- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了组合之学的第二项领域,即句段(短语)的配合与赋形,并通过修昔底德与德摩斯梯尼的实例,阐明句段次序的变动与辞格赋形的选择如何对文辞的庄重、激情与论辩力量产生决定性影响。
μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δέ, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, ἡ περὶ τὰ καλούμενα κῶλα, ποικιλωτέρας τε δεομένη πραγματείας καὶ μείζονος, ὑπὲρ ἧς αὐτίκα δὴ πειράσομαι λέγειν ὡς ἔχω γνώμης.1 καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ ὥστʼ οἰκεῖα φαίνεσθαι καὶ φίλα καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα προκατασκευάσαι τε, εἴ πού τι δέοι, μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινʼ ἄλλην μετασκευὴν δέχεται τὰ κῶλα· τούτων δʼ ἕκαστον ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον. ὃ δὲ λέγω, σαφέστερον ἔσται, εἴ τις αὐτὸ ἐπὶ παραδείγματος ἴδοι. ἔστι δή τις παρὰ τῷ Θουκυδίδῃ λέξις ἐν τῇ Πλαταιέων δημηγορίᾳ πάνυ χαριέντως συγκειμένη καὶ μεστὴ πάθους ἥδε· ὑμεῖς τε ὦ Λακεδαιμόνιοι ἡ μόνη ἐλπίς, δέδιμεν, μὴ οὐ βέβαιοι ἦτε. φέρε δή τις λύσας τὴν συζυγίαν ταύτην μεθαρμοσάτω τὰ κῶλα οὕτως· ὑμεῖς τε, ὦ Λακεδαιμόνιοι, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε,2 ἡ μόνη ἐλπίς. ἆρʼ ἔτι μένει τοῦτον τὸν τρόπον ἡρμοσμένων τῶν κώλων ἡ αὐτὴ χάρις ἢ τὸ αὐτὸ πάθος; οὐδεὶς ἂν εἴποι. τί δʼ εἰ τὴν Δημοσθένους λέξιν ταύτην τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφει;3 λύσας τις καὶ μεταθεὶς τὰ κῶλα τουτονὶ τὸν τρόπον ἐξενέγκαι· ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι, ἆρʼ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη; ἐγὼ μὲν οὐκ οἴομαι.
关于文辞最原初的构成部分与字母音素,组合之学的这一探讨便是如此。而第二项探讨,正如我开头所言,是关于所谓“句段(短语)”的,它需要更加多样且更宏大的论述,对于这一点,我将立即依我所见尝试予以阐述。因为亦必须将这些句段相互配合,以使其显得相契且亲和,并在可能范围内以最佳方式赋形,且若在何处有所需要,则通过缩减、增补以及句段所能容纳的任何其他改动预先加以修整。而经验本身会教导这其中的每一项;因为往往这一句段置于那一句段之前或之后,便能显现出某种朗朗上口的美感与庄重,而一旦采取另一种配搭,便显得索然无味且失却庄严。若借由实例加以观察,我所说的话当会更为明白。在修昔底德的著作中,普拉提亚人的演说里便有这样一段组合得极具优美且充溢着激情的文辞: “而你们,斯巴达人啊,我们唯一的希望,我们唯恐你们并不坚定。” 且看若有人拆解这一组合,将句段重新排布如下: “而你们,斯巴达人啊,我们唯恐你们并不坚定,我们唯一的希望。” 当句段以这种方式配合时,原先的优美抑或同样的激情难道还会留存吗?绝无人会如此作答。又如德摩斯梯尼的这句话: “那么,既承认接受所赠之物是合法的,难道你指控回报这些赠物是违法的吗?” 若有人将其拆解并置换句段,以如下方式表出: “那么,既承认接受所赠之物是合法的,难道你指控回报这些赠物是违法的吗?” ——难道它还会同样适合法庭辩论并凝练圆融吗?我个人决不以为然。
ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη, ἡ δὲ περὶ τὸν σχηματισμὸν ποδαπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δʼ ὡς πυνθανόμενοι, τὰ δʼ ὡς εὐχόμενοι, τὰ δʼ ὡς ἐπιτάττοντες, τὰ δʼ ὡς διαποροῦντες, τὰ δʼ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες, οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεώς εἰσιν ὥσπερ καὶ τῆς διανοίας, οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν, ἴσως δὲ καὶ ἄπειροι· περὶ ὧν καὶ πολὺς ὁ λόγος καὶ βαθεῖα ἡ θεωρία. οὐ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ταῦτʼ εἴπας ἔγραψα, γράψας δʼ ἐπρέσβευσα, πρεσβεύσας δʼ ἔπεισα Θηβαίους, ἆρʼ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται; οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. πολὺς δʼ ἂν εἴη μοι λόγος, εἰ περὶ πάντων βουλοίμην λέγειν τῶν σχηματισμῶν ὅσους τὰ κῶλα ἐπιδέχεται. ἀπόχρη δὲ εἰσαγωγῆς ἕνεκα τοσαῦτα εἰρῆσθαι.
关于句段配合的探讨便是如此,而关于句段赋形的探讨又是怎样的呢?表述一切思想的途径并非单一,而是我们言说某些内容是以陈述的方式,某些是以探问的方式,某些是以祈愿的方式,某些是以号令的方式,某些是以疑虑的方式,某些是以假设的方式,此外还有以其他某种方式加以赋形,我们便依照这些方式尝试对言辞加以赋形。而正如思想具有诸多形相(辞格)一般,言辞毫无疑问亦有许多形相,它们无法被概括综述,甚至可能是无穷尽的;关于这些形相,有着繁复的讨论与深邃的考察。毫无疑问,同一句段若如此赋形或如彼赋形,绝不能产生相同的效果。我当依凭实例来谈:德摩斯梯尼若以这种方式表出这段话: “说了这些之后我便草拟法令,草拟了法令之后我便出任使节,出任了使节之后我便说服了底比斯人” ——难道它会像如今所组合的那样优雅吗? “我并非说了这些却不曾草拟法令,亦非草拟了法令却不曾出任使节,亦非出任了使节却不曾说服底比斯人。” 若我欲论及句段所能容纳的一切赋形,我的论述将会极为繁长;然而就入门引导而言,讲明这许多便已足矣。
- 7ὡς ἔχω γνώμης
方式副词 ὡς 与动词 ἔχω 搭配,并带表示观点与范围的部分属格 γνώμης 所构成的固定习惯表达,意为“依我之见”或“就我的看法所及”。
- 7δέδιμεν, μὴ οὐ βέβαιοι ἦτε
由表示恐惧的动词 δέδιμεν 所引出的从属从句,其中否定重叠词 μὴ οὐ 与虚拟语气 ἦτε 连用。连词 μή 引导对某事发生的担忧,从句内的 οὐ 则否定该谓语,整体意为“恐你们不坚定/不可靠”。
- 7παρανόμων γράφει
司法术语,παρανόμων 作表示罪名或起诉理由的属格(genitive of charge)。关身语态短语 γράφομαί τινα παρανόμων 意为“指控某人犯有违法提案罪”(此处 γράφει 为关身现在直陈式第二人称单数的阿提卡形式,即 γράφῃ);此处冠词不定式 τὸ χάριν τούτων ἀποδοῦναι 用作指控的对象。
