← 哈利卡纳苏斯的狄奥尼修斯

致格奈乌斯·庞培信

§6.1-6.11

历史学家泰奥彭波斯的考证洞察与文风特征

作者评述了历史学家泰奥彭波斯,赞赏其取材崇高、考证勤勉以及洞察人物隐秘动机与灵魂激情的非凡洞察力,同时指出了他过分苛责的倾向和幼稚的插叙,并分析了其兼具伊索克拉底式雅正与德摩斯梯尼式激越的文风特质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Θεόπομπος δὲ Χῖος ἐπιφανέστατος πάντων τῶν Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν πεπραγματευμένος ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν (καλαὶ γὰρ ἀμφότεραι, ἣ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἣ δὲ τὰ Φιλίππῳ πεπραγμένα), ἔπειτα τῆς οἰκονομίας (ἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν· δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος,1 μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δʼ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν· οὐ γὰρ ὥςπέρ τινες πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δʼ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς γραφῆς· καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῇ πραγματείᾳ. καὶ μηδεὶς ὑπολάβῃ ψυχαγωγίαν ταῦτʼ εἶναι μόνον· οὐ γὰρ οὕτως ἔχει, ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν ὠφέλειαν περιέχει.

而来自希俄斯的泰奥彭波斯,成为了伊索克拉底所有弟子中最负盛名之人,他在撰写了诸多庆典演说辞、劝戒演说辞,以及题为《希俄斯书简》的书信与其他值得称道的教谕之后,致力于历史著作。他首先因其历史著作的主题而值得称道(因为两者都很崇高,一部包含了伯罗奔尼撒战争的余波,另一部则记述了腓力的功绩);其次因其结构布局而值得称道(因为两者都易于跟循且明白清晰);尤其因其著述过程中的审慎与辛勤而备受赞扬。因为显而易见的是,即便他自己未曾写明,他也为此作了极充分的准备,并为资料的搜集付出了巨大的花费,加之为了著述,他亲自目睹了诸多事件,并与当时诸多位居首要地位的人物交往——包括将领、民众领袖以及哲学家。因为他并不像某些人那样将撰写历史视作人生的副业,而是将其视作所有人事中最为必需的主业。只要人们留意到其著作包罗万象的多样性,便能认识到他的劳苦;因为他记述了各部族的定居,探究了各城邦的建立,昭示了诸王的生平与性情特质,无论何种陆地与海洋所出产的惊异或奇特之物,他都纳于论著之中。任何人都不当认为这仅仅是为了娱悦人心;事实并非如此,而是可以说包含了一切益处。

§6.5

ἵνα δὲ πάντʼ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα, καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων ἀλλὰ συμπαροῦσαν. πάντα τε δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως, καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρʼ ὅλην τὴν συγγραφὴν περὶ δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολλοὺς καὶ καλοὺς διεξερχόμενος λόγους.

且撇开其余一切不谈,谁会不承认,对于研习哲学修辞学的人而言,熟知异族与希腊人双方的诸多风尚习俗,听闻诸多法律与城邦政体形式,并通晓人物的生平、行迹、结局与命运,乃是必不可少的呢?因此,他为这些人提供了毫不脱离实际事务、而是与事务并存的充分丰赡的素材。这位历史学家的这一切固然都值得效仿,除此之外,更值得效仿的是他在整部著述中就正义、虔敬以及其他美德展开哲学思考,作出了诸多美好崇高的论述。

§6.7

τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρʼ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων· τί δὲ τοῦτό ἐστι; τὸ καθʼ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλʼ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, ἃ μὴ ῥᾴδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμένης κακίας.

在他所有作品中最后也是最显著的特征,无论是更早还是更晚的其他任何历史学家,都未曾如此精密而有力地达成。这究竟是什么呢?那便是在每一桩行迹中,不仅看到并道出对于大众显而易见之事,而且还要审验行为及其施行者隐秘的因由,以及大众不易洞悉的灵魂的激情,并将表面上的美德与不为人知的恶德的一切秘密揭示无遗。

§6.8

καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι.2 τοιοῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ.

在我看来,传说中灵魂脱离肉体后在冥府法官面前所受的审验,似乎就像通过泰奥彭波斯的著述所进行的审验那般严密。因此,他也被认为怀有恶意,因为他在对显赫人物的必要斥责中,又增添了某些不必需的事由;这正如那些切割并灼烧身体腐烂部位的医者,将烙铁与刀刃刺入深处,全然不顾保全那些健康与合乎自然状态的部位。泰奥彭波斯在内容处理上的品性大致如此。

§6.9

ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπʼ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι, μάλιστα δʼ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους (πολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ συμφύτῳ πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δʼ ὑπερεῖδεν ἐν τούτοις ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν.3

而在辞令方面,他与伊索克拉底最为相类:其措辞纯洁、通俗而明晰,崇高而宏伟,兼具浓厚的典礼华采,按中庸的调和结构组合,流转得悦耳而柔和。但在某些情况下,当他任由激情驰骋时,其文风在辛辣与气势上便有别于伊索克拉底之风;特别是当他因城邦或将领们的险恶谋划与不义行径而加以斥责时(因为他在这些方面极尽发挥),他的文风与德摩斯梯尼的雄健逼人之力相比毫不逊色,这一点人们可以从诸多其他著作以及他在任由天赋气势驱使下写就的《希俄斯书简》中看出。如果在这些方面,他能够忽视自己曾极力用心的元音相拼、周期句的圆形韵律以及修辞格式的均一性,那么在表达上他本会远超自身。

§6.11

ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς· οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτʼ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια. Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παραδειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.

然而,他在事实内容的层面也有失误之处,特别是在插叙部分:其中有些既非必需,又不得其时,暴露出极大的幼稚;其中包括在马其顿出现的西勒诺斯的故事、与三列桨座战船进行海战的大蛇的故事,以及为数不少的其他类似传闻。 对于修习政治论辩的人而言,若采纳这些历史学家,便足以在每一种文体类别中,为他们提供适宜的范例依托。

语法注3 条
  1. 6.2δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος

    此句为 δῆλός ἐστιν 支配补充成分分词 παρεσκευασμένος 与 τετελεκώς 的人称结构(即“显然他已经作了准备……”)。插入式的条件从句 εἰ καὶ μηδὲν ἔγραψε 采用直陈式过去时表示让步(“即便他未曾[就此事]写下任何字句”),强调仅凭其著述的广博,其浩繁的筹备与开销便已昭然若揭。

  2. 6.8οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι

    动词 στοχάζομαι 通常支配属格表示“瞄准”或“推测”,此处引申为“顾及”、“意在保全”属格宾语 τῶν ὑγιαινόντων...。它生动地描绘了医者急于切除病灶而在深层动刀动烙时,全然无意保全健全与合乎自然状态的机体,以此比喻泰奥彭波斯过于严苛、不留余地的批判作风。

  3. 6.10εἰ δʼ ὑπερεῖδεν ἐν τούτοις ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν

    此句为与过去/现在事实相反的假想条件句(条件从句用 εἰ + 不定过去时直陈式 ὑπερεῖδεν;主句用 ἄν + 未完成过去时直陈式 ἦν)。句中存在显著的语序倒错(hyperbaton):由动词 ὑπερεῖδεν(“忽视”、“不予理会”)所支配的属格宾语(τῆς συμπλοκῆς... καὶ τῆς εὐρυθμίας... καὶ τῆς ὁμοειδείας),被介词短语 ἐν τούτοις 及关系从句 ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε(“在他极力用心的那些方面”)大幅度隔开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:6.1-6.11