← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§6

词语配列的三大功用与手艺的比喻

狄奥尼修斯提出了文字配列之学的三大功用(选择恰当组合、确定语法词形、对词形进行增删改动),以建筑与造船工艺为喻进行说明,并列举了词形屈折与变体的具体实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

δοκεῖ μοι τῆς συνθετικῆς ἐπιστήμης τρία ἔργα εἶναι· ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμοζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν· ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν1 κρείττονα ποιήσειε φαίνεσθαι τὴν ἁρμονίαν· τρίτον δʼ εἴ τι δεῖται μετασκευῆς τῶν λαμβανομένων, ἀφαιρέσεως λέγω καὶ προσθήκης καὶ ἀλλοιώσεως, γνῶναί τε καὶ πρὸς τὴν μέλλουσαν χρείαν οἰκείως ἐξεργάσασθαι. ὅ τι δὲ τούτων ἕκαστον δύναται, σαφέστερον ἐρῶ χρησάμενος εἰκόσι τῶν δημιουργικῶν τεχνῶν τισιν ἃς ἅπαντες ἴσασιν, οἰκοδομικῇ λέγω καὶ ναυπηγικῇ καὶ ταῖς παραπλησίαις· ὅ τε γὰρ οἰκοδόμος ὅταν πορίσηται τὴν ὕλην ἐξ ἧς μέλλει κατασκευάζειν τὴν οἰκίαν, λίθους καὶ ξύλα καὶ κέραμον καὶ τἆλλα πάντα, συντίθησιν ἐκ τούτων ἤδη τὸ ἔργον τρία ταῦτα πραγματευόμενος, ποίῳ δεῖ λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ἢ ξύλον ἢ πλίνθον, ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκαστον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι, καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι καὶ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι· ὅ τε ναυπηγὸς τὰ αὐτὰ ταῦτα πραγματεύεται. τὰ δὴ παραπλήσιά φημι δεῖν καὶ τοὺς μέλλοντας εὖ συνθήσειν τὰ τοῦ λόγου μόρια, πρῶτον μὲν σκοπεῖν,2 ποῖον ὄνομα ἢ ῥῆμα ἢ τῶν ἄλλων τι μορίων ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον καὶ πῶς εὖ ἢ ἄμεινον (οὐ γὰρ δὴ πάντα γε μετὰ πάντων τιθέμενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς)· ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα ἢ τὸ ῥῆμα ἢ τῶν ἄλλων ὅ τι δή ποτε χαριέστερον ἱδρυθήσεται καὶ πρὸς τὰ ὑποκείμενα πρεπωδέστερον· λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς ἢ πληθυντικῶς λαμβανόμενα κρείττω λήψεται συζυγίαν, καὶ πότερον κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν ἢ κατὰ τῶν πλαγίων τινά, καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρενικῶν γίνεσθαι θηλυκὰ ἢ ἐκ θηλυκῶν ἀρρενικὰ ἢ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη, καὶ πάντα τὰ τοιαῦτα· ἐπὶ δὲ τῶν ῥημάτων, πότερα κρείττω λαμβανόμενα ἔσται, τὰ ὀρθὰ ἢ τὰ ὕπτια, καὶ κατὰ ποίας ἐγκλίσεις ἐκφερόμενα, ἃς δή τινες πτώσεις ῥηματικὰς καλοῦσι, κρατίστην ἕδραν λήψεται, καὶ ποίας παρεμφαίνοντα διαφορὰς χρόνων καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖν πέφυκε ʽτὰ δʼ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν φυλακτέον, ἵνα μὴ καθʼ ἓν ἕκαστον λέγὠ· ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ἢ ῥῆμα, πῶς ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο· τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον· πλὴν γίνεταί γε καὶ ἐν τούτοις ἐφʼ ὅσον ἂν ἐγχωρῇ· ὅ τε γὰρ λέγων εἰς τουτονὶ τὸν ἀγῶνα προστέθηκέ τι τῇ ἀντωνυμίᾳ γράμμα τῆς συνθέσεως στοχαζόμενος· ἄρτιον γὰρ ἦν εἰς τοῦτον τὸν ἀγῶνα εἰπεῖν· καὶ πάλιν ὁ λέγων κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήν τῇ προθέσει παρηύξηκεν τοὔνομα, τὸ γὰρ ἰδὼν ἀπέχρη· καὶ ὁ γράφων μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχʼ ἥκειν ταῖς συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου κἀποκέκρουκέ τινα τῶν γραμμάτων· καὶ ὁ ἀντὶ τοῦ ἐποίησεν ἐποίησε λέγων χωρὶς τοῦ ν καὶ ἀφαιρήσομαι ἀντὶ τοῦ ἀφαιρεθήσομαι καὶ πάντα τὰ τοιαῦτα, ὅ τʼ ἐχωροφίλησε λέγων τὸ ἐφιλοχώρησε καὶ λελύσεται τὸ λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵνʼ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίους καὶ ἐπιτηδειότεραι.3

依我之见,组合之学有三项功用:第一,审视何者与何者相配列,方能自然生成优美且愉悦的结合;第二,知晓在将要相互组合的诸成分中,各成分若何赋形方能使整齐的和谐显得更为卓越;第三,若所采纳的成分中有何处需要改动——我指的是删削、增添与音变——则能明辨之,并契合将来的用途加以恰当加工。这些功用各自意味着什么,我将借用众人皆知的某些手工艺技艺的比喻来加以更明晰的阐述,我指的是房屋建筑术、造船术及与此类似的行业。因为房屋建筑匠人一旦备齐了用以营建屋宇的材料——石料、木材、瓦片及一切其他物件——便立足于这些材料,通过经营以下三件事来组装工程:即何种石料、木材与砖块应与何种石料、木材与砖块相配合;其次,各配合成分应如何安置,以及立于哪一面之上;第三,若有何处难以安放,则加以凿削裁减,使该物件本身变得稳妥易放。造船匠人所从事的亦完全是这些事情。因此我说,将要优美地配列言辞各部分的人,亦当行类似之事:首先,当考察何种名词、动词或其他词类成分,与何种成分相组合方能安置得宜,以及如何安置方为良好或更为优胜(因为并非所有词汇与所有词汇并置皆能自然对听觉产生相同的影响);其次,当辨明名词、动词或任何其他成分若何赋形,方能确立得更为优雅且更切合底层的题旨。在名词方面,我指的是,究竟采用单数还是复数能取得更佳的结合,究竟以主格表出还是以某一斜格表出,以及若有词汇能自然由阳性转为阴性、由阴性转为阳性或由这些转为中性,则如何赋形方更为优胜,诸如此类;在动词方面,则指究竟采用主动形式还是被动形式更为优胜,以何种语气表出——某些人确将语气称为动词的格变——方能占据最坚实的基座,展现何种时态的差异,以及伴随动词的其他固有属性(对其他词类亦当谨守这些原则,免得我逐一细说);而在这些之外,则须辨明所采纳的名词或动词是否需要改动,以便变得更为协调与妥贴。这一要素在诗歌中更为丰沛,在散文言辞中则较为少见;然而在散文中,只要可行亦同样存在。例如,说: “进入这方争竞”的人,是为了配列的考虑而在代词后增添了一个字母;因为单说: “进入这争竞”本已完足。又如,说: “看清了演员涅俄普托勒摩斯”的人,以介词前缀扩大了词语;因为仅说“看了”本已足够。而写下: “亦不因任何私怨而至”的人,则以连读省音减少了言辞的音节,敲削掉了一些字母。又如不说带nu的动词形式而说不带nu的词形,用中动形式的 “我将被夺去”代替被动形式,诸如此类,以及用“眷恋其地”代替“逗留”,用完成将来式的“立将得释”代替一般将来式的“将被释放”,凡此种种,皆是对词汇加以改动,以便使其在配合时对自己显得更为美妙且得当。

语法注3 条
  1. 6τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν

    属格短语 τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα 在语法上作间接疑问句中主语 ἕκαστον 的部分属格(全体属格);在语序上,它被前置于间接疑问标记(πῶς ἄν)之前,起到了对话题对象进行提引(先置话题化)的作用。

  2. 6τὰ δὴ παραπλήσιά φημι δεῖν καὶ τοὺς μέλλοντας εὖ συνθήσειν τὰ τοῦ λόγου μόρια, πρῶτον μὲν σκοπεῖν

    由主句动词 φημί 引出无人称不定式 δεῖν,而宾格短语 τοὺς μέλλοντας εὖ συνθήσειν ... 则作为 δεῖν 的逻辑主语。与此相应,三个并列的动词不定式 σκοπεῖν(第一项)、διακρίνειν(第二项)和 διακρίνειν(第三项)分别对应前面提出的三种功用与操作。

  3. 6ἵνʼ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίους καὶ ἐπιτηδειότεραι

    被动不定式 ἁρμοσθῆναι 在此充当说明性(限定性)不定式(epexegesis,意为“在相互组合方面”),用来限定形容词补足语 καλλίους καὶ ἐπιτηδειότεραι 的范围。与格 αὐτῷ 则是利益与格(对说话者/写作者自身而言)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:6