他人还是带来痛苦。
ἐν δὲ ταῖς ὁμιλίαις καὶ τῷ συζῆν καὶ λόγων καὶ πραγμάτων κοινωνεῖν οἳ μὲν ἄρεσκοι δοκοῦσιν εἶναι, οἱ πάντα πρὸς ἡδονὴν ἐπαινοῦντες καὶ οὐθὲν ἀντιτείνοντες, ἀλλʼ οἰόμενοι δεῖν ἄλυποι τοῖς ἐντυγχάνουσιν εἶναι· οἱ δʼ ἐξ ἐναντίας τούτοις πρὸς πάντα ἀντιτείνοντες καὶ τοῦ λυπεῖν οὐδʼ ὁτιοῦν φροντίζοντες δύσκολοι καὶ δυσέριδες καλοῦνται. ὅτι μὲν οὖν αἱ εἰρημέναι ἕξεις ψεκταί εἰσιν, οὐκ ἄδηλον, καὶ ὅτι ἡ μέση τούτων ἐπαινετή, καθʼ ἣν ἀποδέξεται ἃ δεῖ καὶ ὡς δεῖ, ὁμοίως δὲ καὶ δυσχερανεῖ· ὄνομα δʼ οὐκ ἀποδέδοται αὐτῇ τι, ἔοικε δὲ μάλιστα φιλίᾳ. τοιοῦτος γάρ ἐστιν ὁ κατὰ τὴν μέσην ἕξιν οἷον βουλόμεθα λέγειν τὸν ἐπιεικῆ φίλον, τὸ στέργειν προσλαβόντα.1 διαφέρει δὲ τῆς φιλίας, ὅτι ἄνευ πάθους ἐστὶ καὶ τοῦ στέργειν οἷς ὁμιλεῖ· οὐ γὰρ τῷ φιλεῖν ἢ ἐχθαίρειν ἀποδέχεται ἕκαστα ὡς δεῖ, ἀλλὰ τῷ τοιοῦτος εἶναι. ὁμοίως γὰρ πρὸς ἀγνῶτας καὶ γνωρίμους καὶ συνήθεις καὶ ἀσυνήθεις αὐτὸ ποιήσει, πλὴν καὶ ἐν ἑκάστοις ὡς ἁρμόζει· οὐ γὰρ ὁμοίως προσήκει συνήθων καὶ ὀθνείων φροντίζειν, οὐδʼ αὖ λυπεῖν. καθόλου μὲν οὖν εἴρηται ὅτι ὡς δεῖ ὁμιλήσει, ἀναφέρων δὲ πρὸς τὸ καλὸν καὶ τὸ συμφέρον στοχάσεται τοῦ μὴ λυπεῖν ἢ συνηδύνειν. ἔοικε μὲν γὰρ περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἐν ταῖς ὁμιλίαις γινομένας· τούτων δʼ ὅσας μὲν αὐτῷ ἐστὶ μὴ καλὸν ἢ βλαβερὸν συνηδύνειν, δυσχερανεῖ, καὶ προαιρήσεται λυπεῖν· κἂν τῷ ποιοῦντι δʼ ἀσχημοσύνην φέρῃ,2 καὶ ταύτην μὴ μικράν, ἢ βλάβην, ἡ δʼ ἐναντίωσις μικρὰν λύπην, οὐκ ἀποδέξεται ἀλλὰ δυσχερανεῖ. διαφερόντως δʼ ὁμιλήσει τοῖς ἐν ἀξιώμασι καὶ τοῖς τυχοῦσι, καὶ μᾶλλον ἢ ἧττον γνωρίμοις, ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας διαφοράς, ἑκάστοις ἀπονέμων τὸ πρέπον, καὶ καθʼ αὑτὸ μὲν αἱρούμενος τὸ συνηδύνειν, λυπεῖν δʼ εὐλαβούμενος, τοῖς δʼ ἀποβαίνουσιν, ἐὰν ᾖ μείζω, συνεπόμενος,3 λέγω δὲ τῷ καλῷ καὶ τῷ συμφέροντι. καὶ ἡδονῆς δʼ ἕνεκα τῆς εἰσαῦθις μεγάλης μικρὰ λυπήσει. ὁ μὲν οὖν μέσος τοιοῦτός ἐστιν, οὐκ ὠνόμασται δέ· τοῦ δὲ συνηδύνοντος ὁ μὲν τοῦ ἡδὺς εἶναι στοχαζόμενος μὴ διά τι ἄλλο ἄρεσκος, ὁ δʼ ὅπως ὠφέλειά τις αὑτῷ γίνηται εἰς χρήματα καὶ ὅσα διὰ χρημάτων, κόλαξ· ὁ δὲ πᾶσι δυσχεραίνων εἴρηται ὅτι δύσκολος καὶ δύσερις. ἀντικεῖσθαι δὲ φαίνεται τὰ ἄκρα ἑαυτοῖς διὰ τὸ ἀνώνυμον εἶναι τὸ μέσον.
然而在社交、共同生活以及语言与行动的交往中,一些人似乎是阿谀者,他们为了取悦他人而赞美一切,从不反对任何事,认为自己应当不给所遇到的人带来任何痛苦;而与此相反,那些反对一切、丝毫不介意带来痛苦的人,则被称为乖僻者和好争吵者。显然,上述品性状态是应受非难的,而它们中间的状态是值得赞美的,凭此人们将以应有的方式接受应当接受的事物,同样也会表示不快。虽然它尚未被赋予名称,但它最类似于友谊。因为处于中间状态的人,正是我们所说的一个高尚的朋友加上了情爱。但它与友谊的不同之处在于,它不带激情,也不对交往的人怀有情爱。因为他并不是因为爱或恨才以应有的方式接受一切,而是因为他是这样的人。因为不论是对陌生人还是熟人,对亲近的人还是不亲近的人,他都会同样这样做,只是在不同情况下会以合宜的方式进行。因为同样地对待亲友和陌生人,或者同样地让他们感到痛苦,都是不合宜的。总的来说,我们已经说过他将以应有的方式交往,但通过参照高尚与有益,他将致力于不带来痛苦或共同提供快乐。因为这一状态似乎关乎社交中发生的快乐与痛苦。在这些社交快乐中,凡是与他人同乐对他而言是不高尚或有害的,他就会表示不快,并宁愿选择带来痛苦。而如果同乐会给做出该行为的人带来不体裁,且这不体裁不小,或者带来危害,而反对只带来微小的痛苦,他便不会接受,而是会表示不快。他与有地位的人和普通人的交往将有所不同,与熟稔程度不同的人交往也是如此,同样也会根据其他的差异,对每个人分派其所适宜的对待,并且他自身虽然选择共同提供快乐,而避免带来痛苦,但如果后果更为重大,他也会顺从后果——我指的是高尚和有益。为了将来更大的快乐,他也会带来微小的痛苦。因此,中间的人具有这样的特征,但尚未被命名。在共同提供快乐的人中,那不因其他原因而只求讨人喜欢的人是阿谀者,而那为了在金钱或可用金钱购得的事物上获取自身利益的人是谄媚者。而对一切都表示不快的人,正如已经说过的,是乖僻者和好争吵者。由于中间状态是无名的,两极似乎显得互相对立。
- 1126b21τὸ στέργειν προσλαβόντα
对格分词 προσλαβόντα 与主句的对格名词 τὸν ἐπιεικῆ φίλον 一致。该句意为“如果他加上情爱”,表明这一中庸状态的品质就像一位高尚的朋友加上了亲密的情感联结(而中庸本身是不带这种情感的)。
- 1126b33κἂν τῷ ποιοῦντι δʼ ἀσχημοσύνην φέρῃ
这是一个条件从句,其中 κἄν 是 καὶ ἐάν 的缩写。φέρῃ 的主语是上下文中的取悦行为。与格分词 τῷ ποιοῦντι 指“做出该行为的人”(行为者),整句意为“即使[取悦他人]给做出该行为的人自己带来不体裁”。
- 1127a3τοῖς δʼ ἀποβαίνουσιν, ἐὰν ᾖ μείζω, συνεπόμενος
分词 συνεπόμενος 与主句主语一致。τοῖς ἀποβαίνουσιν 是中性复数与格分词的实质性用法,意为“后果”。条件从句 ἐὰν ᾖ μείζω(“如果它们更大/更重要”)修饰这些后果,意味着如果后果(如高尚或有益的结果)比眼前的快乐或痛苦更重大,他就会顺从后果。
