- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
本节讨论了关于愤怒的中庸——“温和”,并分析了其过度(如易怒、暴躁、阴郁、刻薄)与不足(如无怒)的具体特征,同时也指出了在具体情境中界定中庸的困难。
πραότης δʼ ἐστὶ μεσότης περὶ ὀργάς· ἀνωνύμου δʼ ὄντος τοῦ μέσου, σχεδὸν δὲ καὶ τῶν ἄκρων, ἐπὶ τὸ μέσον τὴν πραότητα φέρομεν, πρὸς τὴν ἔλλειψιν ἀποκλίνουσαν, ἀνώνυμον οὖσαν.1 ἡ δʼ ὑπερβολὴ ὀργιλότης τις λέγοιτʼ ἄν. τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, τὰ δʼ ἐμποιοῦντα πολλὰ καὶ διαφέροντα. ὁ μὲν οὖν ἐφʼ οἷς δεῖ καὶ οἷς δεῖ ὀργιζόμενος, ἔτι δὲ καὶ ὡς δεῖ καὶ ὅτε καὶ ὅσον χρόνον, ἐπαινεῖται· πρᾶος δὴ οὗτος ἂν εἴη, εἴπερ ἡ πραότης ἐπαινεῖται. βούλεται γὰρ ὁ πρᾶος ἀτάραχος εἶναι καὶ μὴ ἄγεσθαι ὑπὸ τοῦ πάθους, ἀλλʼ ὡς ἂν ὁ λόγος τάξῃ, οὕτω καὶ ἐπὶ τούτοις καὶ ἐπὶ τοσοῦτον χρόνον χαλεπαίνειν· ἁμαρτάνειν δὲ δοκεῖ μᾶλλον ἐπὶ τὴν ἔλλειψιν· οὐ γὰρ τιμωρητικὸς ὁ πρᾶος, ἀλλὰ μᾶλλον συγγνωμονικός. ἡ δʼ ἔλλειψις, εἴτʼ ἀοργησία τίς ἐστιν εἴθʼ ὅ τι δή ποτε, ψέγεται. οἱ γὰρ μὴ ὀργιζόμενοι ἐφʼ οἷς δεῖ ἠλίθιοι δοκοῦσιν εἶναι, καὶ οἱ μὴ ὡς δεῖ μηδʼ ὅτε μηδʼ οἷς δεῖ· δοκεῖ γὰρ οὐκ αἰσθάνεσθαι οὐδὲ λυπεῖσθαι, μὴ ὀργιζόμενός τε οὐκ εἶναι ἀμυντικός, τὸ δὲ προπηλακιζόμενον ἀνέχεσθαι καὶ τοὺς οἰκείους περιορᾶν ἀνδραποδῶδες. ἡ δʼ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται (καὶ γὰρ οἷς οὐ δεῖ, καὶ ἐφʼ οἷς οὐ δεῖ, καὶ μᾶλλον ἢ δεῖ, καὶ θᾶττον, καὶ πλείω χρόνον), οὐ μὴν ἅπαντά γε τῷ αὐτῷ ὑπάρχει. οὐ γὰρ ἂν δύναιτʼ εἶναι· τὸ γὰρ κακὸν καὶ ἑαυτὸ ἀπόλλυσι, κἂν ὁλόκληρον ᾖ, ἀφόρητον γίνεται. οἱ μὲν οὖν ὀργίλοι ταχέως μὲν ὀργίζονται καὶ οἷς οὐ δεῖ καὶ ἐφʼ οἷς οὐ δεῖ καὶ μᾶλλον ἢ δεῖ, παύονται δὲ ταχέως· ὃ καὶ βέλτιστον ἔχουσιν. συμβαίνει δʼ αὐτοῖς τοῦτο, ὅτι οὐ κατέχουσι τὴν ὀργὴν ἀλλʼ ἀνταποδιδόασιν ᾗ φανεροί εἰσι διὰ τὴν ὀξύτητα,2 εἶτʼ ἀποπαύονται. ὑπερβολῇ δʼ εἰσὶν οἱ ἀκρόχολοι ὀξεῖς καὶ πρὸς πᾶν ὀργίλοι καὶ ἐπὶ παντί· ὅθεν καὶ τοὔνομα. οἱ δὲ πικροὶ δυσδιάλυτοι, καὶ πολὺν χρόνον ὀργίζονται· κατέχουσι γὰρ τὸν θυμόν. παῦλα δὲ γίνεται ὅταν ἀνταποδιδῷ· ἡ γὰρ τιμωρία παύει τῆς ὀργῆς, ἡδονὴν ἀντὶ τῆς λύπης ἐμποιοῦσα. τούτου δὲ μὴ γινομένου τὸ βάρος ἔχουσιν· διὰ γὰρ τὸ μὴ ἐπιφανὲς εἶναι οὐδὲ συμπείθει αὐτοὺς οὐδείς, ἐν αὑτῷ δὲ πέψαι τὴν ὀργὴν χρόνου δεῖ.3 εἰσὶ δʼ οἱ τοιοῦτοι ἑαυτοῖς ὀχληρότατοι καὶ τοῖς μάλιστα φίλοις. χαλεποὺς δὲ λέγομεν τοὺς ἐφʼ οἷς τε μὴ δεῖ χαλεπαίνοντας καὶ μᾶλλον ἢ δεῖ καὶ πλείω χρόνον, καὶ μὴ διαλλαττομένους ἄνευ τιμωρίας ἢ κολάσεως. τῇ πραότητι δὲ μᾶλλον τὴν ὑπερβολὴν ἀντιτίθεμεν· καὶ γὰρ μᾶλλον γίνεται· ἀνθρωπικώτερον γὰρ τὸ τιμωρεῖσθαι· καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους. ὃ δὲ καὶ ἐν τοῖς πρότερον εἴρηται, καὶ ἐκ τῶν λεγομένων δῆλον· οὐ γὰρ ῥᾴδιον διορίσαι τὸ πῶς καὶ τίσι καὶ ἐπὶ ποίοις καὶ πόσον χρόνον ὀργιστέον, καὶ τὸ μέχρι τίνος ὀρθῶς ποιεῖ τις ἢ ἁμαρτάνει. ὁ μὲν γὰρ μικρὸν παρεκβαίνων οὐ ψέγεται, οὔτʼ ἐπὶ τὸ μᾶλλον οὔτʼ ἐπὶ τὸ ἧττον· ἐνίοτε γὰρ τοὺς ἐλλείποντας ἐπαινοῦμεν καὶ πράους φαμέν, καὶ τοὺς χαλεπαίνοντας ἀνδρώδεις ὡς δυναμένους ἄρχειν. ὁ δὴ πόσον καὶ πῶς παρεκβαίνων ψεκτός, οὐ ῥᾴδιον τῷ λόγῳ ἀποδοῦναι· ἐν γὰρ τοῖς καθʼ ἕκαστα κἀν τῇ αἰσθήσει ἡ κρίσις. ἀλλὰ τό γε τοσοῦτον δῆλον, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετή, καθʼ ἣν οἷς δεῖ ὀργιζόμεθα καὶ ἐφʼ οἷς δεῖ καὶ ὡς δεῖ καὶ πάντα τὰ τοιαῦτα, αἱ δʼ ὑπερβολαὶ καὶ ἐλλείψεις ψεκταί, καὶ ἐπὶ μικρὸν μὲν γινόμεναι ἠρέμα, ἐπὶ πλέον δὲ μᾶλλον, ἐπὶ πολὺ δὲ σφόδρα. δῆλον οὖν ὅτι τῆς μέσης ἕξεως ἀνθεκτέον. αἱ μὲν οὖν περὶ τὴν ὀργὴν ἕξεις εἰρήσθωσαν.
温和是关于愤怒的中庸。由于中间者是无名的,两极几乎也是无名的,我们便将“温和”赋予中间者,尽管它偏向于那同样无名的不足。过度或许可以被称为某种“易怒”。因为这一情念是愤怒,而引起愤怒的事物却多而不同。因此,凡是在应有的事物上、对应有的人发怒,而且以应有的方式、在应有的时间和应有的时长发怒的人,就受到赞美。这样的人就是温和的,如果温和是受赞美的话。因为温和的人希望保持平静,不被情念所左右,而是按照理性所规定的方式,在那些事物上,并在那样长的时间里发怒。但他似乎更容易向不足的一侧犯错。因为温和的人不倾向于报复,而更倾向于宽容。而不足,不论是某种“无怒”还是其他什么,都是受到非难的。因为那些在应有的事物上不发怒的人被认为是愚蠢的,那些不以应有的方式、不在应有的时间、不对应有的人发怒的人也是如此。因为这样的人似乎没有感觉,也不感到痛苦,而且由于他不发怒,他似乎不会防卫自己;而忍受侮辱、对亲人被侮辱视而不见是奴性的。过度则在所有方面都会发生(因为会向不对应当的人、在不应当的事物上、超出应有的程度、过快、以及持续更长的时间发怒),然而,所有这些特征并不会同时存在于同一个人身上。因为这是不可能的。恶甚至会消灭其自身,如果是完全的恶,就会变得无法忍受。因此,易怒者虽然发怒很快,对不应当的人、在不应当的事物上、且超出应有的程度,但他们平息得也很快,这也是他们最好的特点。这之所以发生,是因为他们不压抑愤怒,而是进行报复,这由于他们的敏捷而显而易见,然后他们就平息了。而暴躁者在过度上则是敏捷的,对一切人、在一切事上都易怒;其名称也由此而来。而阴郁者则难以和解,且会愤怒很长时间,因为他们压抑着怒气。只有在报复时才会得到平息。因为复仇终止了愤怒,以快乐代替了痛苦。若不发生报复,他们就承受着沉重的负担。因为由于愤怒不显露,没有人会去劝解他们,而在自身中消化愤怒需要时间。这样的人对自己和对最亲近的朋友都是最难缠的。我们把那些在不应当的事物上发怒、超出应有程度、持续更长时间,且不通过报复或惩罚就不妥协的人称为刻薄者。我们更多地将过度与温和对立,而不是将不足与之对立。因为过度更常发生(因为报复更合乎人的本性),而且在共同生活方面,刻薄者也更糟糕。正如前面所说,并且从现在所说的来看也是显然的:要规定如何发怒、对谁发怒、在什么事物上发怒、以及发怒多长时间,以及到什么程度是正确的还是犯错,这绝非易事。因为稍微偏离的人,无论偏向过度还是不足,都不会受到非难。因为有时我们赞美不足的人,称其为温和,而称发怒的人为勇敢,认为他们有能力统治。至于偏离到何种程度、以何种方式就会受到非难,这不易用言语来规定。因为判断在于具体情况和感觉之中。但至少这一点是显然的:中庸的品质是值得赞美的,凭此我们对该发怒的人、在应当的事物上、以应有的方式,以及所有类似的情况发怒,而过度和不足则是应受非难的——稍微偏离则轻微,偏离较多则较重,偏离极多则极甚。因此显然,我们应当坚持中庸的品质。关于愤怒的品性状态就谈到这里。
- 1125b28πρὸς τὴν ἔλλειψιν ἀποκλίνουσαν, ἀνώνυμον οὖσαν
阴性单数宾格分词 ἀποκλίνουσαν 修饰 πραότητα,表示温和偏向于不足。接下来的分词短语 ἀνώνυμον οὖσαν(同为阴性单数宾格)修饰邻近的 τὴν ἔλλειψιν。由于前文刚指出两极也几乎是无名的,因此将其理解为“那同样无名的不足”在语境上最为自然。
- 1126a16ᾗ φανεροί εἰσι διὰ τὴν ὀξύτητα
关系词 ᾗ 在此用作表示方式或手段的与格。它指的是易怒者进行报复的方式:“以他们因其急躁而显而易见的方式”。这强调了他们不加掩饰地公开表达愤怒,而不是将其藏在心底。
- 1126a24ἐν αὑτῷ δὲ πέψαι τὴν ὀργὴν χρόνου δεῖ
无人称动词 δεῖ 接表示所需要之物的属格 χρόνου(时间)。不定式 πέψαι 作为副词性或解释性不定式,说明需要完成什么,因此整个句式结构意为“在自身中消化愤怒需要时间”。
