- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:4#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将配列的功用比作荷马史诗中使奥德修斯变身的雅典娜,指出古人极重配列,而波利比乌斯等后世史家与克律西波斯等哲学家却荒废了这一艺术,并阐述了自己探寻自然根基的理论历程。
ἀπὸ Μαγνησίας εἰμὶ τῆς μεγάλης Σιπυλεύς. οὐ γὰρ μικρὰν εἰς Θηβαίων ὕδωρ ἔπτυσεν ὁ Διόνυσος· ἡδὺ μὲν γάρ ἐστι, ποιεῖ δὲ μαίνεσθαι. ἅλις ἔστω παραδειγμάτων. ἱκανῶς γὰρ οἴομαι πεποιηκέναι φανερὸν ὃ προὔκειτό μοι, ὅτι μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι, τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν "πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, "τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη "μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας." αὕτη τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δʼ ὑψηλὰ καὶ πλούσια καὶ καλά. καὶ τοῦτʼ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα.1 τοῖς μὲν οὖν ἀρχαίοις ὀλίγου δεῖν πᾶσι πολλὴ ἐπιτήδευσις ἦν αὐτοῦ, παρʼ ὃ καὶ καλά ἐστιν αὐτῶν τά τε μέτρα καὶ τὰ μέλη καὶ οἱ λόγοι· τοῖς δὲ μεταγενεστέροις οὐκέτι πλὴν ὀλίγων· χρόνῳ δʼ ὕστερον παντάπασιν ἠμελήθη καὶ οὐδεὶς ᾤετο δεῖν ἀναγκαῖον αὐτὸ εἶναι οὐδὲ συμβάλλεσθαί τι τῷ κάλλει τῶν λόγων· τοιγάρτοι τοιαύτας συντάξεις κατέλιπον οἵας οὐδεὶς ὑπομένει μέχρι κορωνίδος διελθεῖν,2 Φύλαρχον λέγω καὶ Δοῦριν καὶ Πολύβιον καὶ Ψάωνα καὶ τὸν Καλλατιανὸν Δημήτριον Ἱερώνυμόν τε καὶ Ἀντίγονον καὶ Ἡρακλείδην καὶ Ἡγησιάνακτα καὶ ἄλλους μυρίους· ὧν ἁπάντων εἰ τὰ ὀνόματα βουλοίμην λέγειν, ἐπιλείψει με ὁ τῆς ἡμέρας χρόνος. καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπου γε καὶ οἱ φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων ὥστε αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τοῦ λόγου Χρυσίππῳ τῷ Στωϊκῷ ʽπεραιτέρῳ γὰρ οὐκ ἂν προβαῖεν̓· τούτου γὰρ οὔτʼ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν οὔτε ἁρμονίᾳ χείρονι συνταχθέντας ἐξήνεγκε λόγους τῶν γοῦν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζεσθαί γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ καὶ τέχνας γέ τινας ἔγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων· ἀλλὰ πολύ τι πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλάγχθησαν καὶ οὐδʼ ὄναρ εἶδον, τί ποτʼ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν. ἐγώ γʼ οὖν ὅτʼ ἔγνων συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς καὶ μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις, εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ λεκτικοῦ τόπου ποιουμένους· δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῇ δʼ οὐδὲν εἰρημένον ὑπʼ οὐδενὸς ὁρῶν τῶν γοῦν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἣν ἐγὼ προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττὰς ἐπιγραφὴν ἐχούσας περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν οὐ ῥητορικὴν θεωρίαν ἐχούσας ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βύβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ ἀμφιβόλων καὶ ἄλλων τινῶν τοιουτοτρόπων, οὐδεμίαν οὔτʼ ὠφέλειαν οὔτε χρείαν τοῖς πολιτικοῖς λόγοις συμβαλλομένας εἰς γοῦν ἡδονὴν καὶ κάλλος ἑρμηνείας, ὧν δεῖ στοχάζεσθαι τὴν σύνθεσιν· ταύτης μὲν τῆς πραγματείας ἀπέστην,3 ἐσκόπουν δʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ γενόμενος, εἴ τινα δυναίμην εὑρεῖν φυσικὴν ἀφορμήν, ἐπειδὴ παντὸς πράγματος καὶ πάσης ζητήσεως αὕτη δοκεῖ κρατίστη εἶναι ἀρχή. ἁψάμενος δέ τινων θεωρημάτων καὶ δόξας ὁδῷ μοι τὸ πρᾶγμα χωρεῖν ὡς ἔμαθον ἑτέρωσέ ποι ταύτην ἄγουσαν ἐμὲ τὴν ὁδόν, οὐχ ὅποι ἐπορευόμην καὶ ἀναγκαῖον ἦν ἐλθεῖν, ἀπέστην. κωλύσει δʼ οὐδὲν ἴσως κἀκείνης ἅψασθαι τῆς θεωρίας καὶ τὰς αἰτίας εἰπεῖν διʼ ἃς ἐξέλιπον αὐτήν, ἵνα μή με δόξῃ τις ἀγνοίᾳ παρελθεῖν αὐτὴν ἀλλὰ προαιρέσει.
“我来自大马格尼西亚,是个西皮洛斯人。” “因为狄奥尼索斯在忒拜人的水里吐了一大口唾沫;那水虽甜,却令人发狂。” 例证就到此为止吧。因为我想我已经充分阐明了先前的命题:配列比字词的挑选拥有更大的力量。在我看来,若将配列比作荷马史诗中的雅典娜,也不会有何不妥。因为雅典娜正是让同一个奥德修斯时而显现为此种样貌,时而显现为彼种样貌:一时显得矮小、满脸皱纹且丑陋,“宛如一个可怜落魄的年老乞丐”,另一时又用同一根魔杖再次轻触他,“使他看起来更高大、望上去更壮硕,又让他头顶垂下宛如风信子花一般的卷发。” 同样,配列采用完全相同的词语,时而使思想显得畸形、卑微而穷酸,时而又显得崇高、丰富而华美。诗人之所以胜过诗人、演说家之所以胜过演说家,最主要的分野几乎全系于此:熟稔地配列词语。因此,古人几乎全都对此倾注了极大的心力,这也正是他们的韵律、歌辞与散文皆极为优美的原因;然而在后世之人那里,除少数人外已不再如此;到了更晚的时代,它便完全遭到荒废,再无人认为它是必需之物,或对文辞之美有任何裨益。因此,他们留下的著述竟使人连读到卷末卷标都难以忍受:我指的正是菲拉尔库斯、杜里斯、波利比乌斯、普萨翁、卡拉提斯的德米特里、耶罗尼穆斯、安提柯、赫拉克利德、赫革西亚纳克斯以及其他无数的人;若要把他们的名字一一列出,一天的时间都将不够用。何必对此等人感到诧异呢?就连那些标榜哲学、撰述辩证技艺的人,在词语的配列上也是如此不堪,以至于提及都令人感到羞愧!要为此论点寻找证据,只需举出斯多亚派的克律西波斯即可(因为再往前也找不出更典型者了);因为在那些至少博得了名声与赞誉的人当中,无人比他更精通辩证技艺,却也无人发表过比他的作品谐调更为拙劣的著述。尽管他们当中有人假装重视这一部门,视其为文辞所必需,甚至写出了若干论述词类结合的技艺专著;但他们所有人都大大偏离了真理,甚至在梦中都不曾领会究竟是什么赋予了配列以悦耳与华美。至少我本人在决意撰写这一论题时,便曾探寻前人是否就此谈及过什么,尤其是来自斯多亚学派的哲学家们,因为我知道这些人在语言学领域倾注了不小的心力;必须为他们陈述实情。然而,在至少享有盛名的人当中,我见不到任何人在任何地方谈到过与我所选择的研究主题有些许关联的内容,而克律西波斯题为《论言辞部分的结合》的两卷著作,正如读过这些书的人所知,包含的不是修辞学理论而是辩证法理论,讨论的是真与假、可能与不可能、或然与推移、歧义等命题的结合以及诸如此类的事物,对于至少在配列所必须追求的表达之愉悦与优美方面而言,对政治性演说毫无益处与用处;于是我放弃了那项研究。我回到自身独处的状态中,思考能否找到某种源于自然的契机,因为在一切事物与一切探索中,这似乎是最佳的起点。然而,当我触及了某些理论问题,并自以为事情正循序推进之时,一旦发觉这条道路正将我引向他处,而不是引向我原本前行且必须抵达的终点,我便中途退出了。不过,或许也不妨涉猎一下那套理论,并说明我之所以放弃它的缘由,以免有人认为我是出于无知而非出于深思熟虑的抉择才略过了它。
- 4ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα
关系代词与格 ᾧ 在此用作限定(方面)或程度与格(“在……方面”)。末尾的不定词短语 τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα(“巧妙地配列词语”)作为同位语,具体指明了 τοῦτο 及 ᾧ 的实质内容。
- 4μέχρι κορωνίδος διελθεῖν
κορωνίς 指古希腊纸草书卷章节或末尾处画出的卷标装饰符号。短语 μέχρι κορωνίδος διελθεῖν 为习语,意为“从头到尾读完”。在此用于严厉批评这些史学家的文体拙劣至极,令人根本无法耐着性子读到底。
- 4οὐδαμῇ δʼ οὐδὲν εἰρημένον ὑπʼ οὐδενὸς ὁρῶν ... ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις ... ταύτης μὲν τῆς πραγματείας ἀπέστην
由分词 ὁρῶν(“看到……”)所统辖的长大原因句结构。它包含两个并列的受词结构:其一是 οὐδὲν εἰρημένον...(“无所言及”),其二是 ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις... οὐδεμίαν ὠφέλειαν συμβαλλομένας(“克律西波斯留下的著作……毫无裨益”)。先行词 συντάξεις 被吸引进 ἃς 引导的关系节内,后由分词 συμβαλλομένας 作补足语修饰。主句的核心是 ταύτης μὲν τῆς πραγματείας ἀπέστην(“我便放弃了这项研究”)。
