← 哈利卡纳苏斯的狄奥尼修斯

致格奈乌斯·庞培信

§3.9-3.13

从选材与谋篇论希罗多德优于修昔底德

哈利卡纳苏斯的狄奥尼修斯从开篇与结尾的取舍、材料的选择以及篇章结构编排的角度批评了修昔底德,并论述了希罗多德的优越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9

ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφʼ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν (καὶ ταῦτα οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλʼ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι στρατηγιῶν τε καὶ ἄλλων τιμῶν ἀξιοῦντες)· καὶ οὕτω γε φθονερῶς, ὥςτε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν,1 ἀλλʼ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξεν (ὧν ὕστερον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτʼ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν ἐβούλετο.

然而,修昔底德却从希腊世界开始陷入困境之处起笔;这作为一个希腊人和雅典人本是不应当做的(更何况他并非无名之辈,而是属于雅典人尊奉为第一流、认为配享将军之职及其他殊荣的阶层)。而且他竟然如此心怀怨望,以至于将这场战争显而易见的罪责扣在了他自己的城邦头上,尽管他原本拥有许多其他由头可以将责任归咎于别处;他本应当不是从科尔库拉事件开始叙述,而是从他的祖国在波斯战争之后立即建立的最为卓越的功绩写起(对于这些,他后来在不适当的篇幅中草草带过地提了一笔),并且作为一个爱国者怀着深厚的善意叙述完这些之后,再行补叙道:拉栖代梦人由于对这些功绩心生嫉妒与畏惧,找别的借口作为掩护挑起了战争;此时他再谈及科尔库拉事件、针对墨伽拉人的法令以及其他诸如此类他想说的话。

§3.10

τὰ δʼ ἐν τέλει πλείονος ἁμαρτίας πλήρη· καίπερ γὰρ λέγων ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενος, εἰς τὴν ναυμαχίαν τελευτᾷ τὴν περὶ Κυνὸς σῆμα γεγενημένην Ἀθηναίων καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτος εἰκοστὸν καὶ δεύτερον. κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευτὴν ποιήσασθαι2 τῆς ἱστορίας τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖς ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς ἀφʼ ὧν ἡ πόλις ἀρξαμένη τὴν ἐλευθερίαν ἀνεκομίσατο.

他在结尾处的处理更充满了严重的过失。因为他虽然宣称自己经历了整场战争,并且承诺要阐明一切,却以雅典人与伯罗奔尼撒人之间发生在第二十二年的库诺斯塞马海战作为全书的终结。然而,原本更好的做法乃是:详尽叙述完整个过程之后,将历史的终点定在那桩最为惊人、最能令听者欢喜的事件上——即流亡者从费勒的重返,雅典城正以此为起点重新赢得了自由。

§3.11

τρίτον ἐστὶν ἀνδρὸς ἱστορικοῦ σκοπεῖν, τίνα τε δεῖ παραλαβεῖν ἐπὶ τὴν γραφὴν πράγματα καὶ τίνα παραλιπεῖν. δοκεῖ δή μοι κἀν τούτῳ λείπεσθαι Θουκυδίδης. συνειδὼς γὰρ Ἡρόδοτος, ὅτι πᾶσα μῆκος ἔχουσα πολὺ διήγησις ἂν μὲν ἀναπαύσεις τινὰς λαμβάνῃ, τὰς ψυχὰς τῶν ἀκροωμένων ἡδέως διατίθησιν, ἐὰν δὲ ἐπὶ τῶν αὐτῶν μένῃ πραγμάτων, κἂν τὰ μάλιστα ἐπιτυγχάνηται, λυπεῖ τὴν ἀκοὴν τῷ κόρῳ, ποικίλην ἐβουλήθη ποιῆσαι τὴν γραφὴν Ὁμήρου ζηλωτὴς γενόμενος· καὶ γὰρ τὸ βυβλίον ἢν αὐτοῦ λάβωμεν, μέχρι τῆς ἐσχάτης συλλαβῆς ἀγάμεθα καὶ ἀεὶ τὸ πλέον ἐπιζητοῦμεν.

历史学家的第三项任务,是考察哪些事情应当纳入撰述,哪些应当略去。在我看来,修昔底德在此事上亦有欠缺。希罗多德深知,任何篇幅冗长的叙事如果获得某些喘息与停顿,便能令听众的心神感到愉悦;但若始终停留在相同的事情上,即便写得极为成功,也会因餍足而使听觉产生厌倦;因此他成为荷马的追随者,期望使自己的作品丰富多彩;确实,我们若拿起他的书卷,直到最后一个音节都会赞叹不已,并且总想读到更多。

§3.12

Θουκυδίδης δὲ πόλεμον ἕνα κατατείνας ἀπνευστὶ διεξέρχεται μάχας ἐπὶ μάχαις καὶ παρασκευὰς ἐπὶ παρασκευαῖς καὶ λόγους ἐπὶ λόγοις συντιθείς· ὥςτε μοχθεῖν μὲν τὴν διάνοιαν τῶν ἀκροωμένων κόρον δʼ ἔχει φησὶν ὁ Πίνδαρος καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ ἀφροδίσια. ἤδη δʼ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικίλον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Ὀδρυσῶν ἀρχῆς, διʼ ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων.

修昔底德却将单一的一场战争拉得极长,毫不喘息地铺陈下去,把战斗叠着战斗、战备叠着战备、演说叠着演说堆砌在一起;以至于听者的心智备受折磨。 “即便蜜糖和爱欲的欢悦之花,”品达说,“也会令人餍足。” 事实上,连他也已经意识到了我所说的这一点,即在历史著述中变奏与多样化乃是多么令人愉悦之事,他在两三处地方也确实这样做了:一是在叙述奥德律赛王国因何原因变得强大时,另一处则是在谈论西西里的各城邦时。

§3.13

μετὰ τοῦτο ἔργον ἐστὶν ἱστορικοῦ διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον ἐν ᾧ δεῖ τόπῳ. πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα; Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων.3 καὶ γίγνεται Θουκυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος· πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων ἐν διαφόροις ὡς εἰκὸς τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν ἑτέρων ἅπτεται· πλανώμεθα δὴ καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας.

此后,历史学家的任务便是对所阐述的每件事项进行划分,并安放于其应有的位置。那么,他们各自是如何划分与编排所记之事的呢?修昔底德遵从时间顺序,而希罗多德则遵从事件的完整单元。其结果是修昔底德变得晦涩且难以跟上;因为在同一个夏季或同一个冬季,理所当然有许多事情发生在不同的地方,他却将最初的事项弃置于半途,转而着手其他事务;于是我们自然而然地迷失其中,心智陷入混乱,难以跟上所叙述的内容。

语法注3 条
  1. 3.9καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν

    不定式 ἄρξασθαι 以及后文的 ἐπενεγκεῖν 和 λέγειν 承接上文非人称动词 ἔδει(源自 οὐκ ἔδει ποιεῖν)的支配,表达过去未实现的应然责任(“他本应当从……开篇”)。其逻辑主语由宾格分词 διελθόντα(与前文的 Ἕλληνα ὄντα καὶ Ἀθηναῖον 同格)体现。

  2. 3.10κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευτὴν ποιήσασθαι

    κρεῖττον ἦν 为表达可能或应当之意的未完成过去直陈语气,无需伴随 ἄν 即可表达反事实的过去推论(“原本更好的做法乃是……但他却没有这样做”)。宾格分词 διεξελθόντα 充当不定式 ποιήσασθαι 的逻辑主语。

  3. 3.13Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων

    承接前文疑问句 πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα? 的省略句式,两分句均省略了定式动词,通过分词 ἀκολουθῶν(后半句亦省)及其支配的与格宾语 τοῖς χρόνοις 与对偶句中的 ταῖς περιοχαῖς 形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:3.9-3.13