- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:3.1-3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者回应庞培的请求,引述自己《论模仿》一书中的内容,从主题的选择以及叙事起点与终点的确立这两个维度对比希罗多德与修昔底德,论证了希罗多德的优越性。
περὶ δὲ Ἡροδότου καὶ Ξενοφῶντος ἐβουλήθης μαθεῖν, τίνα περὶ αὐτῶν ὑπόληψιν ἔχω, καὶ γράψαι με περὶ αὐτῶν ἐβουλήθης. πεποίηκα τοῦτο οἷς πρὸς Δημήτριον ὑπεμνημάτισμαι περὶ μιμήσεως. τούτων ὁ μὲν πρῶτος αὐτὴν περιείληφε τὴν περὶ τῆς μιμήσεως ζήτησιν, ὁ δὲ δεύτερος περὶ τοῦ τίνας ἄνδρας μιμεῖσθαι δεῖ ποιητάς τε καὶ φιλοσόφους, ἱστοριογράφους τε καὶ ῥήτορας, ὁ δὲ τρίτος περὶ τοῦ πῶς δεῖ μιμεῖσθαι μέχρι τοῦδε ἀτελής. ἐν δὴ τῷ δευτέρῳ περὶ Ἡροδότου τε καὶ Θουκυδίδου καὶ Ξενοφῶντος καὶ Φιλίστου καὶ Θεοπόμπου (τούτους γὰρ ἔκρινον τοὺς ἄνδρας εἰς μίμησιν ἐπιτηδειοτάτους) τάδε γράφω·
关于希罗多德与色诺芬,你希望了解我对他们持有何种评价,并希望我写一写关于他们的内容。我已在写给德米特里乌斯的《论模仿》备忘录中做过了这番探讨。在这些著作中,第一卷包含了关于模仿本身的探究;第二卷讨论应当模仿哪些人——无论是诗人还是哲学家,历史家还是演说家;第三卷讨论应当如何模仿,至今尚未完成。正是在这第二卷中,关于希罗多德、修昔底德、色诺芬、菲利斯托斯和忒奥彭波斯(因为我认为这些人最适合作为模仿的对象),我写了如下的话:
εἰ δὲ δεῖ καὶ περὶ αὐτῶν εἰπεῖν, περὶ μὲν Ἡροδότου καὶ Θουκυδίδου ταῦτα φρονῶ. πρῶτόν τε καὶ σχεδὸν ἀναγκαιότατον ἔργον ἁπάντων ἐστὶ τοῖς γράφουσιν πᾶσιν ἱστορίας ὑπόθεσιν ἐκλέξασθαι καλὴν καὶ κεχαρισμένην τοῖς ἀναγνωσομένοις. τοῦτο Ἡρόδοτος κρεῖττόν μοι δοκεῖ πεποιηκέναι Θουκυδίδου.
“如果也必须谈谈他们本身,关于希罗多德与修昔底德我持如下看法。对于所有撰写历史的人来说,首要且几乎最不可或缺的工作,便是选取一个崇高且能令读者心生欢喜的主题。在这一点上,我认为希罗多德比修昔底德做得更好。
ἐκεῖνος μὲν γὰρ κοινὴν Ἑλληνικῶν τε καὶ βαρβαρικῶν πράξεων ἐξενήνοχεν ἱστορίαν, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων ἐξίτηλα γένηται, μήτε ἔργα καὶ ἅπερ αὐτὸς εἴρηκε. τὸ γὰρ αὐτὸ προοίμιον καὶ ἀρχὴ καὶ τέλος ἐστὶ τῆς ἱστορίας.
因为前者发表了一部兼纳希腊人与异邦人事迹的历史, ‘免得人事湮灭,也免得功业……’ 正如他自己所说的那样。因为那篇序言本身就是整部历史的开端与归宿。
ὁ δὲ Θουκυδίδης πόλεμον ἕνα γράφει, καὶ τοῦτον οὔτε καλὸν οὔτε εὐτυχῆ· ὃς μάλιστα μὲν ὤφειλε μὴ γενέσθαι, εἰ δὲ μή, σιωπῇ καὶ λήθῃ παραδοθεὶς ὑπὸ τῶν ἐπιγιγνομένων ἠγνοῆσθαι.1 ὅτι δὲ πονηρὰν εἴληφεν ὑπόθεσιν, καὶ αὐτός γε τοῦτο ποιεῖ φανερὸν ἐν τῷ προοιμίῳ· πόλεις τε γὰρ διʼ αὐτὸν ἐξερημωθῆναί φησι πολλὰς Ἑλληνίδας, τὰς μὲν ὑπὸ βαρβάρων, τὰς δʼ ὑπὸ σφῶν αὐτῶν, καὶ φυγαδείας καὶ φθόρους ἀνθρώπων ὅσους οὔπω πρότερον γενέσθαι, σεισμούς τε καὶ αὐχμοὺς καὶ νόσους καὶ ἄλλας πολλὰς συμφοράς. ὥςτε τοὺς ἀναγνόντας τὸ προοίμιον ἠλλοτριῶσθαι πρὸς τὴν ὑπόθεσιν, Ἑλληνικῶν μέλλοντας ἀκούειν.
然而修昔底德却写了一场单一的战争,而这场战争既不光彩也不幸运;它最应当的是根本不曾发生,即便发生了,也理应被付诸沉默与遗忘,不被后世所知晓。至于他选取了一个令人沮丧的主题,他自己在序言中也使之显露无遗;因为他说,由于这场战争,许多希腊城邦化为荒墟,有些毁于异邦人之手,有些则毁于他们自己人,流放与人口丧亡之巨前所未见,更兼有地震、干旱、瘟疫以及诸多其他灾祸;以至于那些读了序言的人,在将要聆听希腊事务之际,反而对这一主题产生了疏离与厌弃之感。
ὅσῳ δὲ κρείττων ἡ τὰ θαυμαστὰ ἔργα δηλοῦσα Ἑλλήνων τε καὶ βαρβάρων γραφὴ τῆς τὰ οἰκτρὰ καὶ δεινὰ πάθη τῶν Ἑλλήνων διαγγελλούσης, τοσούτῳ φρονιμώτερος Ἡρόδοτος Θουκυδίδου κατὰ τὴν ἐκλογὴν τῆς ὑποθέσεως. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἔνεστιν εἰπεῖν, ὅτι διʼ ἀνάγκην ἦλθεν ἐπὶ ταύτην τὴν γραφήν, ἐπιστάμενος μὲν ὡς ἐκεῖνα καλλίω, βουλόμενος δὲ μὴ ταὐτὰ ἑτέροις γράφειν· πᾶν γὰρ τοὐναντίον ἐν τῷ προοιμίῳ διασύρων τὰ παλαιὰ ἔργα κάλλιστα καὶ θαυμασιώτατα τὰ καθʼ αὑτὸν ἐπιτελεσθέντα φησὶν εἶναι, καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος.2 οὐ μὴν Ἡρόδοτός γε τοῦτο ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων οὐκ ἀπετράπετο, ἀλλʼ ἐπίστευσεν αὑτῷ κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πεποίηκεν.
展现希腊人与异邦人惊人壮举的著作,比起传达希腊人可怜而可怖苦难的著作优越多少,希罗多德在主题的选取上就比修昔底德明智多少。人们甚至不能这样说:他是迫于无奈才写这部著作的,虽然明知那些过去的功业更为崇高,却不愿与他人记述相同之事;因为恰恰相反,他在序言中贬低古代的事迹,宣称在他那个时代完成的事业是最为壮美和令人惊叹的,并且显而易见他是自愿作出这一选择的。然而希罗多德绝非如此;尽管在他之前的历史学家赫拉尼库斯与卡隆已经发表过相同的主题,他却未曾退缩,反而坚信自己能写出更优秀的作品;而他也确实做到了。
δεύτερόν ἐστι τῆς ἱστορικῆς πραγματείας ἔργον γνῶναι πόθεν τε ἄρξασθαι καὶ μέχρι τοῦ προελθεῖν δεῖ. φαίνεται δὴ κἀν τούτῳ Θουκυδίδου πολὺ Ἡρόδοτος φρονιμώτερος· ἄρχεταί τε ἀφʼ ἧς αἰτίας ἤρξαντο πρῶτον κακῶς ποιεῖν τοὺς Ἕλληνας οἱ βάρβαροι, καὶ προελθὼν εἰς τὴν τῶν βαρβάρων κόλασιν καὶ τιμωρίαν λήγει.
历史著述的第二项任务,是知晓应当从何处开篇,以及应当推进到何处为止。在这点上,希罗多德似乎也比修昔底德明智得多:他是从异邦人最初为何开始加害希腊人的原因写起,一直推进到对异邦人的惩戒与报复才告终。”
- 3.4ὃς μάλιστα μὲν ὤφειλε μὴ γενέσθαι, εἰ δὲ μή, σιωπῇ καὶ λήθῃ παραδοθεὶς ὑπὸ τῶν ἐπιγιγνομένων ἠγνοῆσθαι
ὤφειλε 加不定式构成了表示过去未实现愿望或义务的虚拟句式(“本应当不……”)。其后由固定短语 εἰ δὲ μή(“否则/即便不然”)引出的第二项不定式 ἠγνοῆσθαι(完成时被动不定式),同样由前面的 ὤφειλε 支配。
- 3.7καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος
形容词 φανερός 在此采用了人称结构,以主语(修昔底德)为主格,并带有补充性分词 ἑλόμενος(不定过去时中动态分词),而非采用无人称形式 φανερόν ἐστι 搭配宾格加不定式。整句意为“显而易见他是自愿选择这些的”。
