← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§3#2

散文中的词句配列与希罗多德的范例

哈利卡纳苏斯的狄奥尼修斯将讨论转向散文,引用了希罗多德关于坎道勒斯与居革斯的对话(并转写为阿提卡方言),论证出即便使用最平实日常的词汇,该段落所展现出的魅力与说服力亦完全归功于词句的配列与结合,而非词汇的选择。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3#2

φέρε δὴ μεταβῶμεν ἤδη καὶ ἐπὶ τὴν πεζὴν διάλεκτον καὶ σκοπῶμεν, εἰ κἀκείνῃ τοῦτο συμβέβηκε τὸ πάθος, ὥστε παρὰ μικρὰ καὶ φαῦλα πράγματά τε καὶ ὀνόματα συνταχθέντα καλῶς μεγάλας ἡδονὰς γίνεσθαι καὶ χάριτας. ἔστι δὴ παρὰ τῷ Ἡροδότῳ βασιλεύς τις Λυδῶν, ὃν ἐκεῖνος Κανδαύλην καλεῖ, Μυρσίλον δὲ καλεῖσθαί φησιν ὑφʼ Ἑλλήνων, τῆς ἑαυτοῦ γυναικὸς ἐρῶν, ἔπειτα ἀξιῶν τινα τῶν ἑταίρων αὐτοῦ γυμνὴν τὴν ἄνθρωπον ἰδεῖν, ὃ δὲ ἀπομαχόμενος μὴ ἀναγκασθῆναι, ὡς δὲ οὐκ ἔπειθεν, ὑπομένων τε καὶ θεώμενος αὐτήν—πρᾶγμα οὐχ ὅτι σεμνὸν1 ἢ καλλιλογεῖσθαι ἐπιτήδειον, ἀλλὰ καὶ παιδικὸν καὶ ἐπικίνδυνον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρῳ· ἀλλʼ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν διάλεκτον εἶναι τῆς ἡδονῆς αἰτίαν τῇ λέξει, μεταθεὶς αὐτῆς τὸν χαρακτῆρα εἰς τὴν Ἀτθίδα γλῶτταν καὶ οὐδὲν ἄλλο περιεργασάμενος οὕτως ἐξοίσω τὸν διάλογον. Γύγη, οὐ γάρ σε δοκῶ πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδους τῆς γυναικός· ὦτα γὰρ τυγχάνει ἀνθρώποις ὄντα ἀπιστότερα ὀφθαλμῶν· ποίει ὅπως ἐκείνην θεάσῃ γυμνήν. ὃ δʼ ἀναβοήσας εἶπε· δέσποτα, τίνα λόγον λέγεις οὐχ ὑγιᾶ, κελεύων με δέσποιναν τὴν ἐμὴν θεάσασθαι γυμνήν; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. πάλαι δὲ τὰ καλὰ ἀνθρώποις ἐξεύρηται, ἐξ ὧν μανθάνειν δεῖ· ἐν οἷς ἓν τόδʼ ἐστίν, ὁρᾶν τινα τὰ ἑαυτοῦ. ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασῶν γυναικῶν καλλίστην, καὶ σοῦ δέομαι μὴ δεῖσθαι ἀνόμων. ὃ μὲν δὴ λέγων ταῦτα ἀπεμάχετο..., ὃ δʼ ἠμείβετο τοῖσδε· θάρσει Γύγη, καὶ μὴ φοβοῦ μήτʼ ἐμέ, ὡς πειρώμενόν σου λέγω λόγον τόνδε,2 μήτε γυναῖκα τὴν ἐμήν, μή τί σοι ἐξ αὐτῆς γένηται βλάβος. ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι3 οὕτως, ὥστε μηδὲ μαθεῖν αὐτὴν ὀφθεῖσαν ὑπὸ σοῦ. ἀγαγὼν γάρ σε εἰς τὸ οἴκημα, ἐν ᾧ κοιμώμεθα, ὄπισθε τῆς ἀνοιγομένης θύρας στήσω· μετὰ δὲ ἐμὲ εἰσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ εἰς κοίτην. κεῖται δʼ ἐγγὺς τῆς εἰσόδου θρόνος· ἐπὶ τοῦτον τῶν ἱματίων καθʼ ἓν ἕκαστον ἐκδῦσα θήσει, καὶ καθʼ ἡσυχίαν πολλὴν παρέσται σοι θεάσασθαι. ὅταν δʼ ἀπὸ τοῦ θρόνου πορεύηται ἐπὶ τὴν εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐντεῦθεν, ὅπως μή σε ὄψεται ἀπιόντα διὰ θυρῶν. ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἕτοιμος ἦν. οὐκ ἂν ἔχοι τις οὐδὲ ἐνταῦθα εἰπεῖν, ὅτι τὸ ἀξίωμα καὶ ἡ σεμνότης τῶν ὀνομάτων εὔμορφον πεποίηκε τὴν φράσιν· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθηκεν σύμβολα τοῖς πράγμασιν· οὐδὲ γὰρ ἥρμοττεν ἴσως κρείττοσι χρήσασθαι ἑτέροις. ἀνάγκη δὲ δή που, ὅταν τοῖς κυριωτάτοις τε καὶ προσεχεστάτοις ὀνόμασιν ἐκφέρηται, τὰ νοήματα μηδὲν σεμνότερʼ εἶναι, ἢ οἷά ἐστιν ἐκεῖνα.4 ὅτι δὲ οὐδὲν ἐν αὐτοῖς ἐστι σεμνὸν οὐδὲ περιττόν, ὁ βουλόμενος εἴσεται μεταθεὶς οὐδὲν ὅ τι μὴ τὴν ἁρμονίαν. πολλὰ δὲ καὶ παρὰ τούτῳ τῷ ἀνδρὶ τοιαῦτά ἐστιν, ἐξ ὧν ἄν τις τεκμήραιτο, ὅτι οὐκ ἐν τῷ κάλλει τῶν ὀνομάτων ἡ πειθὼ τῆς ἑρμηνείας ἦν, ἀλλʼ ἐν τῇ συζυγίᾳ. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα.

来吧,现在让我们也转向散文语言,考察是否在其中亦出现同样的现象,即从微不足道且平凡琐碎的题材和字词中,一旦经过优美的配列,也能产生极大的愉悦与魅力。在希罗多德那里,有一位吕底亚人的国王——作者称他为坎道勒斯,但又说希腊人称他为默耳西罗斯——他深恋自己的妻子,继而要求其亲信之一去观看那女人的裸体;那亲信则力图抗拒而不愿受强迫,但因无法说服国王,最终屈从并窥视了她。这件事情不仅谈不上崇高或适宜于华丽辞藻的铺陈,反倒显得幼稚而危险,且近于丑陋而非美善。然而作者叙述得极其精妙,以致听闻其叙述竟胜于目睹其发生。为了不让人以为是方言为这种表达带来了愉悦,我将把它的特征转换为阿提卡方言,不做任何其他节外生枝的改动,如此将这段对话呈现出来: “居革斯啊,我见你对我谈论我妻子的容貌并不信服;因为人的耳朵终究不如眼睛可靠。你想办法看一看她的裸体吧。”居革斯却大声叫道:“主人,你说的是什么不妥当的话,竟命令我去看我女主人的裸体?女人脱去衬衫,便一同脱去了羞耻。古时人们便已探索出了美好的道德准则,人当从中汲取教训;其中之一便是,人人应当只看属于自己的事物。我深信她是全天下最美的女人,我恳求你莫提非分的要求。”他虽说了这些话极力抗拒……,但国王却如此回应道:“安心吧,居革斯,莫要害怕我,以为我说这番话是在试探你;亦莫要害怕我的妻子,担心会从她那里招致任何伤害。因为我从一开始便会如此筹划,使她绝不会察觉自己被你窥见。我带你进入我们就寝的卧房,将你安置在敞开的门后;我进去之后,我的妻子也会来就寝。在入口附近放有一把椅子;她会一件一件脱下外衣放在上面,你尽可在十分从容平静之中窥视她。而当她从椅子走向睡榻、你处在她背后之时,从那时起便全仗你自己小心,切勿让她看见你穿门离去。”居革斯见终究无法脱身,便只得听命照办。 在此处,亦无人能够声称是字词的尊严与庄重使文句变得优美;因为这些字词既非刻意经营,亦未经精心挑选,纯粹是自然为事物所确立的本然符号;其实使用其他更高级的词汇恐怕也并不相宜。无疑,当思想是用最原初、最切近的字词表达出来时,思想本身绝不可能比这些字词更显庄重。其中毫无庄严或奇崛之处,凡愿一试之人只要除了调和之外不做任何改动将之重排,便能知晓。在这位散文家那里,此类范例亦有极多,人们尽可由此推断出:表达的感染力并不在于字词之美,而在于其结合。关于这些,谈论至此已足够。

语法注4 条
  1. 3οὐχ ὅτι σεμνὸν

    习惯短语“οὐχ ὅτι... ἀλλὰ καί...”意为“不仅不……反而……/绝非……甚至……”。此处与下文的 ἀλλὰ καί 呼应,将本非庄重亦不适于华美修饰之题材与其实际上的幼稚、危险构成强烈对比。

  2. 3ὡς πειρώμενόν σου λέγω λόγον τόνδε

    此分词结构依附于前面的 μήτʼ ἐμέ(“莫怕我”)。小词 ὡς 与宾格分词 πειρώμενον(与 ἐμέ 同格)结合,表示主观认定的动机或疑虑,即“以为我说这话是在试探你”。

  3. 3ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι

    副词性宾格 ἀρχήν 属于习惯用法,常与否定词或带有否定意义的结果从句(此处为 ὥστε μηδέ)连用,意为“从一开始就”、“根本(不)”。

  4. 3ὅταν τοῖς κυριωτάτοις τε καὶ προσεχεστάτοις ὀνόμασιν ἐκφέρηται, τὰ νοήματα μηδὲν σεμνότερʼ εἶναι, ἢ οἷά ἐστιν ἐκεῖνα

    此句为由前面的 ἀνάγκη δή που 所统辖的带不定式结构(逻辑主语为 τὰ νοήματα,不定式为 εἶναι)。时间状语从句 ὅταν... ἐκφέρηται 采用无人称被动表达(“当以最原初的字词表达时”),比较从句 ἢ οἷά ἐστιν ἐκεῖνα 则表示“超出那些字词本身的庄重程度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:3#2