← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§10

文句构成的两大目的:悦耳与美好的区别

作者提出了文句组合应当追求的两个最高原则——悦耳与美好,阐明了两者的概念区别,并以修昔底德、色诺芬、希罗多德等人的文风为例论述了二者的具体体现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

διωρισμένων δή μοι τούτων ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ καὶ διὰ τίνων θεωρημάτων τυγχάνοι τις ἂν ὧν βούλεται. δοκεῖ δέ μοι δύο ταῦτʼ εἶναι τὰ γενικώτατα, ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς καὶ ὅσα δημιουργήματα χειρῶν ἐστιν ἀνθρωπίνων ὁρῶσα ὅταν εὑρίσκῃ τό τε ἡδὺ ἐνὸν ἐν αὐτοῖς καὶ τὸ καλόν, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ μὴ παράδοξον ἡγήσηταί τις, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, μηδʼ ἄτοπον εἶναι νομίσῃ,1 εἴ τινα ἡγοῦμαι λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως· φέρει γὰρ ἡ ἀλήθεια τὸ τοιοῦτον καὶ οὐδὲν ἀξιῶ καινόν· ἥ γέ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία, εἴ πέρ τινες καὶ ἄλλαι,2 καὶ οὐκ ἄν τις αὐτὰς ἔχοι μέμψασθαι κατὰ τοῦτο, οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου συγγραφέως Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μὲν ὡς ἔνι μάλιστα, οὐ μὴν καλῶς γʼ ἐφʼ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλʼ οὐχὶ καθάπαξ,3 ἐπεὶ καὶ παρʼ ἐκείνοις ἥρμοσταί τινα ἡδέως καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει, καὶ γὰρ ἡδεῖά ἐστι καὶ καλή.

既然这些问题已由我作了界定,接下来理当说明:一个希望优美地组合文句的人必须瞄准的目标是什么,以及通过哪些理论原则人们能够获得其所欲求之物。在我看来,组合诗律与散文言论的人必须追求的最具普遍性的目标正是这两者:悦耳与美好。因为听觉对这两者皆有所寻求,经历着与视觉相似的情感;事实上,视觉在观看塑像、绘画、雕刻以及一切凡人双手所造之物时,每当发现悦目与优美并存于其中,便心满意足而别无所求。切莫有人以为,如果我确立两个终极目标并将美好与悦耳区分开来,这是荒谬之谈;亦莫认定,若我认为某种文句组合得固然悦耳却不美好,或者美好却绝不悦耳,这是异想天开;因为客观事实确实容纳此类情形,我并未提出任何新奇的见解。无论如何,修昔底德与拉姆诺斯的安提丰的文句,对宙斯起誓,若有其他任何人的文句堪称优美,他们的文句确实组合得极尽美好,绝无人能在此点上对其有所挑剔,然而却绝非十分悦耳;另一方面,克尼多斯的历史作家克特西亚斯与苏格拉底门人色诺芬的文句,固然尽可能地悦耳,却未能达到应有的美好程度。不过我是在更为普遍的倾向上而言,绝非绝对概括,因为在前者的著作中亦有某些段落协调得甚为悦耳,在后者的著作中亦有协调得极为美好之处。而希罗多德的组合则两者兼备,因为它既悦耳又美好。

语法注3 条
  1. 10καὶ μὴ παράδοξον ἡγήσηταί τις ... μηδʼ ἄτοπον εἶναι νομίσῃ

    由否定词 μή 搭配不定过去时第三人称单数虚拟式(ἡγήσηται, νομίσῃ)构成的禁止句,表达规诫性的劝说:“切莫有人认为……亦莫断定……”。其后跟引的两个 εἰ 从句(εἰ δύο ποιῶ τέλη... 与 εἴ τινα ἡγοῦμαι λέξιν...)并非纯粹的假设,而是带有事实认承色彩的从属句(“鉴于/即使我确立了……”,“鉴于/即使我认为……”)。

  2. 10εἴ πέρ τινες καὶ ἄλλαι

    此处承前省略了动词(即 σύγκεινται),属于习见的紧缩插入从句。字面意为“如果确有任何其他的文句也是如此[组合得优美]”,在语意上用于强调最高程度,即“不亚于任何其他人的文句”、“极尽美好”。

  3. 10λέγω δὲ κοινότερον, ἀλλʼ οὐχὶ καθάπαξ

    运用比较级副词 κοινότερον 与绝对副词 καθάπαξ 构成的限定保留句:“我是就更普遍的倾向而言,并非绝对概括”。紧接着由 ἐπεί 引出的从句说明前述各家亦互有对方的优长,印证了此处的限制性界定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:10