- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者解释了自己曾尝试根据词类和时间的自然顺序来规范配列规则,但这些规则被诗歌实例证明无效,随后他回归原本的主题,着手阐述古代作家真正遵循的配列技法与原则。
ἐδόκει δή μοι τῇ φύσει μάλιστα ἡμᾶς ἑπομένους οὕτω δεῖν ἁρμόττειν τὰ μόρια τοῦ λόγου, ὡς ἐκείνη βούλεται. αὐτίκα τὰ ὀνόματα πρότερα ἠξίουν τάττειν τῶν ῥημάτων ʽτὰ μὲν γὰρ τὴν οὐσίαν δηλοῦν, τὰ δὲ τὸ συμβεβηκός, πρότερον δʼ εἶναι τῇ φύσει τὴν οὐσίαν τῶν συμβεβηκότων̓, ὡς τὰ Ὁμηρικὰ ἔχει ταυτί· "ἄνδρά μοι ἔννεπε Μοῦσα πολύτροπον "καὶ "μῆνιν ἄειδε, θεά "καὶ "ἠέλιος δʼ ἀνόρουσε λιπών "καὶ τὰ παραπλήσια τούτοις· ἡγεῖται μὲν γὰρ ἐν τούτοις τὰ ὀνόματα, ἕπεται δὲ τὰ ῥήματα. πιθανὸς ὁ λόγος, ἀλλʼ οὐκ ἀληθὴς ἔδοξεν εἶναί μοι. ἕτερα γοῦν παράσχοι τις ἂν παραδείγματα παρὰ τῷ αὐτῷ ποιητῇ κείμενα ἐναντίως συντεταγμένα ἢ ταῦτα συντέτακται, καλὰ δὲ οὐχ ἧττον καὶ πιθανά. οἷά τινά ἐστι ταῦτα· "κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη "καὶ "ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι... μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ." ἐν γὰρ τούτοις ἡγεῖται μὲν τὰ ῥήματα, ὑποτέτακται δὲ τὰ ὀνόματα· καὶ οὐδεὶς ἂν αἰτιάσαιτο τὴν σύνταξιν ταύτην ὡς ἀηδῆ. ἔτι πρὸς τούτοις ἄμεινον ἐδόκουν εἶναι τὰ ῥήματα προτάττειν τῶν ἐπιρρημάτων,1 ἐπειδὴ πρότερόν ἐστι τῇ φύσει τὸ ποιοῦν ἢ πάσχον τῶν συνεδρευόντων αὐτοῖς, τρόπου λέγω καὶ τόπου καὶ χρόνου καὶ τῶν παραπλησίων, ἃ δὴ καλοῦμεν ἐπιρρήματα, παραδείγμασι χρώμενος τούτοις· "τύπτε δʼ ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικής... ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν... ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρός." ἐν ἅπασι γὰρ δὴ τούτοις ὕστερα τέτακται τῶν ῥημάτων τὰ ἐπιρρήματα. καὶ τοῦτο πιθανὸν μὲν ὡς τὸ πρῶτον, οὐκ ἀληθὲς δὲ ὡς οὐδʼ ἐκεῖνο. τάδε γὰρ δὴ παρὰ τῷ αὐτῷ ποιητῇ ἐναντίως εἴρηται· "βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσι... σήμερον ἄνδρα φάοσδε μογοστόκος Εἰλείθυια ἐκφανεῖ." ἆρʼ οὖν τι χείρω γέγονε τὰ ποιήματα ὑποταχθέντων τοῖς ἐπιρρήμασι τῶν ῥημάτων; οὐδεὶς ἂν εἴποι. ἔτι καὶ τόδε ᾤμην δεῖν μὴ παρέργως φυλάττειν, ὅπως τὰ πρότερα τοῖς χρόνοις καὶ τῇ τάξει πρότερα λαμβάνηται· οἷά ἐστι ταῦτα· "αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν "καὶ "λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀιστός "καὶ "σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ." νὴ Δία, φαίη τις ἄν, εἴ γε μὴ καὶ ἄλλα ἦν πολλὰ οὐχ οὕτω συντεταγμένα ποιήματα οὐδὲν ἧττον ἢ ταῦτα καλά· πλῆξε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων, πρότερον γὰρ δή που τὸ ἐπανατείνασθαί ἐστι τοῦ πλῆξαι. καὶ ἔτι "ἤλασεν ἄγχι στάς, πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους, "πρῶτον γὰρ δή που προσῆκεν τῷ μέλλοντι τὸν πέλεκυν ἐμβάλλειν εἰς τοὺς τένοντας τοῦ ταύρου τὸ στῆναι αὐτοῦ πλησίον. ἔτι πρὸς τούτοις ἠξίουν τὰ μὲν ὀνοματικὰ προτάττειν τῶν ἐπιθέτων, τὰ δὲ προσηγορικὰ τῶν ὀνοματικῶν, τὰς δʼ ἀντονομασίας τῶν προσηγορικῶν, ἔν τε τοῖς ῥήμασι φυλάττειν, ἵνα τὰ ὀρθὰ τῶν ἐγκλινομένων ἡγῆται καὶ τὰ παρεμφατικὰ τῶν ἀπαρεμφάτων,2 καὶ ἄλλα τοιαῦτα πολλά. πάντα δὲ ταῦτα διεσάλευεν ἡ πεῖρα καὶ τοῦ μηδενὸς ἄξια ἀπέφαινε. τοτὲ μὲν γὰρ ἐκ τούτων ἐγίνετο καὶ τῶν ὁμοίων αὐτοῖς ἡδεῖα ἡ σύνθεσις καὶ καλή, τοτὲ δʼ ἐκ τῶν μὴ τοιούτων ἀλλʼ ἐναντίων. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας τῆς τοιαύτης θεωρίας ἀπέστην. ἐμνήσθην δʼ αὐτῶν καὶ νῦν οὐχ ὡς σπουδῆς ἀξίων, καὶ τὰς διαλεκτικὰς παρεθέμην τέχνας οὐχ ὡς ἀναγκαίας, ἀλλʼ ἵνα μηδεὶς δοκῶν ἔχειν τι αὐτὰς χρήσιμον εἰς τὴν παροῦσαν θεωρίαν περὶ πολλοῦ ποιῆται εἰδέναι, θηρευθεὶς ταῖς ἐπιγραφαῖς τῶν πραγματειῶν ὁμοιότητά τινα ἐχούσαις καὶ τῇ δόξῃ τῶν συνταξαμένων αὐτάς. ἐπάνειμι δὴ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀφʼ ἧς εἰς ταῦτʼ ἐξέβην, ὅτι πολλὴ πρόνοια τοῖς ἀρχαίοις ἦν καὶ ποιηταῖς καὶ συγγραφεῦσι φιλοσόφοις τε καὶ ῥήτορσι τῆς ἰδέας ταύτης, καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν, τέχνη δέ τις ἦν παρʼ αὐτοῖς καὶ θεωρήματα οἷς χρώμενοι συνετίθεσαν εὖ. τίνα δʼ ἦν τὰ θεωρήματα ταῦτα, ἐγὼ πειράσομαι διδάσκειν, ὡς ἂν οἷός τε ὦ, ὅσα μοι δύναμις ἐγένετο συνεξευρεῖν, οὐχ ἅπαντα λέγων ἀλλʼ αὐτὰ τὰ ἀναγκαιότατα.
事实上,我曾认为,我们应当最大限度地顺应自然,按照自然所意愿的方式来组合言辞的各部分。例如,我认为名词理应排在动词之前(因为前者表明实体,后者表明偶性,而在自然顺序上,实体先于偶性),正如荷马的这些诗句所表现的那样: “缪斯啊,请为我歌唱那位足智多谋的男子,”又如: “女神啊,请歌唱那愤怒,”以及: “太阳升起,离开……” 以及与此类似的话;因为在这些句子中,名词居前,动词居后。这一说法看似有理,但我认为并不真确。因为人们至少能在同一位诗人那里举出与这些句式相反排列的另一批例子,它们绝不逊色,同样优美且具说服力。例如: “听我祈求,手持羊皮盾的宙斯之子、不屈的女神,”又如: “如今请告诉我,居住在奥林匹斯宫殿的缪斯啊……请顾念你自己的父亲吧,酷似诸神的阿喀琉斯。” 因为在这些诗句中,动词居先,而名词置后;却没有人会指责这种句式令人不悦。除此以外,我还曾认为动词应当置于副词之前,因为施动者或受动者在自然顺序上先于伴随它们的事物——我指的是方式、地点、时间以及诸如此类的事物,也就是我们所谓的副词——并援引了这些例子: “他转身劈击,他们发出了惨不忍睹的呻吟……他向后倒下,呼出了生命……他倒向另一侧,杯子从他手中滑落。” 因为在所有这些例子中,副词都排列在动词之后。而这一点虽与前一观点一样看似有理,却同它一样并非真理。因为在同一位诗人那里,反向的表述亦随处可见: “它们如成串的葡萄般飞舞在春天的花朵上……今天,助产的埃勒提亚将把一个男儿带入光明之中。” 难道诗句会因为动词被置于副词之下而有所逊色吗?绝无人会这样说。此外,我还认为必须留心并不可马虎遵循这一点:在时间上居先的事物,在次序上也应当居先采用;例如: “他们先是将头向后拉,然后宰杀并剥皮,”又如: “弓发出了鸣响,弦高声呼啸,箭已跃出,”以及: “接着,王女把球掷向一位侍女;她未掷中侍女,却抛入了深涡。” 凭宙斯起誓,若非同样有许多并非如此排列的诗句,其优美之处绝不亚于这些诗句,人们或许真会这样认为: “他击打,扬起身来,用的是砍柴时留下的一根裂开的橡木,”因为显而易见,扬起身来在时间上必然先于击打。更有甚者: “他砍去,走近站定,斧头便切断了颈项的筋腱,”因为对于将要把斧头砍向公牛筋腱的人来说,站在其身旁理所应当是先行的步骤。除此以外,我还曾主张专有名词应置于形容词之前,普通名词应置于专有名词之前,代词应置于普通名词之前;在动词方面,则应留意使直陈语气先于曲折语气,限定动词先于不定式,诸如此类不一而足。然而,实际经验动摇了所有这些规则,表明它们毫无价值。因为时而由这些及与其相似的规则产生了愉悦而优美的配列,时而却由完全不同乃至相反的做法产生了美感。正是由于这些缘由,我放弃了那套理论。如今我提及它们,并非认为它们值得深究;我援引那些辩证法专著,也并非视其为必需,而是为了防止有人被那些著作篇名的某种相似性以及作者的名声所诱导,以为其中含有对当下的研究有用的东西,从而将其视若珍宝去探求。 现在,我且回到我从中偏离至此的最初命题上:古代的诗人、历史学家、哲学家和演说家们,皆对这种配列形式倾注了极大的心力,他们并不认为可以随意将名词与名词、短语与短语、整句与整句盲目拼接在一起,而是他们拥有一套技艺与理论原则,并借此做出了精湛的配列。这些原则究竟是什么,我将尽我所能,在我有能力探明的范围内尝试加以讲授,并不求巨细靡遗,而仅阐述最不可或缺的要点。
- 5ἐδόκουν εἶναι τὰ ῥήματα προτάττειν τῶν ἐπιρρημάτων
与前文的非人称结构(ἐδόκει δή μοι)不同,此处使用了第一人称单数未完成过去时直陈式(ἐδόκουν),作人称动词“认为”(=νομίζω)解,后接带不定式的宾格结构(accusativus cum infinitivo),意为“我认为……更好”。其实质语义与 ἐδόκει μοι 相同,但在句法上以说话者自身(与后文分词 χρώμενος 一致)作为 ἐδόκουν 的主语。
- 5τὰ ὀρθὰ τῶν ἐγκλινομένων ἡγῆται καὶ τὰ παρεμφατικὰ τῶν ἀπαρεμφάτων
古代希腊语法中用于动词(ἔν τε τοῖς ῥήμασι)的专业术语。τὰ ὀρθά 指“直格的/正位的形式”(即直陈语气),相对的是 τῶν ἐγκλινομένων(“倾斜的/偏转的形式”,指虚拟语气和祈愿语气等);而 τὰ παρεμφατικά 指“显现人称与时态的形式”(限定动词),相对的是 τῶν ἀπαρεμφάτων(“不显现人称的形式”,即不定式)。
