- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将融合严峻与柔顺风格之长的第三种“适调的中道拼合”推为最上乘,以荷马为其极致代表并列举各体裁的名家,最后驳斥了伊壁鸠鲁学派轻视修辞锤炼的态度。
ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων δυεῖν ἁρμονιῶν, ἣν εὔκρατον καλῶ σπάνει κυρίου τε καὶ κρείττονος ὀνόματος, σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τίς ἐστι ʽμεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων, ὡς Ἀριστοτέλει τε δοκεῖ καὶ τοῖς ἄλλοις ὅσοι κατʼ ἐκείνην τὴν αἵρεσιν φιλοσοφοῦσιν̓, ὁρᾶται δʼ, ὥσπερ ἔφην καὶ πρότερον, οὐ κατὰ ἀπαρτισμὸν ἀλλʼ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδʼ ὁμοίως ἐπετήδευσαν, ἀλλʼ οἳ μὲν ταῦτα μᾶλλον, οἳ δʼ ἐκεῖνα, ἐπέτεινάν τε καὶ ἀνῆκαν ἄλλως ἄλλοι τὰ αὐτά, καὶ πάντες ἐγένοντο λόγου ἄξιοι κατὰ πάσας τὰς ἰδέας τῶν λόγων. κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός, "ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι, "δικαίως ἂν Ὅμηρος λέγοιτο. πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψηται, ταῖς τε αὐστηραῖς καὶ ταῖς γλαφυραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δʼ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μὲν Ὁμήρου μακρῷ παρʼ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντʼ ἄν, καθʼ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι, μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατʼ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. καὶ περὶ μὲν τῶν χαρακτήρων ταῦθʼ ἱκανά. παραδείγματα γὰρ τούτων οὐκ οἴομαι δεῖν φέρειν, φανερῶν πάνυ ὄντων καὶ οὐδὲν δεομένων λόγου. εἰ δέ τινι δοκεῖ καὶ πόνου πολλοῦ ταῦτα καὶ πραγματείας μεγάλης ἄξια εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένην· ἀλλʼ ἐὰν λογίσηται τοὺς ἐξακολουθοῦντας αὐτοῖς κατορθουμένοις ἐπαίνους καὶ τὸν καρπὸν τὸν ἀπʼ αὐτῶν ὡς γλυκύς,1 εὐπαθείας ἡγήσεται τοὺς πόνους. Ἐπικουρείων δὲ χορόν, οἷς οὐδὲν μέλει τούτων, παραιτοῦμαι· τὸ γὰρ οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντος, ὡς αὐτὸς Ἐπίκουρος λέγει, τοῖς μὴ στοχαζομένοις τοῦ πυκνὰ μεταπίπτοντος κριτηρίου πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον.2
在上述两种拼合之外的第三种亦即居中的拼合——因缺乏专属且更贴切的名称,我称之为“适调的拼合”——并无自身独具的形态,而是从前述二者中适度调和而成,是对二者中精粹要素的择取。在我看来,它理应摘得桂冠,盖因它是一种中道(而正如亚里士多德以及依其宗派治哲学的其他众人所认为的那样,无论在生活还是在行为中,德性皆为中道),并且正如我先前所言,它并非体现于某个严苛固定的极点,而是具有延展的幅度,拥有繁多的种差。采用这种风格的人,并未全部以相同的方式追求相同的特质,而是有人偏重于此,有人偏重于彼;对于相同的特质,不同的人各有张弛,然而他们在一切文辞体裁中皆成为卓有声望之人。因此,众人的极顶与目标,“一切江河、整个海洋以及所有泉水皆由此而生”,荷马理当获此称谓。盖因在他的作品中,无论人们触及何处,皆已被严峻与柔顺两种拼合极尽精妙地交织辉映。至于其他追求同一种中道的人,若与荷马并列考量,固然显得远逊于彼,但若孤立审视其自身,则令人叹服:抒情诗人中有斯忒西科罗斯与阿尔卡埃乌斯,悲剧诗人中有索福克勒斯,历史学家中有希罗多德,演说家中有狄摩西尼,哲学家中依我之见则有德谟克利特、柏拉图与亚里士多德;盖因人们绝难找到比他们更能绝妙调和文辞之人。关于诸种风格,论述至此已足;盖因我认为无需再为此等风格引证范例,它们昭然若揭,全无赘言之必要。 若在某人看来,这些事情需要耗费巨大的辛劳与极多的推敲,那么正如狄摩西尼所言,这种看法完全正确;但若他思量到,在这些事圆满达成时随之而来的赞誉,以及由此所结出的果实是何等甘美,他便会视辛劳为愉悦。至于对这一切漠不关心的伊壁鸠鲁流派,我则敬谢不敏;盖因正如伊壁鸠鲁自己所说: “对于不以频繁变易的准则为目标的人而言,写作并非劳苦之事”,这种说辞不过是为极度的怠惰与拙劣所准备的避难解药而已。
- 24καὶ τὸν καρπὸν τὸν ἀπʼ αὐτῶν ὡς γλυκύς
先取构式(prolepsis):从属从句的主语(ὁ καρπὸς ὁ ἀπʼ αὐτῶν)被提前作为主导动词(λογίσηται)的直接宾格宾语,其后紧接感叹或间接疑问结构(ὡς γλυκύς [ἐστιν]),意为“若他思量来自它们的果实是何等甘美”。
- 24τὸ γὰρ οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντος ... πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον
中性单数定冠词(τό)将直接引用自伊壁鸠鲁的属格独立结构短语(οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντος ...)整体名词化,作为主句未完成过去时动词(ἦν)的主语,构成“所谓‘……’的说法实为……”的骨架。
