- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:25#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对俗鄙修辞家嘲笑德摩斯梯尼不可能如此锱铢必较地推敲格律与词序的反论,作者列举了伊索克拉底与柏拉图精雕细琢的先例,并以器乐演奏与识字过程为例,论证技艺经过长期修习(askesis)最终会化为挥洒自如的熟练习惯(hexis)。
ὑφορῶμαί τινα πρὸς ταῦτα καταδρομὴν ἀνθρώπων τῆς μὲν ἐγκυκλίου παιδείας ἀπείρων, τὸ δὲ ἀγοραῖον τῆς ῥητορικῆς μέρος ὁδοῦ τε καὶ τέχνης χωρὶς ἐπιτηδευόντων, πρὸς οὓς ἀναγκαῖον ἀπολογήσασθαι, μὴ δόξωμεν ἔρημον ἀφηκέναι τὸν ἀγῶνα. ἐροῦσι δὴ ταῦτα· ὁ Δημοσθένης οὖν οὕτως ἄθλιος ἦν, ὥσθʼ ὅτε γράφοι τοὺς λόγους, μέτρα καὶ ῥυθμοὺς ὥσπερ οἱ πλάσται παρατιθέμενος, ἐναρμόττειν ἐπειρᾶτο τούτοις τοῖς τύποις τὰ κῶλα στρέφων ἄνω καὶ κάτω τὰ ὀνόματα καὶ παραφυλάττων τὰ μήκη καὶ τοὺς χρόνους καὶ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τὰς ἐγκλίσεις τῶν ῥημάτων καὶ πάντα τὰ συμβεβηκότα τοῖς μορίοις τοῦ λόγου πολυπραγμονῶν; ἠλίθιος μέντἂν εἴη εἰς τοσαύτην σκευωρίαν καὶ φλυαρίαν ὁ τηλικοῦτος ἀνὴρ ἑαυτὸν διδούς.1 ταῦτα δὴ καὶ τὰ τούτοις παραπλήσια κωμῳδοῦντας αὐτοὺς καὶ καταχλευάζοντας οὐ χαλεπῶς ἄν τις ἀποκρούσαιτο ταῦτα εἰπών· πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον ἦν, εἰ2 ὁ τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ὅσης οὐδεὶς τῶν πρότερον ὀνομασθέντων ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύθυνον τῷ πάντα βασανίζοντι χρόνῳ ἐβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτʼ ὄνομα, πολλὴν δʼ ἀμφοῖν ἔχειν τούτων πρόνοιαν τῆς τε ἐν τοῖς νοήμασιν οἰκονομίας καὶ τῆς εὐμορφίας τῆς περὶ τὰ ὀνόματα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν· ὃ μέν γε τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες ἀποφαίνουσιν, ἐν ἔτεσι δέκα συνετάξατο, ὁ δὲ Πλάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλειπεν ὀγδοήκοντα γεγονὼς ἔτη· πᾶσι γὰρ δήπου τοῖς φιλολόγοις γνώριμα τὰ περὶ τῆς φιλοπονίας τἀνδρὸς ἱστορούμενα τά τε ἄλλα καὶ δὴ καὶ τὰ περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πολιτείας ἔχουσαν τήνδε κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος. τί οὖν ἦν ἄτοπον, εἰ καὶ Δημοσθένει φροντὶς εὐφωνίας τε καὶ ἐμμελείας ἐγένετο καὶ τοῦ μηδὲν εἰκῇ καὶ ἀβασανίστως τιθέναι μήτε ὄνομα μήτε νόημα; πολύ τε γὰρ μᾶλλον ἐμοὶ δοκεῖ προσήκειν ἀνδρὶ κατασκευάζοντι λόγους πολιτικοὺς μνημεῖα τῆς ἑαυτοῦ δυνάμεως αἰώνια μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν, ἢ ζῳγράφων τε καὶ τορευτῶν παισὶν ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας καὶ πόνους ἀποδεικνυμένοις περὶ τὰ φλέβια καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας μικρολογίας κατατρίβειν τῆς τέχνης τὴν ἀκρίβειαν. τούτοις τε δὴ τοῖς λόγοις χρώμενος δοκεῖ μοί τις ἂν οὐδὲν ἔξω τοῦ εἰκότος ἀξιοῦν καὶ ἔτι ἐκεῖνα εἰπών, ὅτι μειράκιον μὲν ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου τε καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ἤδη ποιεῖν.3 οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ἢ ποίησις τὸ τέλος· αὐτίκα οἱ κιθαρίζειν τε καὶ ψάλλειν καὶ αὐλεῖν ἄκρως εἰδότες ὅταν κρούσεως ἀκούσωσιν ἀσυνήθους, οὐ πολλὰ πραγματευθέντες ἀπαριθμοῦσιν αὐτὴν εὐθὺς ἐπὶ τῶν ὀργάνων ἅμα νοήσει· μανθάνοντες δέ γε χρόνῳ τε πολλῷ καὶ πόνῳ τὰς δυνάμεις τῶν φθόγγων ἀναλαμβάνουσιν, καὶ οὐκ εὐθὺς αἱ χεῖρες αὐτῶν ἐν ἕξει τοῦ δρᾶν τὰ παραγγελλόμενα ἦσαν, ὀψὲ δέ ποτε καὶ ὅτε ἡ πολλὴ ἄσκησις αὐταῖς εἰς φύσεως ἰσχὺν κατέστησε τὸ ἔθος, τότε τῶν ἔργων ἐγένοντο ἐπιτυχεῖς. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ὃ γὰρ ἅπαντες ἴσμεν, ἀπόχρη καὶ πᾶσαν αὐτῶν διακόψαι τὴν φλυαρίαν. τί δʼ ἐστὶ τοῦτο; τὰ γράμματα ὅταν παιδευώμεθα, πρῶτον μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθʼ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε λέγω καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια τούτοις· ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον· ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ἐμποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτὰ καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον ἀπταίστῳ διερχόμεθα ἕξει τε καὶ τάχει. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ περὶ τὴν εὐέπειαν τῶν κώλων ὑποληπτέον γίνεσθαι παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου. τοὺς δὲ τούτου ἀπείρους ἢ ἀτριβεῖς θαυμάζειν καὶ ἀπιστεῖν, εἴ τι κεκρατημένως ὑφʼ ἑτέρου γίνεται διὰ τέχνης, οὐκ ἄλογον. πρὸς μὲν οὖν τοὺς εἰωθότας χλευάζειν τὰ παραγγέλματα τῶν τεχνῶν ταῦτα εἰρήσθω.
针对这些观点,我预料到会遭到某些人的攻击;这些人既未受过普通的通识教育,又毫无方法与艺术规矩地从事着修辞术中市井庸俗的一类。我们必须对他们作出申辩,以免显得我们弃守了这场辩争。他们必定会这样说:“难道德摩斯梯尼竟如此可怜,以至于在撰写演说辞时,像雕塑家那样将格律和节拍摆在身边,颠来倒去地倒换词序,紧盯着音节长短、拍数、名词的格和动词的屈折变位,对词类所附带的一切属性事事深究,试图将肢句硬套进这些模具中去?若这位如此伟大的人物竟将自己委身于这般繁琐的编排与荒唐的把戏,他岂不成了傻瓜!”对于这般搬弄嘲弄与讥讽之语的人,人们只需说出以下这些话便可毫不费力地予以驳斥:首先,一位享有崇高声誉——其声誉之隆,是以往任何以言辞雄辩著称之人所未曾享有的——人物,在撰写流芳百世的作品并让自己对考验一切的时光负责之时,不愿随意草率地选取事物或词句,而是对思想上的谋篇布局与辞句方面的优美形态这两者皆予以深谋远虑,这绝非任何反常之举;更何况,当时的人们所发表的演说,并非如同书写之物,倒更像精雕细琢的雕像与錾刻品——我指的乃是智者伊索克拉底和柏拉图。前者撰写《全希腊祝祭演说》,即便据记载时间最短者所言,也历时整整十年;而柏拉图即便到了八十岁高龄,也未曾停止以各种方式为其对话录梳理、卷烫并重新编织文辞。盖因所有热爱学问之人,无疑皆熟知关于此人勤勉劳作的历史记载,除了其他诸事之外,尤其是关于那块据传在他去世后被发现的书写板;上面以各种不同方式颠倒排列着《理想国》开篇的这一句: “昨天,我与阿里斯同之子格劳孔一同下到了比雷埃夫斯。” 那么,若德摩斯梯尼也同样挂虑声音的悦耳与和谐,并挂虑绝不随意且未经推敲地安置任何一个词语或思想,又有什么反常呢?因为在我看来,一个构建政治演说作为自己力量的永恒纪念碑的人,不忽视任何最微小之处,远比那些在易朽的材质上展现双手之精准与劳作的画师和雕镂师的子弟,把技艺的精湛耗费在微细的血管、羽毛、绒毛以及诸如此类琐碎细微之处,要来得合适得多。运用这些论据,任何人都会被认为提出了完全合情合理的看法;不仅如此,还可以进一步指出:当他尚属青年、初涉这门学问之时,周详审视一切可能落入人类用功范围之内的事物,并非毫无道理;然而,当长期的修习获得了强大的力量,在思想中为所研习的一切印刻出固定的模型与印记之后,他便已经能够凭借极度的轻松与熟练的习惯来施行这些了。这正如在其他那些以某种活动或制作为终极目的的技艺中所发生的情形一样:例如,那些极精通于弹奏竖琴、拨弦与吹笛之人,一旦听到不寻常的节拍,无需费多少周折,便能在动念的同时立刻在乐器上将其一一奏出;然而在学习阶段,他们需要耗费大量的时间与劳苦去领会各种音调的力量,他们的双手也并非立刻就具备了施行指令的习惯,而是历经漫长岁月,当大量的修习将这种习惯确立为它们〔双手〕如同天性般的力量之时,他们方能在作品中获得成功。又何须赘述其他技艺呢?单凭我们人人都知晓的事实,便足以击碎他们的一切荒唐之论。这究竟是什么呢?当我们在蒙受文字教育时,首先彻底学会它们的名称,继而学习它们的形状与音值,然后以同样的方式学习音节以及音节中的变化,在此之后才进而学习词语及其附带属性——我指的是音节的伸长、缩短、声调以及与此相类之物;而当我们获得了关于这些的知识之后,我们才开始书写与阅读,起初乃是逐个音节地、缓慢进行;但当相当长的时间过去、在我们的心灵中印刻下它们的坚固模型之后,我们便能极其轻松地施行这些,无论有人递过来何种书卷,我们都能以纯熟无误的习惯与速度将其通读。应当认为,在词语的组合以及肢句的华美方面,此道的行家里手同样也是经历了这般过程。至于对此道毫无经验或缺乏磨练之人,若见到旁人凭借技艺精湛绝伦地完成了某事,便感到惊异并加以怀疑,这也是情理之中的事。那么,对于那些惯于嘲弄技艺规程的人,这番话便说到这里为止吧。
- 25ἠλίθιος μέντἂν εἴη εἰς τοσαύτην σκευωρίαν καὶ φλυαρίαν ὁ τηλικοῦτος ἀνὴρ ἑαυτὸν διδούς.
带有 ἄν 的希求法(εἴη)构成潜在语气,充当条件句的归结节。分词 διδούς 承担了条件从句(protasis)的功能,意为“假若他将自己委身于……”。此外,μέντἂν 乃是 μέντοι ἄν 的缩合(crasis)。
- 25οὐδὲν ἄτοπον ἦν, εἰ
由过去直陈式构成的非人称条件句结构:“假若……也绝非反常”。过去时 ἦν 用于陈述过去情境下的合宜性或事实上的必然性,强调假定内容(εἰ ... ἐβουλήθη)的合理性。
- 25ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου τε καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ἤδη ποιεῖν.
句末的不定式 ποιεῖν 在句法上承接前文的非人称谓语 οὐκ ἄλογον ἦν(“……并非不合常理”),其逻辑主语为前文承接而来的对格代词 αὐτόν(德摩斯梯尼),在时间从句 ἐπειδὴ ... ἐνεποίησεν 之后继续维系着对格加不定式结构。
