← 亚里士多德

尼各马可伦理学

§4.7

自我表现中的真实与虚夸及隐晦

讨论在自我表现中关于真实与虚假的品性状态:虚夸、隐晦以及处于中间的诚实,并分析了它们的具体表现、动机和道德评价。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7

περὶ τὰ αὐτὰ δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας καὶ εἰρωνείας μεσότης· ἀνώνυμος δὲ καὶ αὐτή. οὐ χεῖρον δὲ καὶ τὰς τοιαύτας ἐπελθεῖν· μᾶλλόν τε γὰρ ἂν εἰδείημεν τὰ περὶ τὸ ἦθος,1 καθʼ ἕκαστον διελθόντες, καὶ μεσότητας εἶναι τὰς ἀρετὰς πιστεύσαιμεν ἄν, ἐπὶ πάντων οὕτως ἔχον συνιδόντες. ἐν δὴ τῷ συζῆν οἱ μὲν πρὸς ἡδονὴν καὶ λύπην ὁμιλοῦντες εἴρηνται, περὶ δὲ τῶν ἀληθευόντων τε καὶ ψευδομένων εἴπωμεν ὁμοίως ἐν λόγοις καὶ πράξεσι καὶ τῷ προσποιήματι.2 δοκεῖ δὴ ὁ μὲν ἀλαζὼν προσποιητικὸς τῶν ἐνδόξων εἶναι καὶ μὴ ὑπαρχόντων καὶ μειζόνων ἢ ὑπάρχει, ὁ δὲ εἴρων ἀνάπαλιν ἀρνεῖσθαι τὰ ὑπάρχοντα ἢ ἐλάττω ποιεῖν, ὁ δὲ μέσος αὐθέκαστός3 τις ὢν ἀληθευτικὸς καὶ τῷ βίῳ καὶ τῷ λόγῳ, τὰ ὑπάρχοντα ὁμολογῶν εἶναι περὶ αὑτόν, καὶ οὔτε μείζω οὔτε ἐλάττω. ἔστι δὲ τούτων ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηδενός. ἕκαστος δʼ οἷός ἐστι, τοιαῦτα λέγει καὶ πράττει καὶ οὕτω ζῇ, ἐὰν μή τινος ἕνεκα πράττῃ. καθʼ αὑτὸ δὲ τὸ μὲν ψεῦδος φαῦλον καὶ ψεκτόν, τὸ δʼ ἀληθὲς καλὸν καὶ ἐπαινετόν. οὕτω δὲ καὶ ὁ μὲν ἀληθευτικὸς μέσος ὢν ἐπαινετός, οἱ δὲ ψευδόμενοι ἀμφότεροι μὲν ψεκτοί, μᾶλλον δʼ ὁ ἀλαζών. περὶ ἑκατέρου δʼ εἴπωμεν, πρότερον δὲ περὶ τοῦ ἀληθευτικοῦ. οὐ γὰρ περὶ τοῦ ἐν ταῖς ὁμολογίαις ἀληθεύοντος λέγομεν, οὐδʼ ὅσα εἰς ἀδικίαν ἢ δικαιοσύνην συντείνει (ἄλλης γὰρ ἂν εἴη ταῦτʼ ἀρετῆς), ἀλλʼ ἐν οἷς μηδενὸς τοιούτου διαφέροντος καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει τῷ τὴν ἕξιν τοιοῦτος εἶναι.4 δόξειε δʼ ἂν ὁ τοιοῦτος ἐπιεικὴς εἶναι. ὁ γὰρ φιλαλήθης, καὶ ἐν οἷς μὴ διαφέρει ἀληθεύων, ἀληθεύσει καὶ ἐν οἷς διαφέρει ἔτι μᾶλλον· ὡς γὰρ αἰσχρὸν τὸ ψεῦδος εὐλαβήσεται, ὅ γε καὶ καθʼ αὑτὸ ηὐλαβεῖτο· ὁ δὲ τοιοῦτος ἐπαινετός. ἐπὶ τὸ ἔλαττον δὲ μᾶλλον τοῦ ἀληθοῦς ἀποκλίνει· ἐμμελέστερον γὰρ φαίνεται διὰ τὸ ἐπαχθεῖς τὰς ὑπερβολὰς εἶναι. ὁ δὲ μείζω τῶν ὑπαρχόντων προσποιούμενος μηδενὸς ἕνεκα φαύλῳ μὲν ἔοικεν (οὐ γὰρ ἂν ἔχαιρε τῷ ψεύδει), μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακός· εἰ δʼ ἕνεκά τινος, ὁ μὲν δόξης ἢ τιμῆς οὐ λίαν ψεκτός, †ὡς ὁ ἀλαζών,5† ὁ δὲ ἀργυρίου, ἢ ὅσα εἰς ἀργύριον, ἀσχημονέστερος (οὐκ ἐν τῇ δυνάμει δʼ ἐστὶν ὁ ἀλαζών, ἀλλʼ ἐν τῇ προαιρέσει· κατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιόσδε εἶναι ἀλαζών ἐστιν)· ὥσπερ καὶ ψεύστης ὃ μὲν τῷ ψεύδει αὐτῷ χαίρων, ὃ δὲ δόξης ὀρεγόμενος ἢ κέρδους. οἱ μὲν οὖν δόξης χάριν ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται ἐφʼ οἷς ἔπαινος ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους, ὧν καὶ ἀπόλαυσίς ἐστι τοῖς πέλας καὶ διαλαθεῖν ἔστι μὴ ὄντα, οἷον μάντιν σοφὸν ἰατρόν. διὰ τοῦτο οἱ πλεῖστοι προσποιοῦνται τὰ τοιαῦτα καὶ ἀλαζονεύονται· ἔστι γὰρ ἐν αὐτοῖς τὰ εἰρημένα. οἱ δʼ εἴρωνες ἐπὶ τὸ ἔλαττον λέγοντες χαριέστεροι μὲν τὰ ἤθη φαίνονται· οὐ γὰρ κέρδους ἕνεκα δοκοῦσι λέγειν, ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν· μάλιστα δὲ καὶ οὗτοι τὰ ἔνδοξα ἀπαρνοῦνται, οἷον καὶ Σωκράτης ἐποίει. οἱ δὲ τὰ μικρὰ καὶ φανερὰ βαυκοπανοῦργοι6 λέγονται καὶ εὐκαταφρονητότεροί εἰσιν· καὶ ἐνίοτε ἀλαζονεία φαίνεται, οἷον ἡ τῶν Λακώνων ἐσθής· καὶ γὰρ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλειψις ἀλαζονικόν. οἱ δὲ μετρίως χρώμενοι τῇ εἰρωνείᾳ καὶ περὶ τὰ μὴ λίαν ἐμποδὼν καὶ φανερὰ εἰρωνευόμενοι χαρίεντες φαίνονται. ἀντικεῖσθαι δʼ ὁ ἀλαζὼν φαίνεται τῷ ἀληθευτικῷ· χείρων γάρ.

关于几乎相同领域的,是虚夸和隐晦之间的中间状态;它同样也是无名的。不过,依次考察这类状态也非坏事;因为通过逐一考察,我们将更深地了解关于性格的事。而且,通过看出所有情况都是如此,我们将更坚信美德就是中间状态。 既然在共同生活中,以快乐和痛苦为标准进行交往的人已经谈过了,那么让我们同样谈谈在言语、行动和自我表现中说真话和说假话的人。 显然,虚夸者似乎是在装作拥有自己并不拥有的荣誉,或者装作拥有比实际更大的荣誉;相反,隐晦者则是对自己拥有的东西进行否认,或者说得比实际要小;而中间的人是一个率直的人,在生活和言论中都是诚实的,承认自己所拥有的东西,既不夸大也不缩小。 做出这些事情中的每一件,既可以是为了某种目的,也可以毫无目的。每个人如果是怎样的人,除非他是为了某种目的而行动,就会说怎样的话、做怎样的事并怎样生活。 就其自身而言,虚假是恶劣和应受非难的,而真实是高尚和值得赞美的。因此,诚实的人作为处于中间状态的人是值得赞美的,而说谎的两个人都是应受非难的,但虚夸者更甚。 让我们分别谈谈他们,首先谈谈诚实的人。因为我们所说的并不是在契约中说真话的人,也不是那些关系到不义或正义的事物(因为那些属于另一种美德),而是在这些事情都无关紧要的情况下,在言语和生活中都保持诚实,因为他的品性状态使他成为这样的人。 这样的人似乎是公平的。因为热爱真理的人,即使在无关紧要的情况下也会说真话,在关系重大的情况下就更是如此。因为他会把虚假作为可耻的事来避免,因为他甚至在它自身上就已经在避免它了。这样的人是值得赞美的。 他倾向于往少于真实的方向偏离;因为由于夸大是令人不快的,这样做似乎显得更和谐。 而那个在没有目的的情况下假装拥有比实际更多东西的人,虽然看起来像个恶劣的人(否则他就不会以虚假为乐),但显得虚妄多于邪恶。然而,如果他是为了某种目的,那么为了名声或荣誉而这样做的人并不过于应受非难(就如虚夸者那样),而为了金钱或能带来金钱的事物而这样做的人则更为可耻。(因为虚夸并不在于能力,而是在于抉择;因为他是根据其品性状态,并通过成为这样的人而成为虚夸者的);这正如谎言者中,有的是因为以虚假本身为乐,有的则是追求名声或利益。 所以,为了名声而虚夸的人,假装拥有那些能带来赞美或祝福的事物;而为了利益而虚夸的人,则假装拥有那些既能给邻人带来实用价值,又能在没有这些事物时欺瞒过去的事物,例如成为一个聪明的预言者或医生。因此,大多数人假装拥有这类事物并以此虚夸;因为上述特征存在于其中。 另一方面,隐晦的人通过把事情说得比实际要小,在性格上显得更优雅;因为他们似乎不是为了利益而说话,而是为了避开自大;他们尤其否认那些荣耀的事物,就像苏格拉底所做的那样。 而那些在微小且显而易见的事物上进行隐晦的人,被称为恶黠的卑小者,更容易被蔑视;有时,这也会显得是一种虚夸,例如拉科尼亚人的衣服;因为过度和极度的不足都是虚夸的。而那些适度使用隐晦、并对不那么显而易见和眼前的事务进行隐晦的人,则显得优雅。 虚夸者似乎与诚实的人对立;因为他更坏。

语法注6 条
  1. 1127a15τὰ περὶ τὸ ἦθος

    意为“关于性格的事物”。在本文中,它指的是本章讨论的在社交和自我表现中的具体性格特征与态度,而非泛指一般的德行。

  2. 1127a20τῷ προσποιήματι

    意为“假装”或“自我表现”。该名词指的是外在自我呈现的态度,即让自己显得比实际更大(虚夸)还是更小(隐晦)。

  3. 1127a23αὐθέκαστος

    意为“率直的”或“实事求是的”。由 αὐτός(其自身)和 ἕκαστος(每个)合成。这是一个特征词,用来描绘处于中间状态、不加虚饰或过度自谦地按事物的本来面目说话和行动的人。

  4. 1127b1τῷ τὴν ἕξιν τοιοῦτος εἶναι

    表示原因或手段的与格短语:“通过在其品性状态(hexis)中成为这样的人”。它意味着他之所以说真话,是基于他内在的品性自身,而非受制于司法或契约等外在义务。

  5. 1127b10†ὡς ὁ ἀλαζών,†

    文本中疑似损坏之处(crux)。在“为了名声而虚夸不如为了金钱而虚夸那样可耻”的文境下,出现“如虚夸者那样”一词乍看有些矛盾。这必须被解释为“与(以金钱为目的的狭义的)虚夸者不同”,或者作为文本错误来处理。

  6. 1127b27βαυκοπανοῦργοι

    意为“恶黠的卑小者”或“伪装温顺的狡猾者”。这是一个罕见的形容词,指那些外表装作温顺谦虚,内心却在微小事物上进行欺瞒,带有阴险且可蔑视的卑劣性格的人。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:4.7