- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:4.1-4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了继希罗多德与修昔底德之后的历史家色诺芬,赞赏其历史选题、结构布局与道德情操,同时指出其文风虽平易明澈,但在崇高壮美与人物得体性上不及希罗多德。
Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατʼ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν. πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας· τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης,1 ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις ἀνίσταται.
在他们之后步入全盛期的色诺芬和菲利斯托斯,既无相似的天资,亦无相同的旨趣。因为色诺芬在内容与文风这两个层面都成了希罗多德的效仿者。首先,他为自己的历史著作选拔了美好、宏伟且适于哲学家的主题:描摹良善而幸福的君王形象的《居鲁士的教育》;他本人亦随〔小居鲁士〕同行、包含了对一同出征的希腊人之最高颂词的《小居鲁士远征记》;以及第三部,《希腊史》,即修昔底德留下的未竟之作——其中三十僭主被推翻,斯巴达人所拆毁的雅典城墙亦得以重建。
οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι, ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.
他不仅因选题而值得赞扬,亦因谋篇布局而受赞赏;因为他为著作采用了最为得体的开端,为每部作品赋予了最为合宜的收尾,并将叙事作了精当的划分、条理井然的排布与富于变化的组织。此外,他展现出虔敬、正直、坚毅与庄重的品格,一言以蔽之,为诸般美德所饰;他在内容层面的风貌便是如此。
ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν2 Ἡρόδοτος ἔχει· οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρʼ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται3 μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς,4 ἀλλʼ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.
而在言辞风格上,他一方面与希罗多德相似,另一方面又有所不及。因为在用词纯正方面他做得很充分,且如希罗多德一样明晰而生动;他选取切近日常且贴合事理的词汇,将它们组合得极为愉悦怡人,丝毫不亚于希罗多德。然而崇高、华美、宏壮以及所谓特有的历史质感,则为希罗多德所具备;因为色诺芬不仅未能从他那里承袭到这一点,而且即便有时意欲提振文风,也宛如一阵陆风微吐气息,旋即消歇;因为在许多地方他变得比所需更为冗长,未能像希罗多德那样成功地把握人物恰如其分的得体,若如实省察,他在诸多方面皆显得疏忽大意。
- 4.1καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης
关系从句 ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης 通过 καὶ 与先行词 τὴν Ἑλληνικήν 连结,起到同位与补充说明的作用(“《希腊史》,即修昔底德所遗留的未竟之作”)。这是名词短语与同等关系从句由 καὶ 并列的常见希腊语结构。
- 4.3τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικόν
πλάσμα 在修辞学批评中指文体的塑造、质感或调式。副词 ἰδίως(特有地、专指地)表明此概念特指区别于诗歌虚构与演说修饰的“专属于历史著作的文体塑造力/历史叙述质感”。
- 4.4ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται
阳性单数分词 ἐμπνεύσας 的逻辑主语是色诺芬本人,而主要动词 σβέννυται(平息、消歇)及其比喻(陆风 ἀπόγειος αὖρα)则形象地描摹其言辞风格(ἡ φράσις)短暂激发后随即低落的动态。
- 4.4καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς
动词 ἐφάπτεται 支配属格,意为“达到、企及”;其直接支配的核心为属格 τοῦ πρέποντος(得体),而 τῶν προσώπων 为从属于前者的属格(“契合人物的得体”)。否定与比较成分 οὐχ ὡς Ἡρόδοτος 通过倒错错位(hyperbaton)插入其间。
