← 哈利卡纳苏斯的狄奥尼修斯

致格奈乌斯·庞培信

§2.8-2.16

对柏拉图文体的批评与追求崇高带来的必然过失

作者指出柏拉图本人及其同时代人均意识到并批评了其文体上的偏颇,并以《斐德罗篇》为例,通过引用格米努斯信中的话,证明两人在“追求崇高者必然难免遭遇挫折”这一点上意见完全一致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι1 πᾶσαν ἐπιτίμησιν. ταὐτὰ γὰρ οἵ τε κατʼ αὐτὸν γενόμενοι πάντες ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐδὲν δεῖ με λέγειν, καὶ αὐτὸς ἑαυτῷ (τοῦτο γὰρ τὸ λαμπρότατον)· ᾔσθετο γὰρ τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετʼ αὐτῇ τὸ διθύραμβον· ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν.2 τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς λόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς· ὥςτʼ οὐδὲν ἔξω τοῦ εἰκότος ἔμελλεν πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.

然而我认为,这样一位伟大的人物本应当避免一切指责。因为他的同代人全都提出了同样的批评——他们的名字我绝无必要提及——而且他自己也批评自己(因为这是最令人赞叹之处);他察觉到了自己缺乏审美的毛病,并将其称作“狄俄倪索斯赞歌”;尽管这是实情,但我现在若说出口也会感到羞愧。在我看来,他之所以会有这种遭遇,似乎是因为他虽然在最为朴素、最为精确的苏格拉底对话中成长,却没有驻足于其中,反而钟情于高尔吉亚和修昔底德的修辞构作;因此,他在吸取那些人物的文体所具有的优点的同时,也沾染了其中的一些缺点,落入此种境地绝非出乎意料。

§2.9

παραδείγματα δὲ τῆς ἰσχνῆς καὶ τῆς ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων παραθήσομαι, ἐν ᾧ τοὺς ἐρωτικοὺς ὁ Σωκράτης διατέθειται λόγους πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον ἐν γὰρ τούτοις τὸ μὲν πραγματικὸν οὐδαμῇ μέμφομαι τοῦ ἀνδρός, τοῦ δὲ λεκτικοῦ μορίου τὸ περὶ τὴν τροπικήν τε καὶ διθυραμβικὴν φράσιν ἐκπῖπτον, ἐν οἷς οὐ κρατεῖ τοῦ μετρίου, ἐπιτιμῶ τε οὐχ ὡς τῶν τυχόντων τῳ ἀλλʼ ὡς ἀνδρὶ μεγάλῳ καὶ ἐγγὺς τῆς θείας ἐληλυθότι φύσεως, ὅτι τὸν ὄγκον τῆς ποιητικῆς κατασκευῆς εἰς λόγους ἤγαγε φιλοσόφους ζηλώσας τοὺς περὶ Γοργίαν, ὥςτε καὶ διθυράμβοις τινὰ ποιεῖν ἐοικότα, καὶ μηδὲ ἀποκρύπτεσθαι τοῦτο τὸ ἁμάρτημα ἀλλʼ ὁμολογεῖν.

我将从他最为著名的著作之一中,引出朴素文体与崇高文体的范例,在这部著作中,苏格拉底向他的一位熟人斐德罗——该书即由此人得名——发表了关于爱情的对话。因为在这些对话中,我绝非挑剔此人在内容上的不足,而是指责其文辞中滑向比喻性与赞歌式表达、以致失去节制的部分;我指责他并非将他视作庸碌之辈,而是视其为接近神圣本性的伟大人物,因为他效法高尔吉亚之流,将诗学构作的浮华冗赘引入哲学论述,以至于写出类似赞歌的段落,并且甚至不加隐瞒这一瑕疵,而是予以承认。

§2.14

καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ διʼ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις· ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως· ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλʼ ἐκ τῶν πλείστων καὶ εὐτυχηθέντων ἐξετάζειν.3

而最优秀的格米努斯啊,你自己通过那封信本身,显然也对此人抱有与我相同的看法,你在信中一字不差地这样写道: “因为在其他文体中,容易落在赞扬与指责之间;但在精心构作的文体中,未获成功者便完全是彻底的失败。因此在我看来,审视这些人不应当根据其较为冒险或较次要的作品,而应当根据其绝大多数成功的作品。”

§2.15

καὶ μετʼ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι ἐστὶν ἀναγκαῖον.

稍后你又补充了以下的话: “然而我虽然有理由为全部或至少绝大多数地方辩护,却不敢向你提出反驳;但我坚持这样一点,即如果不冒此类风险并大胆尝试那些必然也会遭遇挫败之事,就绝不可能在任何方式上取得伟大的成功。”

§2.16

οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους· σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλόμενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορθουμένων τὰ διαμαρτανόμενα ὑπʼ αὐτοῦ. καὶ καθʼ ἓν τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρʼ ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως εἰς τὸ κενὸν καὶ ἀηδές, παρʼ ᾧ δὲ οὐδέποτε ἢ σπανίως γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.

我们彼此之间并无分歧;因为你承认企图成就大业者有时难免会犯错,而我也主张,追求崇高、宏伟且涉险文辞的柏拉图并未在所有部分都取得圆满成功,但他所犯的错误在成功之处面前不过占极小的一部分。正是在这唯一的一点上,我认为柏拉图逊于狄摩西尼:在前者的作品中,文辞的崇高有时会滑入空洞与令人不快,而在后者那里则绝不如此,或者极其罕见。关于柏拉图,就说这么多吧。

语法注3 条
  1. 2.8πεφυλάχθαι

    动词 φυλάττω 的现在完成中被动态不定式。此处作中间态使用,后接宾格补足语 πᾶσαν ἐπιτίμησιν,意为“自身防范/避开……”,充当 ἠξίουν(“我认为理当……”)的补足语。

  2. 2.8ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν

    由 ἄν 与不定过去直陈式 ᾐδέσθην 构成的潜在或与事实相反的虚拟表达。关系代词 ὃ(先行词为 τὸ διθύραμβον)作 λέγειν 的宾语,ἀληθὲς ὄν 作让步分词短语(“尽管这是事实”),整句意为“即便是事实,如今我自己也会羞于启齿的字眼”。

  3. 2.14διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλʼ ἐκ τῶν πλείστων καὶ εὐτυχηθέντων ἐξετάζειν

    非人称动词 δοκεῖ(“在我看来理当……”)的句式。不定式 ἐξετάζειν 的逻辑主语泛指一般人(“我们/批评家”),而宾格 τούτους τοὺς ἄνδρας 则是 ἐξετάζειν 的直接宾语。全句骨架为:“因此在我看来,审视这些人(作家)不应当根据其较为冒险的作品,而应当根据其绝大多数成功的作品。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:2.8-2.16