- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:3.14-3.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯称赞希罗多德能将杂多插叙编织为和谐整体的谋篇能力及其宽厚心态,并对比了修昔底德因流放怀恨而专挑祖国过失的偏狭。随后他在文风美德(语言纯正、简练、生动、性格与激情的摹拟、力量与得体性)上逐一权衡二人,总结指出希罗多德之美在于明媚,而修昔底德之美在于威严可畏。
Ἡρόδοτος δὲ ἀπὸ τῆς Λυδῶν βασιλείας ἀρξάμενος καὶ μέχρι τῆς Κροίσου καταβὰς ἐπὶ Κῦρον εὐθέως τὸν καταλύσαντα τὴν Κροίσου ἀρχὴν μεταβαίνει, Αἰγυπτίων τε ἄρχεται διηγημάτων καὶ Σκυθικῶν καὶ Λιβυκῶν, τὰ μὲν ὡς ἀκόλουθα δηλῶν, τὰ δὲ ὡς ἐπιζητούμενα προσαναλαμβάνων, τὰ δʼ ὡς χαριεστέραν ποιήσοντα τὴν διήγησιν ἐπεισάγων· διεξελθών τε πράξεις Ἑλλήνων τε καὶ βαρβάρων ἔτεσιν ὁμοῦ διακοσίοις καὶ εἴκοσι γενομένας ἐν ταῖς τρισὶν ἠπείροις καὶ παραγράψας τῆς Ξέρξου φυγῆς τὴν ἱστορίαν οὐ διέσπασε τὴν διήγησιν· ἀλλὰ συμβέβηκε τῷ μὲν μίαν ὑπόθεσιν λαβόντι πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα,1 τῷ δὲ τὰς πολλὰς καὶ οὐδὲν ἐοικυίας ὑποθέσεις προελομένῳ σύμφωνον ἓν σῶμα πεποιηκέναι.
然而,希罗多德从吕底亚王国开始写起,一直追述到克洛伊索斯,随即转向灭亡了克洛伊索斯统治的居鲁士,并着手展开关于埃及人、斯基泰人和利比亚人的叙述——有些作为承接之事予以展示,有些作为需补充的内容加以采纳,还有些则是为了使叙事更为优美生动而穿插引入;他详尽叙述了希腊人与蛮族在约二百二十年间横跨三个大洲所建立的功业,并将历史叙述推进到薛西斯的溃逃为止,却始终没有割裂叙事的连贯性。结果反倒是:一人(修昔底德)选取了单一主题,却将完整的躯干拆解成许多碎片;另一人(希罗多德)虽挑选了诸多互不相同的杂多主题,却铸造出了一个和谐统一的有机整体。
μιᾶς δʼ ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς, ἣν οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέχρηται πρὸς τὰ πράγματα περὶ ὧν γράφει· ἡ μὲν Ἡροδότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς καὶ τοῖς μὲν ἀγαθοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα· ἡ δὲ Θουκυδίδου αὐθέκαστός τις καὶ πικρὰ καὶ τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα.2 τὰ μὲν γὰρ ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς, τῶν δὲ κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ ὥςπερ ἠναγκασμένος. Καὶ κατὰ μὲν τὸν πραγματικὸν τόπον ἥττων ἐστὶν Ἡροδότου διὰ ταῦτα Θουκυδίδης· κατὰ δὲ τὸν λεκτικὸν τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δʼ ἴσος. ἐρῶ δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.
我还要提及内容方面的另一种品质,它同前面所言的各项标准一样,是我们在所有历史著作中所同等寻求的,即作者本人在面对其所书写的事物时所持的心态。希罗多德的心态在一切事上都是仁厚温和的,同喜于顺境,同悲于逆境;修昔底德的心态则带着某种严苛与尖刻,因被流放之事对自己的祖国怀恨在心。因为他追究祖国的过失极其精准细致,而对于祖国符合心愿、进展顺利的功绩,要么绝口不提,要么如同被迫不得不提一般。 因此,在内容的领域中,由于这些缘故修昔底德逊色于希罗多德;然而在言辞与文风的领域中,他则某些方面逊色,某些方面占优,另有些方面则平分秋色。关于这些,我亦将阐述自己的看法。
πρώτη τῶν ἀρετῶν γένοιτʼ ἄν, ἧς χωρὶς οὐδὲ τῶν ἄλλων τῶν περὶ τοὺς λόγους ὄφελός τι, ἡ καθαρὰ τοῖς ὀνόμασι καὶ τὸν Ἑλληνικὸν χαρακτῆρα σῴζουσα διάλεκτος. ταύτην ἀκριβοῦσιν ἀμφότεροι· Ἡρόδοτός τε γὰρ τῆς Ἰάδος ἄριστος κανὼν Θουκυδίδης τε τῆς Ἀτθίδος.
在诸项美德中首要的、若没有它则关于言辞的其他方面皆毫无用处的,乃是用词纯正并保持希腊特质的语言。关于此点,二者皆做到了精湛绝伦;因为希罗多德是爱奥尼亚方言的最佳典范,而修昔底德则是阿提卡方言的最佳准绳。
τρίτην ἔχει χώραν ἡ καλουμένη συντομία· ἐν ταύτῃ δοκεῖ προέχειν Ἡροδότου Θουκυδίδης. καίτοι λέγοι τις ἄν, ὡς μετὰ τοῦ σαφοῦς ἐξεταζόμενον ἡδὺ φαίνεται τὸ βραχύ· εἰ δὲ ἀπολείποιτο τούτου, πικρόν· ἀλλὰ μηδὲν ἥττων ἔστω παρὰ τοῦτο. ἐνάργεια μετὰ ταῦτα τέτακται πρώτη μὲν τῶν ἐπιθέτων ἀρετῶν· ἱκανῶς ἐν ταύτῃ κατορθοῦσιν ἀμφότεροι.
位列第三的乃是所谓的简练;在这一点上修昔底德似乎胜过希罗多德。尽管有人可能会说,唯有与清晰性结合考察时,简短才显得令人愉悦,若缺失了清晰,便会流于生涩刺耳;但无论如何,姑且不要因这一点而算他有任何逊色。紧随其后的是生动性,这是附加美德中的第一项;在这点上两人都做得相当成功。
μετὰ ταύτην συνίσταται τὴν ἀρετὴν ἠθῶν τε καὶ παθῶν μίμησις· διῄρηνται τὴν ἀρετὴν ταύτην οἱ συγγραφεῖς· Θουκυδίδης μὲν γὰρ τὰ πάθη δηλῶσαι κρείττων, Ἡρόδοτος δὲ τά γε ἤθη παραστῆσαι δεινότερος. μετὰ ταῦτα αἱ τὸ μέγα καὶ θαυμαστὸν ἐκφαίνουσαι τῆς κατασκευῆς ἀρεταί· ἴσοι κἀν ταύταις οἱ συγγραφεῖς.
在这一美德之后,便是对性格与激情的摹拟。两位历史家平分了这项美德:修昔底德更长于展现激情,而希罗多德则更善于刻画性格。此后是展现出结构之宏伟与奇绝的各项美德,在这些方面两位作者亦旗鼓相当。
ἕπονται ταύταις αἱ τὴν ἰσχὺν καὶ τὸν τόνον καὶ τὰς ὁμοιοτρόπους δυνάμεις τῆς φράσεως ἀρεταὶ περιέχουσαι· κρείττων ἐν ταύταις Ἡροδότου Θουκυδίδης. ἡδονὴν δὲ καὶ πειθὼ καὶ τέρψιν καὶ τὰς ὁμοιογενεῖς ἀρετὰς εἰσφέρεται μακρῷ Θουκυδίδου κρείττονας Ἡρόδοτος. τῆς δὲ φράσεως τὸ μὲν κατὰ φύσιν Ἡρόδοτος ἐζήλωκε, τὸ δὲ δεινὸν Θουκυδίδης.
紧随其后的,则是包含力量、张力以及风格同类威力的美德;在这些方面修昔底德胜过希罗多德。然而希罗多德所带来的愉悦感、说服力、趣味以及同类美德,则远远优于修昔底德。在措辞表达上,希罗多德追求顺乎自然,而修昔底德则追求遒劲险峻。
λείπει πασῶν ἐν λόγοις ἀρετῶν ἡ κυριωτάτη τὸ πρέπον·3 ταύτην ὁ Ἡρόδοτος ἀκριβοῖ μᾶλλον ἢ Θουκυδίδης· ὁμοειδὴς γὰρ οὗτος ἐν πᾶσι, κἀν ταῖς δημηγορίαις μᾶλλον ἢ ταῖς διηγήσεσιν· ἐμοὶ μέντοι καὶ τῷ φιλτάτῳ Καικιλίῳ δοκεῖ τὰ ἐνθυμήματα αὐτοῦ μάλιστα μιμήσασθαί τε καὶ ζηλῶσαι Δημοσθένης.
在言论的全部美德中,最核心的一项尚待探讨,即得体。希罗多德比修昔底德更严格地恪守了这一点;因为后者在一切方面都呈现同一种面貌,在民众演说中甚至比在叙事中犹甚。然而在我和挚友凯基利乌斯看来,德摩斯梯尼最深入地摹仿并汲取了他的论证警句。
ἵνα δὲ συνελὼν εἴπω, καλαὶ μὲν αἱ ποιήσεις ἀμφότεραι (οὐ γὰρ ἂν αἰσχυνθείην ποιήσεις αὐτὰς λέγων), διαφέρουσι δὲ κατὰ τοῦτο μάλιστα ἀλλήλων, ὅτι τὸ μὲν Ἡροδότου κάλλος ἱλαρόν ἐστι, φοβερὸν δὲ τὸ Θουκυδίδου. ἀπόχρη ταῦτα εἰρῆσθαι περὶ τούτων τῶν συγγραφέων, πολλῶν καὶ ἄλλων ἐνόντων λέγεσθαι, περὶ ὧν καὶ ἕτερος ἔσται καιρός.
总而言之,这两部诗作皆属绝美(因为我称之为诗作亦无愧怍),但它们彼此间最大的差异在于:希罗多德之美明媚怡人,而修昔底德之美则森严可怖。关于这两位作家的论述至此已足矣,尽管尚有许多其他内容可说,对此往后自另有机缘。
- 3.14τῷ μὲν μίαν ὑπόθεσιν λαβόντι πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα
与格短语 τῷ μὲν ... λαβόντι(“对于选取了……的那个人而言”)从属于非人称动词 συμβέβηκε,后接不定式从句 πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα。其中 τὸ ἓν σῶμα 为直接宾语,πολλὰ μέρη 为宾语补足语(双宾格结构),意为“将单一的躯干拆解成了许多部分”。
- 3.15τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα
分词 μνησικακοῦσα(“怀怨”)遵循固有句式,以与格表示怀怨的对象(τῇ πατρίδι,“对祖国”),以原因属格表示怀怨的事由(τῆς φυγῆς,“因流放之事”),意为“因流放而怨恨祖国”。
- 3.20λείπει πασῶν ἐν λόγοις ἀρετῶν ἡ κυριωτάτη τὸ πρέπον
不及物动词 λείπει 此处并非“欠缺”,而是作“尚余、留待探讨”(相当于 λείπεται 或拉丁语 superest)解,主语为 ἡ κυριωτάτη τὸ πρέπον。属格 πασῶν ... ἀρετῶν 是最高级 κυριωτάτη 所支配的部分属格(“所有美德中最为关键的一项”),用以引出文风诸美德清单中的最后一项。
