- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过引用德摩斯梯尼、柏拉图、埃斯基涅斯与索福克勒斯的实例,探讨了句段为了音韵之美与和谐而增补非必要词或省略妨碍听觉之成分的技巧,并指出对周期句(整句)的配搭及运用尺度同样遵循此理。
ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς ἢ τῆς ἁρμονίας, ἵνʼ ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἴομαι λόγου.1 τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν ὁ Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα; ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. ἐνταῦθα γὰρ οὐχὶ τοῦ ἀναγκαίου χάριν πρόσκειται τὸ τοξεύειν, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ κἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ὁ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως οὐκ ἀναγκαίῳ προσηρανίσθαι;2 ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων. ἐνταυθοῖ γὰρ τὸ παρὰ τῶν ἀκουσάντων πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ τοῖς πράξασι πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. τί δὲ δὴ τὸ παρʼ Αἰσχίνῃ λεγόμενον τουτί ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς, τρίκωλον ἐν τοῖς πάνυ ἐπαινούμενον, οὐχὶ τῆς αὐτῆς ἰδέας ἔχεται; ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης. τῆς μὲν δὴ προσθέσεως ἣ γίνεται τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς ἀφαιρέσεως δὲ τίς; ὅταν τῶν ἀναγκαίων τι λέγεσθαι3 λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν δὲ χαριεστέραν ποιῇ τὴν ἁρμονίαν· οἷά ἐστιν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί· μύω τε καὶ δέδορκα κἀξανίσταμαι "πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι·" ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἂν ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφʼ ἑτέρων, τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω. μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δʼ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω. ἀλλʼ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας. τὰ δʼ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ τάς τε προηγουμένας καὶ τὰς ἑπομένας οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν· οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον. καὶ αὐτὸ δὲ τοῦτο τὸ θεώρημα τῆς συνθετικῆς ἐπιστήμης ἴδιον, πότε δεῖ χρῆσθαι περιόδοις καὶ μέχρι πόσου καὶ πότε μή.
再者,关于句段中的某些确实容纳改动,时而接受在意义上并非必要的增补,时而接受致使思想不完足的删减——而诗人和散文作家作出这些改动决非为了别的,完全是为了音律,好使之变得悦耳而优美——我认为极少需要多费口舌。因为谁能不承认德摩斯梯尼所说的这一文句,是出于音律之故而通过非必要的增补加以扩充的呢: “因为凡是行事并筹划着我会被其俘获之手段的人,此人便是在与我作战,即便他尚未投掷标枪亦未射箭。” 因为在此处,“射箭”并非为了必要之由而附加,而是为了使最后一个句段,即“即便他尚未投掷标枪”由于过于生硬且听来不悦,通过这一增补能够变得更为优雅。此外,关于柏拉图在《悼亡篇》中所写的那段周期句(整句),谁能不说它是借由非必要的词句充填而增补整饬的呢: “因为当功业卓著时,借由优美表述的言辞,从听者那里便为施行者带来了铭记与荣光。” 因为在此处,“从听者那里”并非针对任何必要之处而言说,而是为了使最后一个句段,即“为施行者”能够与它前面的句段均称匹敌。而在埃斯基涅斯那里所说的这句: “你是在针对自身而召唤,是在针对法律而召唤,是在针对民主政体而召唤” ——这一在最受赞誉之列的三句段式,难道不也属于同一概念吗?因为那原本可以以如下方式总括在一个句段中的内容: “你是在针对自身、法律与民主政体而召唤”,却被划分为三,同一个词并非为了必要之由、而是为了使音律更加悦耳而被多次置入。句段中发生的增补方式便是如此;而删减的方式又是怎样的呢?每当必须言说之事中的某项将要引起不适并干扰听觉,而删减后却能使音律更为优美时,便使用此法。在格律诗中,如索福克勒斯的这些诗句: “我闭上双眼,复又睁视,且奋然起身, 自己防范多于被人防范;”因为在这里,第二行诗是由两个并不完足的句段构成的;如果这一文句以下述方式表出,它本是完备的: “自己防范他人多于被他人防范”,但如此一来格律便遭到破坏,也就无法拥有它如今所具有的优美了。在散文著作中,则有诸如下述的例子: “至于在指控某些人的同时剥夺所有人的免税权属于不义之举,我便姑且不论。” 因为在此处,前两个句段中的每一个都被缩减了;若有人以如下方式表出,它们本是自足完备的: “至于在指控某些人不配享有免税权的同时剥夺所有人、甚至包括公正获得免税权者的权利属于不义之举,我便姑且不论。” 但德摩斯梯尼并不认为应当对句段的周密缜密付出多于对其优美节律的关照。 关于所谓的周期句(整句),亦当由我作同样的阐述;因为当适合以周期句表述言论之时,亦必须将先行之句与后随之句妥帖配合;因为周延的整句并非在所有地方都适用。而何时当用周期句、用到何种限度、以及何时不当用,这本身亦是属于组合之学固有的理论考察。
- 9πάνυ ὀλίγου δεῖν οἴομαι λόγου
不定式 δεῖν 在间接引语中隶属于主动词 οἴομαι,承袭非人称动词 δεῖ + 属格(“需要……”)的句法,支配属格短语 πάνυ ὀλίγου λόγου(“我认为仅需要极少的话语/论述”)。此处不作常见的副词性插入习语 ὀλίγου δεῖν(“几乎、差一点”)解,而是理解为带有属格补足语的支配性不定式。
- 9παραπληρώματι λέξεως οὐκ ἀναγκαίῳ προσηρανίσθαι
προσηρανίσθαι 是动词 προσερανίζω(“作为额外捐献或增补供给”)的完成时被动不定式,在间接引语中作主句 φαίη 的宾语,以前面的对格 περίοδον 为逻辑主语。与格短语 παραπληρώματι λέξεως οὐκ ἀναγκαίῳ 作方式/手段与格,表示“由非必要的文辞填充物附加整饬”。
- 9τῶν ἀναγκαίων τι λέγεσθαι
被动不定式 λέγεσθαι 附属于实体化的中性复数属格 τῶν ἀναγκαίων(“必须之事中的……”),充当说明性不定式(epexegetical infinitive),具体限定在何种方面是必要的(即“在必须言说之事中的某项”)。
