← 哈利卡纳苏斯的狄奥尼修斯

致格奈乌斯·庞培信

§1.1-1.7

关于批评柏拉图与推崇德摩斯梯尼的辩白

作者回复友人庞培的来信,针对自己尊奉德摩斯梯尼为魁首并指出柏拉图缺陷一事作出辩白,阐明这绝非诽谤诋毁,而是为了通过严格对比以探求真理的正当批评方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

χαίρειν1 ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς· ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς.

致候。 我收到了由您送达的信件,文雅而深合我意。您在信中写道,由于我们共同的朋友芝诺为您提供了我的著作,您通读了这些作品并抱有极大的好感;然而,在钦佩其中其余内容的同时,您却对其中载录的一处内容感到不悦,即对柏拉图的指责。对于您对那位先生抱有敬意一事,您做得固然对;但对于您对我作出了相反的揣测,则是不对的。

§1.2

εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμηνείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. ὃ δὲ πέπονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πιστεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδʼ ὃ μὴ πᾶσιν ὁμοίως δοκεῖ.

因为如果还有其他人对柏拉图的文辞表达惊叹不已,那么请您确知,我也是其中之一。然而,对于所有那些通过修正我们的生活与言论,将自己的心智成果奉献给公共利益的人,我怀有怎样的态度,我将告诉您,并且凭宙斯起誓,我必定会使您信服,因为我深信自己绝不会说出任何新奇或离经叛道之言,也不会说出任何与大家的普遍见解相左之语。

§1.3

ἐγὼ οὖν νομίζω δεῖν, ὅταν μὲν ἔπαινον προέληται γράφειν τις πράγματος εἴτε σώματος ὁποίου γέ τινος, τὰς ἀρετὰς αὐτοῦ καὶ οὐ τἀτυχήματα, εἴ τινα πρόσεστι, προφέρειν· ὅταν δὲ βουληθῇ διαγνῶναι, τί τὸ κράτιστον ἐν ὅτῳ δή ποτε βίῳ καὶ τί τὸ βέλτιστον τῶν ὑπὸ ταὐτὸ γένος ἔργων, τὴν ἀκριβεστάτην ἐξέτασιν προσφέρειν καὶ μηδὲν παραλείπειν τῶν προσόντων αὐτοῖς εἴτε κακῶν εἴτε ἀγαθῶν· ἡ γὰρ ἀλήθεια οὕτως εὑρίσκεται μάλιστα, ἧς οὐδὲν χρῆμα τιμιώτερον.

因此我认为,每当有人打算撰写对某件事物或某种人身的颂赞时,应当提出其美德,而非其不幸与过失(若有附随者);但每当有人意图判定在任何一种生活之中何者为最优、在同类作品之中何者为最佳时,就必须施加最精确的审视,不遗漏其固有的任何品质,无论是不好的还是优良的。因为真理主要正是以此种方式被发现的,而没有任何财富比真理更为珍贵。

§1.4

τοῦτο δὴ προθέμενος ἐκεῖνο λέγω· εἰ μὲν ἔστι μοι κατὰ Πλάτωνος λόγος τις καταδρομὴν περιέχων τοῦ ἀνδρὸς ὥςπερ Ζωΐλῳ τῷ ῥήτορι, ἀσεβεῖν ὁμολογῶ· καὶ εἴ γε βουληθεὶς ἐγκώμιον αὐτοῦ γράφειν ψόγους τινὰς συγκαταπλέκω τοῖς ἐπαίνοις, ἀδικεῖν φημι καὶ παρεκβαίνειν τοὺς καθεστῶτας ἡμῖν ἐπὶ τοῖς ἐπαίνοις νόμους· οὐ γὰρ ὅτι διαβολὰς οἴομαι δεῖν γράφειν ἐν αὐτοῖς, ἀλλʼ οὐδʼ ἀπολογίας.2

立足于这一前提,我且言道:如果我有一篇反对柏拉图的言论,像修辞学家佐伊卢斯那样包含着对那位先生的攻击,我承认这是大逆不道的;又或者,若我本意是为他撰写颂辞,却在赞美中掺杂了某些责难,我说这是非正义的,并且违背了我们既定的颂辞准则;因为我认为在颂辞中不仅不应写入毁谤,甚至连辩白也不应写入。

§1.5

εἰ δὲ χαρακτῆρας λόγου προελόμενος σκοπεῖν καὶ τοὺς πρωτεύοντας ἐν αὐτοῖς φιλοσόφους τε καὶ ῥήτορας ἐξετάζειν τρεῖς μὲν ἐξ ἁπάντων ἐξελεξάμην τοὺς δοκοῦντας εἶναι λαμπροτάτους, Ἰσοκράτην τε καὶ Πλάτωνα καὶ Δημοσθένη, ἐκ δὲ τούτων αὐτῶν πάλιν προέκρινα Δημοσθένη, οὐδὲν ᾤμην οὔτε Πλάτωνα οὔτε Ἰσοκράτην ἀδικεῖν.

然而,若我是为了考察文体的特征,并审视其中居于首位的哲学家与修辞学家,从而从所有人中挑选出三位公认为最卓越者,即伊索克拉底、柏拉图与德摩斯梯尼,随后又在这三者之中优先推举了德摩斯梯尼,我认为这绝未对柏拉图或伊索克拉底有任何不公。

§1.6

νὴ Δία, φῄς, ἀλλʼ οὐκ ἔδει σε τὰ Πλάτωνος ἁμαρτήματα ἐξελέγχειν, βουλόμενον ἐπαινεῖν Δημοσθένη. ἔπειτα πῶς ἄν μοι τὴν ἀκριβεστάτην βάσανον ὁ λόγος ἔλαβεν, εἰ μὴ τοὺς ἀρίστους λόγους τῶν Ἰσοκράτους τε καὶ Πλάτωνος τοῖς κρατίστοις τῶν Δημοσθένους ἀντιπαρέθηκα καὶ καθʼ ὃ μέρος ἥττους οἱ τούτων λόγοι εἰσὶ τῶν ἐκείνου, μετὰ πάσης ἀληθείας ἐπέδειξα, οὐχ ἅπαντα τοῖς ἀνδράσιν ἐκείνοις ἡμαρτῆσθαι λέγων3 (μανίας γὰρ τοῦτο) γἐ, ἀλλʼ οὐδʼ ἅπαντα ἐπίσης κατωρθῶσθαι.

您会说:“凭宙斯起誓,但您既然意图赞美德摩斯梯尼,就不该揭露柏拉图的过失。”那么,如果我不将伊索克拉底和柏拉图最优秀的篇章与德摩斯梯尼最卓越的篇章并列对照,并在充分依据真理的前提下阐明他们的言论究竟在哪一部分不及那位人物的言论,我的论述又如何能获得最严格的检验呢?我并非说那两位先生在所有事情上都犯了过错(因为那是狂妄的),但也并非说他们所有事情都同样无可挑剔。

§1.7

εἰ δὲ τοῦτʼ οὐκ ἐποίουν, ἐπῄνουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς, ὡς μὲν ἀγαθὸς ὁ ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς ἀναγνωσομένους· ὡς δὲ καὶ κράτιστος πάντων τῶν πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατιθεὶς αὐτῷ τοὺς ἀρίστους· πολλὰ γὰρ τῶν καθʼ αὑτὰ φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατεθέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ ὅσων ἐνέργεια τὸ τέλος.

如果我未曾这样做,而只是通过详述德摩斯梯尼的一切美德来赞扬他,那么关于这位演说家的优秀,我必定可以说服读者;但要证明他亦是言论领域所有冠绝一世者之中最为卓越之人,若不将最优秀者置于他身旁对比,我是无法令人信服的。因为许多本身看起来美好而令人赞叹的事物,一旦与其他更优越的事物并列对照,便显得不如其声誉。正因如此,黄金与另一块黄金相比才能辨明孰优孰劣,其他一切手工艺品以及所有以活动自身为目的的事物亦皆如此。

语法注3 条
  1. 1.1χαίρειν

    书信开头常用的绝对不定词问候语,其结构基于省略了主句动词 λέγει(“[发信人向收信人]致以问候/祝愿快乐安康”)。

  2. 1.4οὐ γὰρ ὅτι διαβολὰς οἴομαι δεῖν γράφειν ἐν αὐτοῖς, ἀλλʼ οὐδʼ ἀπολογίας.

    οὐχ ὅτι... ἀλλʼ οὐδέ...(“不仅不……甚至连……也不……”)的省略惯用句式。οὐ γὰρ ὅτι 意为“不仅不是/我且不说”,与后文的 ἀλλʼ οὐδʼ 形成递进否定:在颂辞中不仅不该写入诽谤,甚至连辩护也不应写入。

  3. 1.6οὐχ ἅπαντα τοῖς ἀνδράσιν ἐκείνοις ἡμαρτῆσθαι λέγων

    与格 τοῖς ἀνδράσιν ἐκείνοις 在完成时被动态不定词 ἡμαρτῆσθαι 中作施事与格(dative of agent),意为“那些先生在所有事上都有过失”。其后的插入语 (μανίας γὰρ τοῦτο) 省略了系动词 ἐστί,意为“因为那是疯狂的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:1.1-1.7