← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§4#1

通过重排语序实证格律与文体的转变

作者通过重排荷马与希罗多德词句的语序,论证了仅凭配列变化即可将英雄六音步诗行转换为四音步或爱奥尼亚式诗格,并使宏阔的历史叙述散文转变为修昔底德风或赫革西亚斯风的文体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4#1

ἵνα δὲ πολὺ μᾶλλον αἴσθηταί τις, ὅσην ἔχει ῥώμην ἡ συνθετικὴ δύναμις ἔν τε ποιήμασι καὶ λόγοις, λήψομαί τινας εὖ ἔχειν δοκούσας λέξεις, ὧν τὰς ἁρμονίας μεταθεὶς ἀλλοῖα φαίνεσθαι ποιήσω καὶ τὰ μέτρα καὶ τοὺς λόγους. λαμβανέσθω δὲ πρῶτον μὲν ἐκ τῶν Ὁμηρικῶν ταῦτα· "ἀλλʼ ἔχεν ὥστε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο." τοῦτο τὸ μέτρον ἡρῷόν ἐστιν ἑξάπουν τέλειον, κατὰ δάκτυλον πόδα βαινόμενον. ἐγὼ δὴ τῶν ὀνομάτων τούτων μετακινήσας τὴν σύνθεσιν τοὺς αὐτοὺς στίχους ἀντὶ μὲν ἑξαμέτρων ποιήσω τετραμέτρους, ἀντὶ δὲ ἡρωϊκῶν προσοδιακοὺς τὸν τρόπον τοῦτον· "ἀλλʼ ἔχεν ὥστε γυνὴ χερνῆτις τάλαντʼ ἀληθής, ἥ τις εἴριον ἀμφὶ καὶ σταθμὸν ἔχουσʼ ἀνέλκει ἰσάζουσʼ, ἵνʼ ἀεικέα παισὶν ἄροιτο μισθόν." τοιαῦτά ἐστι τὰ πριάπεια λεγόμενα ταυτί· "οὐ βέβηλος, ὦ τελέται τοῦ νέου Διονύσου... κἀγὼ δʼ ἐξ εὐεργεσίης ὠργιασμένος ἥκω." ἄλλους πάλιν λαβὼν στίχους Ὁμηρικούς, οὔτε προσθεὶς αὐτοῖς οὐδὲν οὔτε ἀφελών, τὴν δὲ σύνθεσιν ἀλλάξας μόνον ἕτερον ἀποδώσω γένος τὸ τετράμετρον καλούμενον Ἰωνικόν· "ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς." τοιαῦτʼ ἐστὶ τὰ Σωτάδεια ταυτί· "ἔνθʼ οἳ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης, ὀρφανὰ τείχεα προλιπόντες Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης, ἥβην τʼ ἐρατὴν καὶ καλὸν ἡλίου πρόσωπον." ἐδυνάμην δʼ ἂν ἔτι πολλὰς ἰδέας μέτρων καὶ διαφόρους εἰς τὸν ἡρωϊκὸν ἐμπιπτούσας στίχον ἐπιδεικνύναι, τὸ δʼ αὐτὸ καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν πᾶσι συμβεβηκὸς μέτροις τε καὶ ῥυθμοῖς ἀποφαίνειν,1 ὥστε τῆς μὲν ἐκλογῆς τῶν ὀνομάτων τῆς αὐτῆς μενούσης, τῆς δὲ συνθέσεως μόνης μεταπεσούσης τά τε μέτρα μεταρρυθμίζεσθαι καὶ συμμεταπίπτειν αὐτοῖς τὰ σχήματα, τὰ χρώματα, τὰ ἤθη, τὰ πάθη, τὴν ὅλην τῶν ποιημάτων ἀξίωσιν· ἀλλʼ ἀναγκασθήσομαι πλειόνων ἅψασθαι θεωρημάτων, ὧν ἔνια ὀλίγοις πάνυ ἐστὶ γνώριμα. ἐπὶ πολλῶν δʼ ἴσως καὶ οὐχ ἥκιστα ἐπὶ τῶν τοιούτων καλῶς ἂν ἔχοι τὰ Εὐριπίδεια ταῦτα ἐπενεγκεῖν· "μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή· τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις σεμνύνεσθαι παρʼ ὁμοίοις.2" ταῦτα μὲν οὖν ἐάσειν μοι δοκῶ κατὰ τὸ παρόν. ὅτι δὲ καὶ ἡ πεζὴ λέξις τὸ αὐτὸ δύναται παθεῖν τῇ ἐμμέτρῳ μενόντων μὲν τῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, πάρεστι τῷ βουλομένῳ σκοπεῖν. λήψομαι δʼ ἐκ τῆς Ἡροδότου λέξεως τὴν ἀρχὴν τῆς ἱστορίας, ἐπειδὴ καὶ γνώριμός ἐστι τοῖς πολλοῖς, μεταθεὶς τὸν χαρακτῆρα τῆς διαλέκτου μόνον. Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δʼ Ἀλυάττου, τύραννος δʼ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ· ὃς ῥέων ἀπὸ μεσημβρίας μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίησι πρὸς βορέαν ἄνεμον εἰς τὸν Εὔξεινον καλούμενον πόντον. μετατίθημι τῆς λέξεως ταύτης τὴν ἁρμονίαν, καὶ γενήσεταί μοι οὐκέτι ὑπαγωγικὸν τὸ πλάσμα οὐδʼ ἱστορικόν, ἀλλʼ ὀρθὸν μᾶλλον καὶ ἐναγώνιον· Κροῖσος ἦν υἱὸς μὲν Ἀλυάττου, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων μεταξὺ Σύρων καὶ Παφλαγόνων εἰς τὸν Εὔξεινον καλούμενον πόντον ἐκδίδωσι πρὸς βορέαν ἄνεμον. οὗτος ὁ χαρακτὴρ οὐ πολὺ ἀπέχειν ἂν δόξειεν τῶν Θουκυδίδου τούτων· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον·3 προσοικοῦσι δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. πάλιν δὲ ἀλλάξας τὴν αὐτὴν λέξιν ἑτέραν αὐτῇ μορφὴν ἀποδώσω τὸν τρόπον τοῦτον· Ἀλυάττου μὲν υἱὸς ἦν Κροῖσος, γένος δὲ Λυδός, τῶν δʼ ἐντὸς Ἅλυος ποταμοῦ τύραννος ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων Σύρων τε καὶ Παφλαγόνων μεταξὺ πρὸς βορέαν ἐξίησιν ἄνεμον ἐς τὸν καλούμενον πόντον Εὔξεινον. Ἡγησιακὸν τὸ σχῆμα τοῦτο τῆς συνθέσεως, μικρόκομψον, ἀγεννές, μαλθακόν· τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ἁνὴρ τοιαῦτα γράφων· ἐξ ἀγαθῆς ἑορτῆς ἀγαθὴν ἄγομεν ἄλλην.

为了让人能更加清楚地认识到,无论在诗歌还是在散文里,配列之力究竟蕴含着多么巨大的效能,我将选取若干公认写得极佳的语句,通过调换它们的谐调,使那些韵律与散文都显得截然不同。首先,让我们从荷马的诗篇中取出以下诗行: “然而战线依然相持不下,正如一位诚实的织毛纺纱贫妇端着天平,手提砝码与羊毛,将两边称平,好为儿女赚取微薄的报酬。” 这一韵律是标准的英雄六音步诗行,按照抑扬扬格的音步推移。现在,我只需改变这些字词的配列,就能将相同的诗行从六音步变为四音步,从英雄诗形变成如下的迎神曲式诗形: “然而相持不下,正如诚实的贫妇天平,她四周羊毛且握着砝码称平提携,好给儿女微薄赚取报酬。” 所谓的普里阿普斯体诗句便与此相似: “新狄奥尼索斯秘仪的入门者啊,我绝非亵圣之人……我也蒙受其恩惠而完成入教仪式而来。” 再选取另几行荷马的诗句,既不增添一字,亦不删削一字,仅仅改变其配列,我便能呈现出另一种被称为爱奥尼亚式四音步的诗格: “他就这样僵直地躺在马匹和战车前,嘶声咆哮,双手紧抓着染血的尘土。他就这样僵直地躺在马匹和战车前,双手紧抓着染血的尘土,嘶声咆哮。” 所谓的索塔德斯体诗句便与此相似: “尸体横陈在异乡土地的高高火葬堆上,抛弃了神圣希腊沦为孤寡的城垣与祖传炉灶的幽深角落,抛弃了可人的青春与太阳的秀美面容。” 我本可以进一步展示,英雄诗行中能够演化出许许多多各不相同的韵律形式,并且指出几乎所有其他的韵律与节奏中也都会发生同样的情形:字词的选用保持不变,仅因配列发生更迭,韵律便随之转调,而伴随韵律一同改变的还有形式、色彩、性情、情感乃至整个诗篇的崇高品格。但我势必将不得不涉及更多的理论问题,而其中有些问题是极少有人知晓的。在许多事情上,尤其是在这等事情上,引述欧里庇得斯的这几句诗或许是最合适不过的: “我的心啊,莫去触碰幽微精深的论调;何必思虑过度,除非你打算在同辈面前夸耀名声。” 因此,目前我想还是姑且不论这些为好。然而,字词保持不变而配列一旦更改,散文也能承受与韵文完全相同的效果,凡有愿者皆可加以考察。由于多数人对希罗多德历史的开篇极为熟知,我便从他的文辞中摘取这段开头,仅仅转换其方言特色: “克罗伊索斯按出身是吕底亚人,阿吕阿特斯之子,哈吕斯河以内部落的统治者;该河自南方流淌,穿行于叙利亚人与帕夫拉戈尼亚人之间,向着北风方向注入所谓的欧克辛海。” 我若改动这一文句的谐调,它在我笔下所显现的风格便不再是迂缓延展的,也不是历史叙事式的,而是变得挺拔而具论争色彩: “克罗伊索斯是阿吕阿特斯的儿子,出身吕底亚人,是哈吕斯河以内部落的统治者;该河自南方流淌,穿行于叙利亚人与帕夫拉戈尼亚人之间,向着北风方向注入所谓的欧克辛海。” 这种文风看来与修昔底德的如下词句相差无几: “埃皮达姆诺斯是一座城邦,位于航船驶入爱奥尼亚湾者的右手边;定居在其近邻的是野蛮的陶兰提人,乃伊利里亚人的一支。” 若再次变换同一文辞,我将以下列方式赋予它另一种形貌: “阿吕阿特斯的儿子是克罗伊索斯,出身吕底亚人,哈吕斯河以内部落的统治者;该河自南方流淌,叙利亚人与帕夫拉戈尼亚人之间,向着北注入风所谓的海欧克辛。” 这种配列的形式属于赫革西亚斯风格,纤巧琐碎、低劣卑下、软弱无力;因为那人正是这等胡话的司祭,写出的尽是此类语句: “在一次美善的盛会之后,我们又迎来另一次美善的节日。”

语法注3 条
  1. 4ἐδυνάμην δʼ ἂν ... ἐπιδεικνύναι, τὸ δʼ αὐτὸ καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν πᾶσι συμβεβηκὸς μέτροις τε καὶ ῥυθμοῖς ἀποφαίνειν

    未完成过去时直陈式 ἐδυνάμην 与 ἄν 连用,表达与过去事实相反或受限的潜能语气(“我本可以……[然而我不打算这么做]”)。后面的两个现在时不定词 ἐπιδεικνύναι 与 ἀποφαίνειν 并列充当其补足语,随后的 ἀλλʼ ἀναγκασθήσομαι(“但我势必将不得不……”)阐明了作者点到为止、不再穷尽列举的缘由。

  2. 4εἰ μὴ μέλλεις σεμνύνεσθαι παρʼ ὁμοίοις

    引自欧里庇得斯剧作残篇。条件从句 εἰ μὴ μέλλεις...(“除非你打算在同辈面前夸耀名声”)限定了前一句的反问 τί περισσὰ φρονεῖς;(“何必思虑过度?”)。它构成一种限制性条件,意在告诫人们除非为了在同侪面前争胜炫耀,否则不必在过于玄奥幽微的论题上徒费心思。

  3. 4ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον

    引自修昔底德《伯罗奔尼撒战争史》(1.24.1)。现在时分词与格 εἰσπλέοντι 作视点/关涉与格(dative of reference / local standpoint),表示“对于乘船驶入爱奥尼亚湾的人而言(在其右手边)”,描绘了航行观察者的方位视角;分词带宾格宾语 τὸν Ἰόνιον κόλπον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:4#1