- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了论证配列在功用上胜于选词,作者以言辞修饰思想为类比,引述了荷马《奥德赛》中由朴素词汇写成的段落,指出其非凡美感完全源自字词的配列。
ἔστι τοίνυν πᾶσα λέξις ᾗ σημαίνομεν τὰς νοήσεις ἣ μὲν ἔμμετρος, ἣ δὲ ἄμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τʼ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον,1 ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχεν ῥιπτουμένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου. ἕτεροι δʼ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δʼ αὐτὰ ἡδέως καὶ περιττῶς πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελος διανοίας ἐστὶ χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω κἀνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει. ἵνα δὲ μὴ δόξω φάσιν ἀναπόδεικτον λέγειν, ἐξ ὧν ἐπείσθην κρεῖττον εἶναι καὶ τελειότερον ἄσκημα τῆς ἐκλογῆς τὴν σύνθεσιν, ἔργῳ πειράσομαι δεικνύναι, ἐμμέτρων τε καὶ πεζῶν λόγων ἀπαρχὰς ὀλίγας προχειρισάμενος. λαμβανέσθω δὲ ποιητῶν μὲν Ὅμηρος, συγγραφέων δὲ Ἡρόδοτος· ἀπόχρη γὰρ ἐκ τούτων καὶ περὶ τῶν ἄλλων εἰκάσαι. ἔστι δὴ παρʼ Ὁμήρῳ μὲν ὁ παρὰ τῷ συβώτῃ καταγόμενος Ὀδυσσεὺς περὶ τὴν ἑωθινὴν ὥραν ἀκρατίζεσθαι μέλλων, ὡς τοῖς παλαιοῖς ἔθος ἦν· ἔπειτα ὁ Τηλέμαχος αὐτοῖς ἐπιφαινόμενος ἐκ τῆς εἰς Πελοπόννησον ἀποδημίας· πραγμάτιʼ ἄττα βιωτικὰ ἡρμηνευμένα ὑπέρευ. ποῦ δʼ ἐστὶν ἡ τῆς ἑρμηνείας ἀρετή, τὰ ποιήματα δηλώσει παρατεθέντα αὐτά· "τὼ δʼ αὖτʼ ἐν κλισίῃς Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντʼ ἄριστον ἅμʼ ἠοῖ κειαμένω πῦρ ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν· αἶψα δʼ ἂρ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα· Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω. οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης· ἐκ δʼ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δʼ ἀντίος ἔδραμʼ ἄνακτος· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας·2 θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ." ταῦθʼ ὅτι μὲν ἐπάγεται καὶ κηλεῖ τὰς ἀκοὰς ποιημάτων τε τῶν πάνυ ἡδίστων οὐδενὸς ἥττω μοῖραν ἔχει, πάντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν. ποῦ δὲ αὐτῶν ἐστιν ἡ πειθὼ καὶ διὰ τί τοιαῦτά ἐστι, πότερον διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἢ διὰ τὴν σύνθεσιν; οὐδεὶς ἂν εἴποι διὰ τὴν ἐκλογήν, ὡς ἐγὼ πείθομαι· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων ὀνομάτων πέπλεκται πᾶσα ἡ λέξις, οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς καὶ χειροτέχνης καὶ πᾶς ὁ μηδεμίαν ὤραν τοῦ λέγειν εὖ ποιούμενος ἐξ ἑτοίμου λαβὼν ἐχρήσατο. λυθέντος γοῦν τοῦ μέτρου φαῦλα φανήσεται τὰ αὐτὰ ταῦτα καὶ ἄζηλα· οὔτε γὰρ μεταφοραί τινες ἔνεισιν εὐγενεῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτʼ ἄλλη τροπικὴ διάλεκτος οὐδεμία, οὐδὲ δὴ γλῶτται παλαιαί τινες οὐδὲ ξένα ἢ πεποιημένα ὀνόματα. τί οὖν λείπεται μὴ οὐχὶ τὴν σύνθεσιν τοῦ κάλλους τῆς ἑρμηνείας αἰτιᾶσθαι;3 τοιαῦτα δʼ ἐστὶ παρὰ τῷ ποιητῇ μυρία, ὡς εὖ οἶδʼ ὅτι πάντες ἴσασιν· ἐμοὶ δʼ ὑπομνήσεως ἕνεκα λέγοντι ἀρκεῖ ταῦτα μόνα εἰρῆσθαι.
由此可知,凡我们用以表达思想的一切言辞,或为有韵,或为无韵;二者若获得优美的和声,皆能使韵律与言论显得优美,但若是轻率随性地抛掷而出,则连思想中本有益处之物亦会化为乌有。事实上,许多诗人、散文作家、哲学家和演说家,固然极其用心地挑选了极佳且与题材相符的字词,却赋予了它们某种随意而拙劣的和声,以致未能从那番辛劳中获得任何实益。另有一些人,虽采用了卑微低俗的字词,但由于将其编排得悦耳而不凡,反倒为言论增添了极大的魅力。配列之于选词,似乎恰如字词之于思想,承受着相类的关联。正如美好的思想若无华美辞藻为其装饰便毫无益处一样,在此处,若无人赋予其和声应有的修饰,寻得纯正而华美的言辞亦毫无裨益。 为免使人觉得我是在就何以深信配列胜于选词且为更完满之操练一事妄发无凭之论,我将尝试从韵文与散文著作中选取少许范例,用实证来加以说明。诗人之列当取荷马,散文家之列当取希罗多德;因从他们二人出发,亦足以推知其余诸家。在荷马那里,便有客居于猪倌处的奥德修斯于拂晓时分准备依照古人之习俗进用早餐;随后又有忒勒玛科斯自伯罗奔尼撒远行归来并出现在他们面前:这些不过是若干日常生活琐事,却被描摹得绝妙无比。其表达的妙处何在,诗句本身一旦引出便一目了然: “此时在草棚之中,奥德修斯与高贵的猪倌燃起篝火,拂晓时分准备早膳,并打发牧人们赶着群猪离去。那些吠叫凶猛的犬只却对忒勒玛科斯摇尾亲昵,迎其走来而未曾吠叫。高贵的奥德修斯察觉到犬只摇尾亲昵,足音亦传入耳中;他随即向近旁的欧迈奥斯发话:‘欧迈奥斯啊,定是有你的同伴或某位熟人来到此处,因犬群未曾吠叫,反而摇尾亲迎;我也听见了脚步声。’话音未落,爱子已伫立门前。猪倌惊愕地跳起身来;手中正忙着调和烈酒的器具滑落坠地。他奔上前去迎候主人,亲吻他的头颅、美丽的双目与双手;丰沛的泪水从他颊上滚落。” 我深信众人皆可作证,这些诗行能够引人入胜、抚慰听觉,且地位绝不亚于任何最悦耳的诗作。然而,其说服力究竟在何处,又因何而如此?是由于选词,还是由于配列?依我之见,绝无人会说是由于选词;因为整个言辞全是由最廉价、最平庸的字词交织而成,农夫、海员、手艺人,以及凡不对善言加以顾及之人,皆可信手拈来使用。若一旦解开其韵律,这些同样的字句便会显得粗鄙而乏善可陈;因其中既无崇高的隐喻,亦无转喻、借喻或任何其他辞格语言,更无古僻语、外来词或造词。那么,除了将表达之美归因于配列之外,还能剩下什么呢?在诗人那里,此类范例不可胜数,正如我确信人尽皆知一样;但对我这仅为提醒而谈论之人而言,单单道出这些便已足够。
- 3καλὸν οἵα τʼ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον
οἵα τέ ἐστι 为表达潜能的习用句式(οἷός τέ εἰμι 搭配不定词,意为“能够……”),在性数上与主语 ὧν ἑκατέρα 保持一致。不定词 ποιεῖν 构成双宾格结构,其中 καλόν 为宾语补足语(谓语性宾格),καὶ τὸ μέτρον καὶ τὸν λόγον 为直接宾语。
- 3κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας
荷马史诗典型的“整体与部分的双宾格结构”(schēma kath' holon kai meros)。动词 κύσσε 同时支配指代整体人物的代词 μιν 与指代所亲吻具体身体部位的名词(κεφαλήν, φάεα, χεῖρας),均作宾格。
- 3τί οὖν λείπεται μὴ οὐχὶ τὴν σύνθεσιν τοῦ κάλλους τῆς ἑρμηνείας αἰτιᾶσθαι;
在相当于否定意义的反问句中,非人称动词 λείπεται 后接双重否定 μὴ οὐ 加不定词(意为“除……之外还剩下什么 / 只能……”)。不定词 αἰτιᾶσθαι 支配原因属格 τοῦ κάλλους 与直接宾格 τὴν σύνθεσιν,表示“将优美归因于配列”。
