← 哈利卡纳苏斯的狄奥尼修斯

致格奈乌斯·庞培信

§5.1-5.6

菲利斯托斯对修昔底德的模仿及其优劣

本段论述了菲利斯托斯对修昔底德的模仿,批评其篇章组织欠佳、品格卑俗且文风单调整齐,但亦指出他更适合实际的法庭辩论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον ἂν δόξειεν ἐοικέναι καὶ κατʼ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα. οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, ἀλλὰ μίαν καὶ ταύτην τοπικήν· διῄρηκε δʼ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία· καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ τέλους τῆς Σικελικῆς.

另一方面,菲利斯托斯则似乎更像修昔底德,并且是依循他的风格来塑造自身风貌的。因为他并未选取广泛有益且具有普遍性的主题,而是选取了一个单一且局部的题目;他将此分为两部著作,前一部题为《论西西里》,后一部题为《论狄奥尼修斯》。但这其实是一部作品;这一点从《西西里史》的末尾即可得知。

§5.2

τάξιν δὲ οὐ τὴν κρατίστην ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, χεῖρον τῆς Θουκυδίδου. καὶ πρᾶγμα ἔξωθεν οὐ βούλεται παραλαμβάνειν, ὥςπερ οὐδὲ Θουκυδίδης, ἀλλʼ ἔστιν ὁμοειδής. ἦθός τε κολακικὸν καὶ φιλοτύραννον ἐμφαίνει καὶ ταπεινὸν καὶ μικρολόγον.

他对于所陈述的事件并未赋予最优异的安排,而是使其难以跟循,甚至比修昔底德更差。而且同修昔底德一样,他不愿引入外来事件,从而显得单调单一。此外,他还暴露出阿谀奉承、偏袒僭主、卑屈而斤斤计较的人格品格。

§5.3

τῆς δὲ λέξεως ᾗ Θουκυδίδης κέχρηται τὸ μὲν σημειῶδες καὶ περίεργον πέφευγεν, τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ ἐνθυμηματικὸν ἐκμέμακται. τῆς μέντοι καλλιλογίας τῆς ἐκείνου καὶ τῆς σεμνότητος καὶ τοῦ πλούτου τῶν ἐνθυμημάτων καὶ πολὺ ὑστερεῖ.

在修昔底德所使用的措辞方面,菲利斯托斯虽然避免了那种独特与过分讲究(刻意雕琢),但却惟妙惟肖地模刻了其紧凑、严密与善用推论论证的特点。然而,比起前者的辞藻华美、庄重崇高以及推论的丰赡,他依然远为不及。

§5.4

οὐ μόνον δʼ ἐν τούτοις, ἀλλὰ καὶ κατὰ τοὺς σχηματισμούς· ἣ μὲν γὰρ πλήρης σχημάτων1 (καὶ οὐδὲν οἶμαι περὶ τῶν φανερῶν ἐπὶ πλέον δεῖν λέγειν), ἡ δὲ Φιλίστου φράσις ὁμοειδὴς πᾶσα δεινῶς καὶ ἀσχημάτιστός ἐστι· καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπʼ αὐτοῦ σχηματιζομένας, οἷον ἐν ἀρχῇ τῆς δευτέρας τῶν περὶ Σικελίας·

不仅在这些方面,在修辞格式的构形上亦是如此。因为前者的文风充满了修辞格(我想对于显而易见之事无需多言),而菲利斯托斯的表达通篇都极度千篇一律且缺乏文彩修饰;人们可以发现许多连续由他以相同方式构筑的句段,正如在《西西里纪事》第二部开端处所呈现的那样:

§5.5

Συρακόσιοι δὲ παραλαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους πλὴν Γελῴων ἀθροίσαντες, Γελῷοι δὲ Συρακοσίοις οὐκ ἔφασαν πολεμήσειν· Συρακόσιοι δὲ πυνθανόμενοι Καμαριναίους τὸν Ὕρμινον διαβάντας—· ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται. μικρός τε παρὰ πᾶσαν ἰδέαν ἐστὶ καὶ εὐτελής, ἐάν τε πολιορκίας διηγῆται ἐάν τε οἰκισμούς, ἐάν τε ἐπαίνους ἐάν τε ψόγους διαπορεύηται. ἀλλʼ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς κρατίστους δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ.2 εὐστομίαν δέ τινα φυσικὴν εἰσφέρεται κατὰ τὴν ἑρμηνείαν καὶ σύνεσιν ἐπιτευκτικὴν τοῦ μετρίου. πρὸς δὲ τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτηδειότερος Θουκυδίδου.

“叙拉古人招引了墨伽拉人与恩纳人,而卡马里纳人召集了西库尔人及除格拉人以外的其他盟友,格拉人则声称不会对叙拉古人作战;而叙拉古人获悉卡马里纳人渡过了许尔米诺斯河——”·这些在我看来显得极其令人不快且乏味。无论在何种叙事门类中,无论是记述围城还是移民建城,抑或展开赞颂还是责难,他都显得琐碎而鄙陋。不仅如此,他未能使演说辞与人物的崇高相称,反倒让最为杰出的人物在演说时也像胆怯之辈一般,从而使所有人无论在才能还是意图上都变得千人一面。不过,他在表达中确实带有一种天生的流畅悦耳,以及一种能够切中适度的敏悟;而面对真正的法庭实战辩论,他比修昔底德更为适宜。

语法注2 条
  1. 5.4ἣ μὲν γὰρ πλήρης σχημάτων

    这里的 ἣ 并非关系代词,而是作指示代词使用(冠词代名词用法),指代前文提到的修昔底德的文风(ἡ Θουκυδίδου λέξις / φράσις),并与后文的 ἡ δὲ Φιλίστου φράσις(“菲利斯托斯的表达”)相对照。

  2. 5.6ἀλλʼ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς κρατίστους δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ.

    该句核心为主动词 ποιεῖ(主语为菲利斯托斯),由两个并列分词 συνεξισῶν(带否定词 οὐδέ)和 καταλείπων 修饰主语。形容词 ψοφοδεεῖς 作表语性成分修饰 καὶ τοὺς κρατίστους δημηγοροῦντας(“甚至处于发表演说状态的最优异之人”),意为“使甚至最优秀的人演说时都如胆怯之辈”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:5.1-5.6