← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§26#1

在诗歌中营造散文特质的手法及其辩护

作者探讨了在韵律诗歌中营造散文般质感的技术手法(如跨行截断、参差肢句以及整句多样化),辨析了单律诗与抒情诗的差异,并为“散文化”辩护:唯有模仿粗鄙饶舌的散文才属缺陷,若效仿精工细作的城邦散文则值得赞赏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26#1

περὶ δὲ τῆς ἐμμελοῦς τε καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν τοιαῦτά τινα λέγειν ἔχω, ὡς πρώτη μέν ἐστιν αἰτία κἀνταῦθα τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῆς ἀμέτρου ποιητικῆς ἡ τῶν ὀνομάτων αὐτῶν ἁρμογή, δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις, τρίτη δὲ ἡ τῶν περιόδων συμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν τὰ τῆς λέξεως μόρια δεῖ πολυειδῶς στρέφειν τε καὶ συναρμόττειν1 καὶ τὰ κῶλα ἐν διαστήμασι ποιεῖν συμμέτρως, μὴ συναπαρτίζοντα τοῖς στίχοις ἀλλὰ διατέμνοντα τὸ μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια, πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων, τάς τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον. τοῖς μὲν οὖν τὰ ἔπη καὶ τοὺς ἰάμβους καὶ τὰ ἄλλα τὰ ὁμοειδῆ μέτρα κατασκευάζουσιν οὐκ ἔξεστι πολλοῖς διαλαμβάνειν μέτροις ἢ ῥυθμοῖς τὰς ποιήσεις, ἀλλʼ ἀνάγκη μένειν ἀεὶ ἐπὶ τοῦ αὐτοῦ σχήματος· τοῖς δὲ μελοποιοῖς ἔξεστι πολλὰ μέτρα καὶ ῥυθμοὺς εἰς μίαν ἐμβαλεῖν περίοδον· ὥσθʼ οἱ μὲν τὰ μονόμετρα συντιθέντες ὅταν διαλύσωσι τοὺς στίχους τοῖς κώλοις διαλαμβάνοντες ἄλλοτε ἄλλως, διαχέουσι καὶ ἀφανίζουσι τὴν ἀκρίβειαν τοῦ μέτρου, καὶ ὅταν τὰς περιόδους μεγέθει τε καὶ σχήματι ποικίλας ποιῶσιν, εἰς λήθην ἐμβάλλουσιν ἡμᾶς τοῦ μέτρου· οἱ δὲ μελοποιοὶ πολυμέτρους τὰς στροφὰς ἐργαζόμενοι καὶ τῶν κώλων ἑκάστοτε πάλιν ἀνίσων τε ὄντων καὶ ἀνομοίων ἀλλήλοις ἀνομοίους τε καὶ ἀνίσους ποιούμενοι τὰς διαιρέσεις, διʼ ἄμφω δὲ ταῦτα οὐκ ἐῶντες ἡμᾶς ὁμοειδοῦς ἀντίληψιν λαβεῖν ῥυθμοῦ πολλὴν τὴν πρὸς τοὺς λόγους ὁμοιότητα κατασκευάζουσιν ἐν τοῖς μέλεσιν, ἔνεστί τε καὶ τροπικῶν καὶ ξένων καὶ γλωττηματικῶν καὶ τῶν ἄλλων ποιητικῶν ὀνομάτων μενόντων ἐν τοῖς ποιήμασιν μηδὲν ἧττον αὐτὰ φαίνεσθαι λόγῳ παραπλήσια.2 μηδεὶς δὲ ὑπολαμβανέτω με ἀγνοεῖν ὅτι κακία ποιήματος ἡ καλουμένη λογοείδεια δοκεῖ τις εἶναι, μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων ἢ λόγων·3 ὡς δὲ ἀξιῶ διαιρεῖν κἀν τούτοις τὰ σπουδαῖα ἀπὸ τῶν μηδενὸς ἀξίων, ἀκούσας μαθέτω. ἐγὼ τοὺς λόγους τὸν μὲν ἰδιώτην ἐπιστάμενος ὄντα, τὸν ἀδολέσχην τοῦτον λέγω καὶ φλύαρον, τὸν δὲ πολιτικόν, ἐν ᾧ τὸ πολὺ κατεσκευασμένον ἐστὶ καὶ ἔντεχνον, ὅ τι μὲν ἂν τῶν ποιημάτων ὅμοιον εὑρίσκω τῷ φλυάρῳ καὶ ἀδολέσχῃ, γέλωτος ἄξιον τίθεμαι, ὅ τι δʼ ἂν τῷ κατεσκευασμένῳ καὶ ἐντέχνῳ, ζήλου καὶ σπουδῆς ἐπιτήδειον τυγχάνειν οἴομαι. εἰ μὲν οὖν διαφόρου προσηγορίας τῶν λόγων ἑκάτερος ἐτύγχανεν, ἀκόλουθον ἦν ἂν καὶ τῶν ποιημάτων ἃ τούτοις ἔοικεν διαφόροις ὀνόμασι καλεῖν ἑκάτερον· ἐπειδὴ δὲ ὅ τε σπουδαῖος καὶ ὁ τοῦ μηδενὸς ἄξιος ὁμοίως καλεῖται λόγος, οὐκ ἂν ἁμαρτάνοι τις τὰ μὲν ἐοικότα τῷ καλῷ λόγῳ ποιήματα καλὰ ἡγούμενος, τὰ δὲ τῷ μοχθηρῷ πονηρὰ οὐδὲν ὑπὸ τῆς τοῦ λόγου ὁμοειδείας ταραττόμενος. κωλύσει γὰρ οὐδὲν ἡ τῆς ὀνομασίας ὁμοιότης κατὰ διαφόρων ταττομένης πραγμάτων τὴν ἑκατέρου φύσιν ὁρᾶν.

关于与散文言辞具有极大相似性的悦耳且合律的组合,我可以作如下说明:在此处,正如在无格律的诗作中一样,第一因乃是词语本身的拼合,第二因乃是肢句(kola)的组合,第三因乃是整句(periods)的均衡对称。因此,凡愿在这一部门取得成功者,必须以多种方式倒换并谐调言辞的各个成分,按比例在一定间隔中构成肢句,不与诗行恰好齐平完结,而是切断格律,使肢句长短不齐且彼此各异,并常常将其紧缩为短于肢句的短语(kommata),且使整句——至少是彼此相邻的那些——在篇幅和形状上既不等长也不相似;因为在韵律和节拍上偏离既定规矩者,看来最贴近散文言辞。对于那些撰写史诗、抑扬格诗以及其他同律诗篇的人来说,是不允许以多种格律或节拍来区分其诗作的,而必须始终保持在同一种形式之中;但抒情诗人却被允许将多种格律与节拍融入单一的整句中。因此,撰写单一格律诗篇的人,当他们通过以肢句时而这般、时而那般加以划分从而拆解诗行时,便冲淡并消解了格律的严格性;而当他们使整句在篇幅与形态上富于变化时,便使我们遗忘了格律。至于抒情诗人,他们使诗节(strophes)具有多种格律,且当肢句每次互不均等、彼此各异时,又使划分各不相同且不均等,并通过这两者不让我们获得对单一节拍的认知,从而在歌曲中营造出与散文言辞的极大相似性。而且完全可能做到的是,即便比喻性的、外来的、生僻古奥的词以及其他诗歌用词仍保留在诗作中,诗作看来依然丝毫不减其与散文言辞的相近。 但绝不要有人以为我不知道所谓的“散文化(logoeideia)”被视为诗作的一种毛病,也不要以这种无知来谴责我,仿佛我竟把某种毛病列入了诗作或言辞的美德之中;相反,请听听并知晓我是如何在这些事物中也主张将庄重精深之作与一文不值之作区分开来的。我深知在散文言辞中,一种是业余平庸的——我指的是那种饶舌浅薄之论,另一种则是政治城邦性的,其中倾注了大量的经营与技艺;因而凡是我发现与浅薄饶舌相似的诗作,便视其为可笑,而凡是与经营有度且合乎技艺者相似的诗作,便认为配得上效仿与尊崇。假若这两种言辞各自拥有不同的称谓,那么顺理成章地,也将能用不同的名称来称呼那些与它们相似的诗作;然而,既然庄重的言辞与一文不值的言辞同样被称作“言辞(logos)”,那么只要将那些类似于优美言辞的诗作视为优美,而将类似于恶劣言辞的视为拙劣,丝毫不受“言辞”这一名称的单一性所扰乱,便绝不会犯错。因为用在不同事物上的称谓同一性,丝毫不会妨碍人们看清各自的本性。

语法注3 条
  1. 26τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν τὰ τῆς λέξεως μόρια δεῖ πολυειδῶς στρέφειν τε καὶ συναρμόττειν

    在非人称动词 δεῖ 所统辖的“宾格加不定式”结构中,τὸν βουλόμενον 是不定式的逻辑主语(宾格主语)。τὰ τῆς λέξεως μόρια 是不定式 στρέφειν 和 συναρμόττειν 的直接宾语;随后出现的修饰性分词(μὴ συναπαρτίζοντα ... ἀλλὰ διατέμνοντα)及一系列平行不定式(如 ἄνισά τε ποιεῖν)均呼应这一主语展开。

  2. 26ἔνεστί τε καὶ τροπικῶν καὶ ξένων καὶ γλωττηματικῶν καὶ τῶν ἄλλων ποιητικῶν ὀνομάτων μενόντων ἐν τοῖς ποιήμασιν μηδὲν ἧττον αὐτὰ φαίνεσθαι λόγῳ παραπλήσια

    非人称动词 ἔνεστι(“是有可能的”)支配不定式 φαίνεσθαι,其逻辑主语为对格的 αὐτά(诗作)。插入其中的属格短语 τροπικῶν ... μενόντων 充当表示让步的独立属格结构(“尽管比喻性的……词语仍保留在诗作中”)。

  3. 26μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων ἢ λόγων

    动词 καταγιγνώσκω 采用接人的属格(μου)与罪名/过失的宾格(ταύτην τὴν ἀμαθίαν)的句式。随后的 ὡς ἄρα 引导的从句充当 ταύτην τὴν ἀμαθίαν 的同位语解释,小词 ἄρα 带有一种讽刺或他人强加假定的语气(“仿佛我竟把某种毛病……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:26#1