← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§25#2

德摩斯梯尼演说开篇的诗歌格律分析

哈利卡尔那索斯的狄奥尼修斯对德摩斯梯尼《反阿里斯托克拉特》与《金冠篇》的开篇进行了格律细致分析,论证了抑扬抑格、哀歌体、抑扬格及克里特格等诗歌节拍乃是有意嵌入散文之中的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25#2

αὐτίκα ὁ κατὰ Ἀριστοκράτους λόγος οὗ καὶ μικρῷ πρότερον ἐμνήσθην ἄρχεται μὲν ἀπὸ κωμικοῦ στίχου τετραμέτρου ἐξ ἀναπαίστων ῥυθμῶν συγκειμένου, λείπεται δὲ ποδὶ τοῦ τελείου, παρʼ ὃ καὶ λέληθεν·1 μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με· τοῦτο γὰρ εἰ προσλάβοι τὸ μέτρον πόδα ἤτοι κατʼ ἀρχὰς ἢ διὰ μέσου ἢ ἐπὶ τελευτῆς, τέλειον ἔσται τετράμετρον ἀναπαιστικόν, ὃ καλοῦσίν τινες Ἀριστοφάνειον· "μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι, "ἴσον δὲ τῷ "λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο." τάχα τις ἐρεῖ πρὸς ταῦτα, ὅτι οὐκ ἐξ ἐπιτηδεύσεως τοῦτο ἀλλʼ ἐκ ταὐτομάτου ἐγένετο· πολλὰ γὰρ αὐτοσχεδιάζει μέτρα ἡ φύσις. ἔστω τοῦτο ἀληθὲς εἶναι. ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφὴν ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί "μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα "ὅμοιον τούτοις "κοῦραι ἐλαφρὰ ποδῶν ἴχνιʼ ἀειράμεναι." καὶ τοῦτʼ ἔτι κατὰ τὸν αὐτὸν ὑπολάβωμεν αὐτοματισμὸν ἄνευ γνώμης γεγονέναι. ἀλλʼ ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ2 ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον ἐκ δυεῖν συνέστηκεν μέτρων· μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ· εἰ γὰρ τὸ Σαπφικόν τις ἐπιθαλάμιον τουτί "οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτα "καὶ τοῦ κωμικοῦ τετραμέτρου, λεγομένου δὲ Ἀριστοφανείου τουδί "ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο "τοὺς τελευταίους πόδας τρεῖς καὶ τὴν κατάληξιν ἐκλαβὼν συνάψειε τοῦτον τὸν τρόπον "οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτα καὶ σωφροσύνη ʼνενόμιστο·" οὐδὲν διοίσει τοῦ μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ. τὸ δʼ ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· τέλειον γὰρ ἔσται πόδα προσλαβὸν καὶ γενόμενον τοιοῦτο "προάγειν ἐμαυτὸν εἰς ἀπέχθειάν τινα." παρίδωμεν ἔτι καὶ ταῦτα ὡς οὐκ ἐξ ἐπιτηδεύσεως ἀλλʼ αὐτοματισμῷ γενόμενα; τί οὖν βούλεται πάλιν τὸ προσεχὲς τούτῳ κῶλον; ἰαμβεῖον γάρ ἐστι καὶ τοῦτο τρίμετρον ὀρθόν "ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι, "τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν.3 καὶ τί γε δὴ διὰ μέσου παρεμπεσὸν τὸ καὶ σκοπῶ, ὑφʼ οὗ δὴ τὸ μέτρον ἐπισκοτούμενον ἠφάνισται; τὸ δʼ ἐπὶ τούτῳ παραλαμβανόμενον κῶλον ἐξ ἀναπαίστων σύγκειται ῥυθμῶν καὶ προάγει μέχρι ποδῶν ὀκτὼ τὸ αὐτὸ σχῆμα διασῷζον "περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας, "ὅμοιον τῷ παρʼ Εὐριπίδῃ τῷδε "βασιλεῦ χώρας τῆς πολυβώλου Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει." καὶ τὸ μετὰ τοῦτο πάλιν κείμενον τοῦ αὐτοῦ κώλου μέρος τουτί ἀποστερηθῆναι πάλιν αὐτῆς ἰαμβικὸν τρίμετρόν ἐστι ποδὶ καὶ ἡμίσει λειπόμενον· ἐγένετο δʼ ἂν τέλειον οὕτως "ἀποστερηθῆναι πάλιν αὐτῆς ἐν μέρει." ταῦτʼ ἔτι φῶμεν αὐτοσχέδια εἶναι καὶ ἀνεπιτήδευτα οὕτω ποικίλα καὶ πολλὰ ὄντα; ἐγὼ μὲν οὐκ ἀξιῶ· καὶ γὰρ τὰ ἑξῆς τούτοις ὅμοια εὑρεῖν ἔστι πολλῶν καὶ παντοδαπῶν ἀνάμεστα μέτρων τε καὶ ῥυθμῶν. ἀλλʼ ἵνα μὴ τοῦτον ὑπολάβῃ τις μόνον οὕτως αὐτῷ κατεσκευάσθαι τὸν λόγον, ἑτέρου πάλιν ἅψομαι τοῦ πάνυ ἡρμηνεῦσθαι δαιμονίως δοκοῦντος, τοῦ ὑπὲρ Κτησιφῶντος, ὃν ἐγὼ κράτιστον ἀποφαίνομαι πάντων λόγων· ὁρῶ δὴ κἀν τούτῳ μετὰ τὴν προσαγόρευσιν τῶν Ἀθηναίων εὐθέως τὸν κρητικὸν ῥυθμόν, εἴτε ἄρα παιᾶνά τις αὐτὸν βούλεται καλεῖν ʽδιοίσει γὰρ οὐδέν̓ τὸν ἐκ πέντε συγκείμενον χρόνων οὐκ αὐτοσχεδίως μὰ Δία ἀλλʼ ὡς οἷόν τε μάλιστα ἐπιτετηδευμένως διʼ ὅλου τοῦ κώλου πλεκόμενον τούτου "τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις." οὐ τοιοῦτος μέντοι κἀκεῖνός ἐστιν ὁ ῥυθμός "Κρησίοις ἐν ῥυθμοῖς παῖδα μέλψωμεν;" ἐμοὶ γοῦν δοκεῖ· ἔξω γὰρ τοῦ τελευταίου ποδὸς τά γε ἄλλα παντάπασιν ἴσα. ἔστω καὶ τοῦτο, εἰ βούλεταί τις, αὐτοσχέδιον· ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον ἰαμβεῖόν ἐστιν ὀρθόν, συλλαβῇ τοῦ τελείου δέον, ἵνα δὴ κἀνταῦθα ἄσημον γένηται τὸ μέτρον, ἐπεὶ μιᾶς γε συλλαβῆς προστεθείσης τέλειον ἔσται "ὅσην εὔνοιαν ἔχων ἔγωγε διατελῶ ." κἄπειτα ὁ παιὰν ἢ ὁ κρητικὸς ἐκεῖνος ὁ πεντάχρονος ἥξει ῥυθμὸς ἐν τοῖς ἑξῆς τούτοις τῇ πόλει καὶ πᾶσιν ὑμῖν τοσαύτην ὑπάρξαί μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. τοῦτο γὰρ ἔοικεν, ὅ τι μὴ κατακλωμένους ἔχει δύο πόδας ἐν ἀρχαῖς,4 κατὰ γοῦν τὰ ἄλλα πάντα τῷ παρὰ Βακχυλίδῃ "οὐχ ἕδρας ἔργον οὐδʼ ἀμβολᾶς, ἀλλὰ χρυσαιγίδος Ἰτανίας χρὴ παρʼ εὐδαίδαλον ναὸν ἐλθόντας ἁβρόν τι δεῖξαι."

例如,我刚才提及的那篇《反阿里斯托克拉特演说》,开篇便是一行由抑扬抑格(按拍斯托斯律动)构成的喜剧四音步诗行,但它比完整的诗行少了一音步,而正因如此它在文中隐蔽未彰: “雅典的人们啊,希望你们中没有任何人认为我”因为这个韵律若是在开头、中间或末尾增加一音步,便会成为完整的抑扬抑格四音步,有些人称之为阿里斯托芬格: “雅典的人们啊,希望你们中没有任何人认为我已到场,”这等同于: “那么我将讲述昔日的教育制度是何等情形。” 对此或许有人会反驳说,这并非出于刻意谋划,而是偶然巧合所致;盖因自然本性自会即兴催生出诸多格律。即便承认真有此事,然而紧接在此句之后的肢句,若是解开其第二个元音省略合音(该合音因将其与第三肢句相连而使格律隐匿难辨),便会构成如下这句完备的哀歌体五音步: “既非出于任何私仇”类似于这一诗行: “少女们轻快地抬起双足的步伐。” 我们且把这也同样视为出于不假思索的偶然巧合。然而,在以散文言辞拼合而成的中间一肢句“来控告眼前的阿里斯托克拉特”之后,与此相接的肢句又由两种格律组合而成: “也不是因为看到微小琐碎的过失,就如此轻易地为此”因为假若有人取萨福的这句祝婚歌: “新郎啊,世间从不曾有过如此之女,”又从被称为阿里斯托芬格的喜剧四音步诗行的这句: “当我秉持正义之言而繁盛、节制蔚然成风之时,”摘取后三音步与末尾休止,并依如下方式拼接: “新郎啊,世间从不曾有过如此之女,节制蔚然成风,”这便与下句别无二致: “也不是因为看到微小琐碎的过失,就如此轻易地为此。” 而紧随其后的句子,则相当于去除了末尾一音步的抑扬格六音步(三步律): “使自己招致敌怨;”盖因它若增加一音步而变为如下形态,便告完备: “使自己招致某种敌怨。” 难道我们还要把这些也当作非出于刻意谋划而是纯属偶然予以忽视吗?那么紧接其后的这一肢句又意味着什么呢?因为这也是一句规整的抑扬格三步律: “然而若我确属正确地计算,”其中连词ἄρα将其首个音节作为长音。至于插在中间的“且审视”又算什么呢?韵律正是因其遮蔽而隐匿不见。而在此之后承接的肢句由抑扬抑格构成,保持着相同的格式一直延续达八音步之多: “为了使你们安然保有切尔索尼斯,而不致受骗,”类似于欧里庇得斯剧中的这句: “沃土之邦的君王基塞乌斯啊,原野闪烁着烈火之光。” 而在其后再度出现的同一肢句的这一部分: “再度丧失它,”乃是缺少了一音步半的抑扬格三步律;假若依如下方式补齐,便成为完整的句子: “依序再度丧失它。” 如此丰富多变且数量众多的格律,我们还能称其为出于即兴与无心之举吗?我断然不敢苟同;因为在接下来的篇幅中,人们同样可以发现许多充斥着繁多且各异之格律与节拍的文句。 然而,为了避免有人认为唯独这篇演说被他这般精心构作,我将再次触及另一篇被公认为表达神乎其技的演说,即《为克特西丰辩护》(《金冠篇》),我认为它是所有演说中最杰出的篇章。在这一演说中我也看到,紧接在向雅典人致呼告词之后,由五个时间长度构成的克里特格(若有人愿意亦可称其为培昂格,盖因二者毫无分别),凭宙斯起誓,绝非出于偶然,而是极尽巧思地贯穿交织于整个肢句之中: “我向所有的诸神与女神祈求,”那节拍不也正与下句相同吗: “让我们以克里特节拍为那孩童歌咏吗?” 至少在我看来正是如此;因为除最后一个音步外,其余部分完全相等。假若有人愿意,且把这也当作偶然吧;然而与之相连的肢句同样是一句规整的抑扬格诗句,距完整诗行仅差一个音节,从而使这里的格律同样隐蔽不显;因为只要加上一个音节,它便告完备: “我始终怀有的那份好意,”继而,那由五个时间长度构成的培昂格或克里特格律动便出现在接下来的这些语辞中: “对城邦和你们全体,愿在这场诉讼中由你们给予我同样多的〔好意〕。” 盖因这一肢句除了在开端处有两个折裂变形的音步之外,在其余一切方面都极其类似于巴克基利德斯诗中的这句: “如今既非安坐之时亦非迟延之刻,倒应前往佩戴金山羊皮盾的伊塔尼亚女神那精巧绝伦的神殿,展露一丝风雅之仪。”

语法注4 条
  1. 25παρʼ ὃ καὶ λέληθεν

    关系代名词 ὅ 以先行分句中的整件事实“比完整的诗行少了一音步”(λείπεται δὲ ποδὶ τοῦ τελείου)为先行词,介词 παρά 在此表示原因(“正因如此”、“由于这一缘故”)。作者意在说明,正是由于欠缺了一个音步,才使得格律隐蔽不显(λέληθεν),散文才不至于直接变成诗歌。

  2. 25ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ

    属格独立结构:主语为 ἑνὸς τοῦ μεταξὺ κώλου(中间的一肢句),谓语分词为 συγκειμένου。副词 λεκτικῶς 意为“以普通散文言辞的方式”,指在两个具有诗性格律的肢句之间,插入了一个不具备诗意韵律的纯散文肢句。

  3. 25τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν

    解释格律音长的属格独立结构:连词 ἆρα / ἄρα 的首个音节被读作长音(ᾱ),以符合抑扬格三步律的音步格律要求。结构上为 λαμβάνειν 支配宾语 τὴν προτέραν συλλαβήν,并带有宾语补足语 μακράν(“将其前一个音节视作/读作长音”)。

  4. 25ὅ τι μὴ κατακλωμένους ἔχει δύο πόδας ἐν ἀρχαῖς

    由 ὅ τι μή 引导的限制性关系从句,功能相当于 πλὴν ὅτι(“除了……之外”)。动词 ἔχει 支配宾语 δύο πόδας,分词 κατακλωμένους 作宾语补足语(“被打折/变形的”)。该句指明,除了句首两个音步发生了格律变形或破调之外,该肢句在其余所有格律特征上皆与巴克基利德斯的诗句完全相同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:25#2