- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:2.1-2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引自己在《论阿提卡演说家》中对柏拉图文体的评价,赞扬柏拉图在朴素自然文体上的绝妙造诣,同时指出其在追求辞藻浮华、比喻过剩和诗学修饰时的弊病,从而说明自己批评的真正主旨。
λοιπὸν δʼ ἐστί μοι καὶ περὶ αὐτῶν ὧν εἴρηκα λόγων1 περὶ τἀνδρὸς ἐν τῇ περὶ τῶν Ἀττικῶν πραγματείᾳ ῥητόρων εἰπεῖν. θήσω δὲ αὐταῖς λέξεσιν, ὡς ἐκεῖ γέγραφα· ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρου τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον· πέφυκε δὲ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής.
我所剩下的,就是谈论我在关于阿提卡演说家的论著中关于此人所说的原话。我将用那里的确切字句罗列如下: “柏拉图的文体,正如我之前所言,本身确实力图成为崇高与朴素这两种风格中每一种的混合;但其天资对于这两种文体并非同样幸运。
ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρά τε γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥςπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρʼ ἥντινʼ οὖν ἑτέραν τῶν τὴν αὐτὴν διάλεκτον εἰργασμένων, τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου· ὅ τε πίνος ὁ τῆς ἀρχαιότητος ἠρέμα αὐτῇ καὶ λεληθότως ἐπιτρέχει ἱλαρόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι, καὶ ὥςπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται, καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν.
因此,当它采用朴素、单纯且不事雕琢的措辞时,便显得异乎寻常的甜美与近人。因为它变得极其纯净而透彻,宛如最为清澈的泉流,比起同样运用这种文体之人的任何其他〔措辞〕都更为精确而纤细;并且它追求词汇的平易,讲究明晰,摈弃一切人为添加的修辞修饰;古雅的光泽徐徐且潜移默化地拂过其上,散发出一种明朗、茂盛且充满韶华之美的花朵,仿佛如自最芬芳的草地一般,有一阵惬意的微风从其中拂来,其清脆悦耳不见喋喋不休之态,其精妙雅致亦无舞台矫饰之感。
ὅταν δʼ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίγνεται· καὶ γὰρ ἀηδεστέρα καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται· μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον, ἕλκει τε μακρὸν ἀποτείνουσα τὸν νοῦν, συστρέψαι δὲ δέον2 ἐν ὀλίγοις ὀνόμασιν ἐκχεῖται εἰς ἀπειροκάλους περιφράσεις, πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη, ὑπεριδοῦσα δὲ τῶν κυρίων ὀνομάτων κἀν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ.
然而,当它陷入冗长虚浮与刻意雕琢言辞的无节制冲动时——而这正是它常常倾向于做的事——它便远逊于自己本来的水准了;因为它显得更为刺耳,希腊语说得更为拙劣,并且更加粗陋;它使明晰蒙上阴影,令其近于昏暗,将意义拉长拖沓,本应以寥寥数语加以凝练之处,却泛滥为缺乏审美的迂回赘述,炫耀词汇的丰沛,且轻视那些在日常习用中确立的本义词,转而搜求生造词、生僻词与古体词。
μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν· πολλὴ μὲν γὰρ ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δʼ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς μεταφοραῖς γίγνεται, ἀλληγορίας τε περιβάλλεται μακρὰς καὶ πολλὰς οὔτε μέτρον ἐχούσας οὔτε καιρόν, σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν, καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται· καὶ πολὺς ὁ τελέτης ἐστὶν ἐν τοῖς τοιούτοις παρʼ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοί· οὐ γὰρ ἐμὸς ὁ μῦθος.
它在比喻性修辞上触礁最为严重;因为在修饰形容词中显得冗繁,在换喻中显得不合时宜,在隐喻中显得生硬且无法维持比例匀称,并且包缠着冗长繁复且既无分寸又乏适切性的多重寓意,以令人产生极度不快之感的诗学句式,尤其是以高尔吉亚式的修辞技巧,不合时宜且幼稚地自我炫耀;在此类事物中,正如法勒隆的德米特里在某处曾说过的以及其他许多人所说的那样,他身上的‘秘仪主祭色彩过于浓重’;因为‘这并不是我自己的故事’。
μηδεὶς δέ με ταῦτα ἡγείσθω λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐγκατασκεύου καὶ ἐξηλλαγμένης λέξεως ᾗ κέχρηται Πλάτων (μὴ γὰρ οὕτω σκαιὸς γενοίμην ὥςτε ταύτην τὴν δόξαν περὶ ἀνδρὸς τηλικούτου λαβεῖν), ἐπεὶ πολλὰ καὶ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον,3 ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν, καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δὲ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ· ἢ γὰρ οὐδὲν ἁμαρτάνει ἢ κομιδῇ βραχύ τι καὶ οὐκ ἄξιον κατηγορίας.
但是,绝不要有人认为我说这些话,是在否定柏拉图所使用的全部经过雕琢和非凡的辞藻(愿我不至如此愚钝,以至于对如此伟大的人物抱有这样的成见),因为我知道他在诸多论题上表达了许多出自其极致力量的宏伟而令人惊叹之物;我之所以说这些,是意在表明他往往在精心构作的言辞中犯下此类错误,每当他在措辞中追求宏大与过剩时,他便不如原本的自己,而每当他引入那种朴素、精确、看似未经雕琢实则以无可指摘且质朴的技法构作而成的文体时,他便远远超越了平时的自己;因为在那时,他要么毫无过失,要么仅有微不足道且不值一斥的瑕疵。”
- 2.1ὧν εἴρηκα λόγων
此处出现先行词并入(incorporation)与关系代词的格吸引(attraction)。按照常规结构应为 περὶ αὐτῶν τῶν λόγων οὓς εἴρηκα(“关于我所说过的那些言论本身”),先行词 λόγων 被并入关系从句中,且关系代词 ὧν 受主句介词 περὶ 支配的名词格影响被吸引为属格。
- 2.5συστρέψαι δὲ δέον
此处为无人称动词 δεῖ 的中性单数宾格分词所构成的宾格绝对独立结构(accusative absolute)。具有转折或让步意味(“本应[以寥寥数语]加以凝练”),与随后的谓语动词 ἐκχεῖται 形成对比。
- 2.7μηδεὶς δέ με ταῦτα ἡγείσθω λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐγκατασκεύου καὶ ἐξηλλαγμένης λέξεως ᾗ κέχρηται Πλάτων ... ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον
分词 καταγινώσκοντα 与后文的 βουλόμενον 均为阳性单数宾格,与命令动词 ἡγείσθω 所支配的不定词主语 με 形成呼应。整个句子的核心骨架为:“绝不要有人认为我说这些话是出于断罪……而是出于意图指明……”。
