← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§26#2

散文化诗歌的实例与勤加修习的劝勉

哈利卡纳苏斯的狄奥尼修斯列举了荷马、欧里庇得斯和西摩尼得斯的实例,阐释如何通过肢句切分格律使诗篇具有散文韵味,并勉励鲁弗斯将这些理论原则付诸日常实践,以此结束全篇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26#2

εἰρηκὼς δὴ καὶ περὶ τούτων παραδείγματά σοι τῶν εἰρημένων ὀλίγα θεὶς αὐτοῦ κατακλείσω τὸν λόγον. ἐκ μὲν οὖν τῆς ἐπικῆς ποιήσεως ταῦτα ἀπόχρη· "αὐτὰρ ὅ γʼ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·" ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ "χῶρον ἀνʼ ὑλήεντα "ἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον δὲ τουτί "διʼ ἄκριας "ἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ "οἷ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν "ἐξ ἡμιστιχίων δύο συγκείμενον καὶ τοῖς προτέροις οὐδὲν ἐοικός. ἔπειτα τὸ τελευταῖον "ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς "ἐντελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον.1 ἔπειτʼ αὖθις "τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον "οὐ συνεκτρέχον οὐδὲ τοῦτο τῷ στίχῳ. "ἔνθά οἱ αὐλὴ ὑψηλὴ δέδμητο "ἄνισον καὶ τοῦτο τῷ προτέρῳ. κἄπειτα ὁ ἑξῆς νοῦς ἀπερίοδος ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος· ἐπιθεὶς γὰρ "περισκέπτῳ ἐνὶ χώρῳ, "πάλιν ἐποίσει "καλή τε μεγάλη τε "βραχύτερον κώλου κομμάτιον, εἶτα "περίδρομος "ὄνομα καθʼ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθʼ ἑξῆς τὰ ἄλλα τὸν αὐτὸν κατασκευάσει τρόπον· τί γὰρ δεῖ μηκύνειν; ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρʼ Εὐριπίδου ταυτί "ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται, χαῖρε, "τὸ πρῶτον ἄχρι τούτου κῶλον. "ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον ἐμβατεύεις "τὸ δεύτερον μέχρι τοῦδε. "ἔνθεν εὔχομαι γένος." τοῦτο τρίτον. τὰ μὲν πρότερα μείζονα στίχου, τοῦτο δὲ ἔλαττον. "Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ τίκτει λαθραίως Ἡρακλεῖ·" μετὰ τοῦτο "ξύνοιδε ὄρος Παρθένιον, "οὐθέτερον αὐτῶν στίχῳ συμμετρούμενον. εἶτʼ αὖθις ἕτερον στίχου τε ἔλαττον καὶ στίχου μεῖζον "ἔνθα μητέρʼ ὠδίνων ἐμὴν ἔλυσεν Εἰλείθυια "καὶ τὰ ἑξῆς τούτοις παραπλήσια. ἐκ δὲ τῆς μελικῆς τὰ Σιμωνίδεια ταῦτα· γέγραπται δὲ κατὰ διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἢ ἄλλός τις κατεσκεύασε κώλων2 ἀλλʼ ὧν ὁ πεζὸς λόγος ἀπαιτεῖ. πρόσεχε δὴ τῷ μέλει καὶ ἀναγίνωσκε κατὰ διαστολάς, καὶ εὖ ἴσθʼ ὅτι λήσεταί σε ὁ ῥυθμὸς τῆς ᾠδῆς καὶ οὐχ ἕξεις συμβαλεῖν οὔτε στροφὴν οὔτε ἀντίστροφον οὔτʼ ἐπῳδόν, ἀλλὰ φανήσεταί σοι λόγος εἷς εἰρόμενος. ἔστι δὲ ἡ διὰ πελάγους φερομένη Δανάη τὰς ἑαυτῆς ἀποδυρομένη τύχας· "ὅτε λάρνακι ἐν δαιδαλέᾳ ἄνεμός τε μιν πνέων ἐφόρει κινηθεῖσά τε λίμνα, δείματι φρίττεν οὔτʼ ἀδιάντοισι παρειαῖς ἀμφί τε Περσέι βάλλε φίλαν χέρα εἶπέν τε· ὦ τέκος, οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε· γαλαθηνῷ δʼ ἤθεϊ κνοώσσεις ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ κυανέῳ τε δνόφῳ σταλείς. ἅλμαν δʼ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν παριόντος κύματος οὐκ ἀλέγεις οὐδʼ ἀνέμου φθόγγον, πορφυρέᾳ κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον. εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν, καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας. κέλομαι· εὗδε βρέφος, εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν. μεταβουλία δέ τις φανείη, Ζεῦ πάτερ, ἐκ σέο· ὅ τι δὴ θαρσαλέον ἔπος εὔχομαι νόσφι δίκας, σύγγνωθί μοι." τοιαῦτά ἐστι τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας ἃς προεῖπά σοι. τοῦθʼ ἕξεις δῶρον ἡμέτερον, ὦ Ῥοῦφε, πολλῶν ἀντάξιον ἄλλων, εἰ βουληθείης ἐν ταῖς χερσί τε αὐτὸ συνεχῶς ὥσπέρ τι καὶ ἄλλο τῶν πάνυ χρησίμων ἔχειν καὶ συνασκεῖν αὑτὸν ταῖς καθʼ ἡμέραν γυμνασίαις. οὐ γὰρ αὐτάρκη τὰ παραγγέλματα τῶν τεχνῶν ἐστι δεινοὺς ἀγωνιστὰς ποιῆσαι τοὺς βουλομένους γε δίχα μελέτης τε καὶ γυμνασίας· ἀλλʼ ἐπὶ τοῖς πονεῖν καὶ κακοπαθεῖν βουλομένοις κεῖται σπουδαῖʼ ἂν εἶναι τὰ παραγγέλματα3 καὶ λόγου ἄξια ἢ φαῦλα καὶ ἄχρηστα.

关于这些事情我也已论述完毕,在此为你列举几例前述主张的例证,便可结束全文。从史诗中,下列诗句足以为证: “然而他从港湾沿崎岖的小径走去,”这便是一个肢句(kolon)。而另一个: “穿过林木丛生之地,”既短于前一个肢句,又将诗行切为两半。第三个则是: “翻越山峦,”是一个短于肢句的短语(komma)。第四个则是: “前往雅典娜向他指明的尊贵猪倌之所,”由两个半行组成,与先前的各句毫无相似之处。随后是最后一句: “在尊贵的奥德修斯所购置的仆役中,他是最挂念其生计的人,”它虽使第三行完整,却通过其延伸剥夺了第四行的格律精确性。接着又是: “见他正坐在门廊之中,”这一句同样没有与诗行一同结束。 “在那里为他建有一座高耸的院落,”这一句与前一句同样长短不一。随后的意义表达也不是整句式的,而是由肢句和短语构成;因为在加上了: “在一处视野辽阔之地,”之后,他又接续了: “既美观又宏大,”这一短于肢句的短语,接着又是: “四周环通,”这是一个本身具有独立意义的词。此后他将以相同的方式组织其余部分;又何必长篇累牍呢? 在抑扬格诗中,欧里庇得斯的这些诗句便是例证: “佩洛普斯划定疆界之故土啊,致敬!” 到此为止是第一个肢句。 “以及你,踏上阿卡狄亚严冬磐石者,”到此是第二个肢句。 “我自称源出于彼。” 这是第三个。前两者长于一行诗,而这个则短于一行。 “盖阿勒俄斯之女奥革暗中为梯林斯的赫拉克勒斯生下了我;”在此之后是: “帕耳忒尼翁山作证,”两者皆无法与一行诗相吻合。接着又是一个既短于一行又长于一行的肢句: “在那里,厄勒梯亚解除了我母亲的分娩之苦,”随后的诗句也与这些类似。 在抒情诗中,西摩尼得斯的这些诗行便是例证;它们不是按照阿里斯托芬或其他人所制定的肢句划分来书写,而是按照散文言辞所要求的停顿来书写的。请留心这首歌曲,并按照这些停顿来诵读,你大可深信,乐歌的韵律将从你的感知中遁去,你将既无法分辨诗节、反节,也无法分辨尾节,反倒会觉得它是一篇一气呵成的连续散文。这是被漂流于海上的达那厄在哀叹自己的厄运: “当在精雕细琢的木箱中,吹拂的风与翻腾的海水漂送着她时,她在恐惧中战栗,面颊泪痕未干,深情的手臂搂抱住珀耳修斯说道:‘啊,我的孩子,我承受着何等的痛苦,而这却并不令你苦恼;怀着吃奶婴儿的心境,你在这令人生厌的钉着铜钉的木棺中安眠,流落在黑夜无光而墨蓝的黑暗之中。波涛越过你头发的深沉盐沫你浑不在意,狂风的呼啸你亦充耳不闻,身裹紫袍,将美丽的脸庞贴在我的胸口。假若那可怖之事在你看来果真是可怖的,你也当侧起纤小的耳朵倾听我的话语。我吩咐你:睡吧,婴儿;让大海也入睡,让我们无边的灾祸也入睡。父神宙斯啊,愿某种心意转变能自你而显现;若我祈求了任何越出正义的狂妄之言,求你宽恕我。’” 类似于优美散文言辞的格律与歌曲正是此类,它们是由我先前向你说明的那些原因所造成的。 鲁弗斯啊,假若你愿意将此书如同其他极为有用的物什一样常置手中,并在日常训练中砥砺自己,你便将获得我们这份抵得上诸多其他礼物的馈赠。因为若无研习与苦练,技艺的教条本身并不足以使愿望者成为出色的竞技者;相反,这些教条是成为庄重有价之物,还是流于粗疏无用,全在于那些愿意辛劳与忍受劳苦之人的身上。

语法注3 条
  1. 26τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον

    中性分词 ποιοῦν 与 ἀφῃρημένον 与前面的短语 ἔπειτα τὸ τελευταῖον 呼应或构成同位语。与格 τῇ προσθήκῃ(通过附加/延续)表示手段,指该句在语义上延伸并侵入了第四行的开端,从而打破了第四行作为独立诗行的格律严格性。

  2. 26διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἢ ἄλλός τις κατεσκεύασε κώλων

    关系代词 ὧν 受其先行词 κώλων 的属格吸引(本来的结构为 κατὰ διαστολὰς κώλων, οὐχ ἃ Ἀριστοφάνης... κατεσκεύασε)。此处名词与修饰成分发生了交错倒装(hyperbaton),指文本不是按照拜占庭的阿里斯托芬所确立的诗节断句方式抄写,而是依照散文意义上的停顿来划分。

  3. 26ἐπὶ τοῖς πονεῖν καὶ κακοπαθεῖν βουλομένοις κεῖται σπουδαῖʼ ἂν εἶναι τὰ παραγγέλματα

    短语 κεῖται ἐπί 搭配与格,意为“取决于……”、“在于……”。后接的不定词从句 σπουδαῖʼ ἂν εἶναι... ἢ φαῦλα 作主语,助词 ἄν 赋予不定词潜在或条件性的涵义(“这些教导是会变得庄重……还是变得粗疏”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:26#2