← 哈利卡纳苏斯的狄奥尼修斯

致格奈乌斯·庞培信

§1.8-1.17

比较批评方法的合理性与前例

作者为通过比较进行评析的方法进行辩护,指出柏拉图本人亦曾与吕西亚斯竞争并针砭前贤,且亚里士多德等诸多后继者也曾评判柏拉图,以此充分证明自己比较方法的合理性,并向盖米努斯作了总结性辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως ἐξέτασιν καὶ καθʼ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν, οὐδὲν κωλύσει τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν, καὶ μήτε ποίησιν ἀντεξετάζειν ἑτέρᾳ ποιήσει μήθʼ ἱστορικὴν σύνταξιν ἑτέρᾳ συντάξει μήτε πολιτείαν πολιτείᾳ μήτε νόμον νόμῳ, μὴ στρατηγὸν στρατηγῷ, μὴ βασιλεῖ βασιλέα, μὴ βίῳ βίον, μὴ δόγματι δόγμα· τοῦτο δʼ οὐκ ἄν τις συγχωρήσειε νοῦν ἔχων.

然而,如果有人认为在政治性言论中通过比较进行的审视是令人不快的,并要求对每一个体单独进行考察,那么在其他一切事物上也采取完全相同的做法便毫无阻碍了:既不将一首诗与另一首诗相对照审视,也不将一部历史著作与另一部著作、一种城邦体制与另一种体制、一部法律与另一部法律、一位将军与另一位将军、一位君王与另一位君王、一种生活方式与另一种生活方式、一种学说与另一种学说相对照;但凡有理智的人,都不会赞同这一点。

§1.9

εἰ δὲ δεῖ καὶ τὰς ἐκ τῶν μαρτυριῶν παρασχέσθαι σοι πίστεις, ἐξ ὧν μᾶλλόν σοι γενήσεται καταφανές, ὅτι κράτιστος ἐλέγχου τρόπος ὁ κατὰ σύγκρισιν γιγνόμενος, ἀφεὶς τοὺς ἄλλους αὐτῷ χρήσομαι μάρτυρι Πλάτωνι.

如果我还必须向您提供出自证言的凭据,使您更清楚地看到通过比较进行的检验是最优越的方式,那么我将舍弃其他人,唯独以柏拉图本人作为见证人。

§1.10

βουληθεὶς γὰρ ὁ ἀνὴρ ἐπιδείξασθαι τὴν αὑτοῦ δύναμιν ἣν εἶχεν ἐν τοῖς πολιτικοῖς λόγοις, οὐκ ἠρκέσθη ταῖς ἄλλαις γραφαῖς, ἀλλὰ καὶ κρατίστου τῶν τότε ῥητόρων1 ἕτερον αὐτὸς ἐν τῷ Φαίδρῳ συνετάξατο λόγον ἐρωτικὸν εἰς τὴν αὐτὴν ὑπόθεσιν· καὶ οὐδὲ ἄχρι τούτου προελθὼν ἐπαύσατο καταλιπὼν ἐπὶ τοῖς ἀναγνωσομένοις τὴν διάγνωσιν, πότερός ἐστι κρείττων λόγος, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων ἥψατο τῶν Λυσιείων, τὰς μὲν λεκτικὰς μαρτυρῶν τῷ ἀνδρὶ ἀρετάς, τῶν δὲ πραγματικῶν ἐπιλαμβανόμενος.

因为那位先生为了彰显自己在政治性言论中拥有的力量,并不满足于其他著作,反而亲自在《斐德罗篇》中就同一主题撰写了另一篇爱情言论,以与当时最卓越的演说家匹敌;并且他并未止步于此,将孰优孰劣的评判留给读者,而是进而指出了吕西亚斯的过失,在为那位人物的修辞长处作证的同时,对其内容构思上的缺陷进行了批判。

§1.11

ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους ἐξετάζειν ἠξίου λόγους ἐπιδεικνύμενος Λυσίαν τε ἐν οἷς ἡμάρτηκεν καὶ ἑαυτὸν ἐν οἷς κατώρθωκε, τί θαυμαστὸν ἐποίουν ἐγὼ τοῖς Δημοσθένους λόγοις συγκρίνων τοὺς Πλάτωνος καὶ εἴ τι μὴ καλῶς ἐν αὐτοῖς ἔχειν ᾤμην, ἐπιλογιζόμενος;

因此,当柏拉图选择了最粗俗、最令人反感的一项作为——即在言辞的力量上赞扬自己——并认为即便将自己的言论与当时最优秀的演说家并列审视,指明吕西亚斯在何处犯错而自己在何处成功,也没有做出任何值得指责之事时,我将柏拉图的言论与德摩斯梯尼的言论进行比较,并考察其中我认为不尽完善之处,又有何怪异之处呢?

§1.12

ἐῶ γὰρ τὰς ἄλλας αὐτοῦ γραφὰς παραφέρειν, ἐν αἷς κωμῳδεῖ τοὺς πρὸ ἑαυτοῦ, Παρμενίδην τε καὶ Ἱππίαν καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ Γοργίαν καὶ Πῶλον καὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ ἄλλους συχνούς, οὐκ ἀπὸ τοῦ βελτίστου πάντα περὶ αὐτῶν γράφων ἀλλʼ εἰ βούλει, καὶ ἀπὸ φιλοτιμίας·

因为我且不援引他的其余著作,他在那些著作中嘲弄了先于他的人们——巴门尼德、希庇亚、普罗泰戈拉、普罗狄科、高尔吉亚、珀罗斯、狄奥多洛、特拉叙马科以及许多其他人——他在关于这些人的记述中并非全都是出于最纯正的动机,甚至如果您愿意承认的话,也是出于争名好胜之心。

§1.13

ἦν γάρ, ἦν ἐν τῇ Πλάτωνος φύσει πολλὰς ἀρετὰς ἐχούσῃ τὸ φιλότιμον. ἐδήλωσε δὲ τοῦτο μάλιστα διὰ τῆς πρὸς Ὅμηρον ζηλοτυπίας, ὃν ἐκ τῆς κατασκευαζομένης ὑπʼ αὐτοῦ πολιτείας ἐκβάλλει στεφανώσας καὶ μύρῳ χρίσας, ὡς δὴ τούτων αὐτῷ δέον ἐκβαλλομένῳ,2 διʼ ὃν ἥ τε ἄλλη παιδεία πᾶσα παρῆλθεν εἰς τὸν βίον καὶ τελευτῶσα φιλοσοφία.

因为在具有诸多美德的柏拉图的天性中,确实存在、并且确实强烈存在着争强好胜的野心。他通过对荷马的嫉羡最为鲜明地表露了这一点:正是通过荷马,其他一切教养乃至最终的哲学才进入了人类生活,然而柏拉图却在为其戴上花冠并涂抹香膏后将他逐出自己所建立的城邦,仿佛他在被驱逐时确实需要这些待遇似的。

§1.14

ἀλλὰ θῶμεν ἀπὸ τοῦ βελτίστου διʼ αὐτὴν τὴν ἀλήθειαν πάντα λέγειν Πλάτωνα· τί οὖν ἄτοπον ἐποιοῦμεν αὐτοὶ τοῖς ἐκείνου νόμοις χρώμενοι καὶ ἀντιπαρεξετάζειν αὐτῷ τοὺς τῶν ἐπακμασάντων λόγους βουλόμενοι;

然而,即便我们假设柏拉图所说的一切全都是出于对真理本身的至善动机,那么我们自己沿用他的法则,并意图将后世鼎盛之人的言论与他相对照审视,又做出了什么不合情理之事呢?

§1.15

ἔπειτʼ οὐ μόνος οὐδὲ πρῶτος ἐγὼ φανήσομαι περὶ Πλάτωνος ἐπιχειρήσας τι λέγειν. οὐδʼ ἄν τις ἔχοι κατʼ αὐτὸ τοῦτο μέμψασθαί με τὸ μέρος, ὅτι τὸν ἐπιφανέστατον τῶν φιλοσόφων καὶ πλείοσιν ἢ δώδεκα γενεαῖς ἐμαυτοῦ πρεσβύτερον ἐξετάζειν ἐπεβαλόμην ὡς δὴ διὰ τοῦτο δόξης τινὸς τευξόμενος.

况且,显而易见,我绝不是企图对柏拉图发表议论的唯一一人或第一人。也没有人能够在这一点上责备我:即我着手审视这位最杰出且比我自己年长十二代以上的哲学家,仿佛我真能以此获得某种声誉似的。

§1.16

πολλοὶ γὰρ εὑρεθήσονται πρὸ ἐμοῦ τοῦτο πεποιηκότες, οἳ μὲν κατὰ τὸν ἐκείνου γενόμενοι χρόνον, οἳ δὲ λίαν ὕστερον ἐπακμάσαντες. καὶ γὰρ τὰ δόγματα διέβαλον αὐτοῦ τινες καὶ τοὺς λόγους ἐμέμψαντο πρῶτον μὲν ὁ γνησιώτατος αὐτοῦ μαθητὴς Ἀριστοτέλης, ἔπειτα οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον3 καὶ Ζωΐλον καὶ Ἱπποδάμαντα καὶ Δημήτριον καὶ ἄλλοι συχνοί, οὐ διὰ φθόνον ἢ διὰ φιλαπεχθημοσύνην κωμῳδοῦντες ἀλλὰ τὴν ἀλήθειαν ἐξετάζοντες.

因为在我之前有许多人被发现曾做过此事,他们有的是与他同代之人,有的则是在很久之后才达到鼎盛时期。确实有人抨击了他的学说并批评了他的言论:首先是他最正统的弟子亚里士多德,继而是刻菲索多鲁斯、泰奥彭波斯、佐伊卢斯、希波达玛斯、德米特里等人以及许多其他人,他们绝非出于嫉妒或恶意而加以嘲弄,而是在探求真理。

§1.17

τοσούτοις δὴ καὶ τηλικούτοις ἀνδράσι παραδείγμασι χρώμενος καὶ παρὰ πάντας τῷ μεγίστῳ Πλάτωνι οὐδὲν ἡγούμην τῆς φιλοσόφου ῥητορικῆς ποιεῖν ἀλλότριον ἀγαθοὺς ἀγαθοῖς ἀντεξετάζων. περὶ μὲν οὖν τῆς προαιρέσεως, ἣν ἔσχον ἐν τῇ συγκρίσει τῶν χαρακτήρων, ἱκανῶς ἀπολελόγημαι καὶ σοί, Γεμῖνε φίλτατε.

因此,以如此之多且如此伟大的人物为榜样,并在所有人之上以最伟大的柏拉图本人为榜样,将优秀者与优秀者相互对照审视,我认为自己并未做出任何与哲学性修辞学格格不入之事。关于我在文体比较中所怀抱的旨向,最亲爱的盖米努斯,我也已向您作了充分的辩护。

语法注3 条
  1. 1.10κρατίστου τῶν τότε ῥητόρων

    比较属格或伴有省略的从属属格。此处紧随 ἕτερον 之后,可理解为由 ἕτερον 支配的比较属格(“不同于/抗衡于当时最杰出演说家之演说的另一篇演说”),亦可理解为修饰所省略的名词(如演说或代指吕西亚斯)的所属属格。

  2. 1.13ὡς δὴ τούτων αὐτῷ δέον ἐκβαλλομένῳ

    源自无人称动词 δεῖ 的绝对宾格 δέον,搭配表示讽刺性或宣称理由的虚词 ὡς δή。在此语境下表达反讽的主观理由:“就好像他被逐出时确实需要这些待遇似的”。

  3. 1.16οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον

    “περί + 宾格”的习惯用法。字面意为“刻菲索多鲁斯与泰奥彭波斯周围的人”(追随者或同派之人),但在古典与希腊化希腊语中常作为转称,泛指人物本人及其门生、同侪。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:1.8-1.17