- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:23#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯略去对优美拼合其他特征的赘述,引用伊索克拉底《阿雷奥帕古斯演说》开篇作为散文典范,通过剖析其规避元音冲突与运用对称修辞格来阐明顺畅风格的成因,并结束本章。
ἔλεγον δʼ ἂν καὶ τὰ λοιπὰ τῆς συνθέσεως ταύτης ἰδιώματα καὶ ἀπεδείκνυον ἐπὶ τῶν παραδειγμάτων τοιαῦτα ὄντα οἷα ἐγώ φημι, εἰ μὴ μακρὸς ἔμελλεν ὁ λόγος γενήσεσθαι καὶ ταυτολογίας τινὰ παρέξειν δόξαν. ἐξέσται γὰρ σοὶ καὶ παντὶ ἄλλῳ καθʼ ἓν ἕκαστον τῶν ἐξηριθμημένων ὑπʼ ἐμοῦ κατὰ τὴν προέκθεσιν τοῦ χαρακτῆρος ἐπιλέγεσθαί τε καὶ σκοπεῖν ἐπὶ τῶν παραδειγμάτων κατὰ πολλὴν εὐκαιρίαν καὶ σχολήν· ἐμοὶ δʼ οὐκ ἐγχωρεῖ τοῦτο ποιεῖν ἀλλʼ ἀπόχρη παραδεῖξαι μόνον ἀρκούντως ἃ βούλομαι τοῖς δυνησομένοις παρακολουθῆσαι. ἑνὸς ἔτι παραθήσομαι λέξιν ἀνδρὸς εἰς τὸν αὐτὸν κατεσκευασμένου χαρακτῆρα, Ἰσοκράτους τοῦ ῥήτορος, ὃν ἐγὼ μάλιστα πάντων οἴομαι τῶν πεζῇ λέξει χρησαμένων ταύτην ἀκριβοῦν τὴν ἁρμονίαν. ἔστι δὲ ἡ λέξις ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἥδε· "πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης,1 εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δʼ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδʼ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ διʼ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν·2 ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν." ταῦθʼ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται,3 καὶ οὐ καθʼ ἓν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπʼ ἀλλήλων, ἀλλʼ ἐν κινήσει τε ὄντα φαίνεται καὶ φορᾷ καὶ ῥύσει συνεχεῖ, πραεῖαί τε αὐτῶν εἰσι καὶ μαλακαὶ καὶ προπετεῖς αἱ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δʼ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπʼ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἰδεῖν. φωνηέντων μὲν γὰρ ἀντιτυπίαν οὐκ ἂν εὕροι τις οὐδεμίαν ἐν γοῦν οἷς παρεθέμην ἀριθμοῖς, οἴομαι δʼ οὐδʼ ἐν ὅλῳ τῷ λόγῳ, πλὴν εἴ τί με διαλέληθεν· ἡμιφώνων δὲ καὶ ἀφώνων ὀλίγας καὶ οὐ σφόδρα ἐκφανεῖς οὐδὲ συνεχεῖς. ταῦτά τε δὴ τῆς εὐεπείας αἴτια τῇ λέξει γέγονε καὶ ἡ τῶν κώλων συμμετρία πρὸς ἄλληλα, τῶν τε περιόδων ὁ κύκλος ἔχων τι περιφερὲς καὶ εὔγραμμον καὶ τεταμιευμένον ἄκρως ταῖς συμμετρίαις. ὑπὲρ ἅπαντα δὲ ταῦτα οἱ σχηματισμοὶ πολὺ τὸ νεαρὸν ἔχοντες· εἰσὶ γὰρ ἀντίθετοι καὶ παρόμοιοι καὶ πάρισοι καὶ οἱ παραπλήσιοι τούτοις, ἐξ ὧν ἡ πανηγυρικὴ διάλεκτος ἀποτελεῖται. οὐκ ἀναγκαῖον εἶναι δοκῶ μηκύνειν καὶ τὰ λοιπὰ διεξιών· ἱκανῶς γὰρ εἴρηται καὶ περὶ ταύτης τῆς συνθέσεως ὅσα γε ἥρμοττεν.
若非篇幅势必过长并给人以重复赘述之感,我本亦会陈述这种拼合的其余特征,并结合范例证明它们确如我所言。盖因你以及任何其他人,皆可在充裕的时机与闲暇中,结合范例逐一核验并审视我在该风格的预先阐述中所列举的每一项要点;然而我却无暇顾及于此,只需向能够领会者充分指出我的旨意便已足够。 我还要再引用一位在此同一种风格中锤炼有成之人的文辞,即演说家伊索克拉底;在所有运用散文文辞的人当中,我认为他将这种拼合打磨得最为精审。这段文辞出自《阿雷奥帕古斯演说》,内容如下: “我认为你们中有许多人感到诧异,我究竟怀着何种意图就国家的安危登台陈词,仿佛城邦正处于危难之中,或是国事危殆;然而城邦实际上不仅拥有二百余艘三列桨战船,在周边疆土维持着和平,统治着海域,而且还拥有众多同盟者——既有在发生变故时准备援助我们的许多盟友,更有按时缴纳贡金、听从号令的远为众多的附庸。既然存在这些条件,有人或许会说,我们理所当然应当安心无畏,因我们远离危险,而我们的敌人方应恐惧并谋划自保。因此我知道,你们正是出于这种考量而藐视我的登台陈词,并期望凭借这股力量掌控整个希腊;然而我自己恰恰因这些事而心怀恐惧。盖因我看到,那些自以为处境最佳的城邦往往决策最差,而那些最无所畏惧的城邦往往陷入最大的危险。这一切的原因在于,在福祉与灾祸之中,绝无任何一种会单独降临于人类,相反,财富与权势总是与愚昧以及随之而来的放纵相连并伴生,而贫乏与卑微则与节制和极大的适度相连。以至于令人难以明辨,一个人应当祈求将这两份命运中的哪一份留给自己的子嗣;盖因人们会看到,由那看似低劣的境遇出发,事务通常大多朝着更好的方向发展,而由那显现优越的境遇出发,事物往往习惯于向更坏的方向衰变。” 这些文辞相互交融契合,既非每一个词孤立地立足于显豁宽阔的基座之上,亦非彼此以漫长的时间间隔相阻断和分离,而是显得处于运动、推移和连贯的流淌之中,将文辞连接在一起的拼合柔和、顺滑且自然前倾流动,听觉的直观感受对此提供了明证。至于造成这些效果的原因,绝非我在前文论及此类文辞运作时所述之外的其他因素,此点显而易见。盖因人们在至少我所引用的这些句段中绝不可能发现任何元音冲突,且我认为在整篇演说中亦复如是,除非我有所疏漏;而半元音与无声音的冲撞亦甚少,既非十分显著,亦不连续发生。这些因素遂成为文辞顺畅悦耳的成因,此外还有短肢彼此间的对称,以及周期的环转所具备的某种圆融、优美轮廓和极度受对称所调控的匀称。而在这一切之上,修辞格式带有极多青春娇艳之感;盖因其中充斥着对照、拟音、匀肢以及与此相类之格,盛典文风即由此构成。我认为没有必要再逐一罗列其余诸点以拉长篇幅;盖因关于这种拼合,凡合宜的内容亦已充分阐述。
- 23ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης
连词 ὥσπερ 引导属格独立结构(ἢ τῆς πόλεως... οὔσης ἢ... καθεστώτων)以表达假设或表面上的缘由,其后通过带有否定词的分词属格短语(ἀλλʼ οὐ... κεκτημένης)与之对照,语法上同样承接城邦(τῆς πόλεως)作为逻辑主语。
- 23ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν
表示结果的 ὥστε 后接不定式(χαλεπὸν εἶναι),作为非人称结构统摄真正主语不定式 διαγνῶναι。后者进一步引出间接疑问从句(ποτέραν ἄν τις εὔξαιτο...),从句中采用了带有 ἄν 的潜能祈愿语气。
- 23ταῦθʼ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται
指示代词 ταῦτα 被前置于 ὅτι 从句之前(先行/超前置),将主句动词 ἐπιμαρτυρεῖ 的主语 τὸ ἄλογον τῆς ἀκοῆς πάθος(听觉的直观感受)所证实的整个命题提前加以主题化。
