← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§23#1

优美风格的特征与萨福的阿佛洛狄忒颂

哈利卡纳苏斯的狄奥尼修斯将“优美拼合”的特征界定为流畅、连续以及音节的平滑交融,指出萨福等人为此类风格的典范,并征引《阿佛洛狄忒颂》具体剖析其语音构造的圆润顺滑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23#1

ἡ δὲ γλαφυρὰ σύνθεσις, ἣν δευτέραν ἐτιθέμην τῇ τάξει, χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθʼ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι οὐδὲ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ τε καὶ ἀσφαλεῖ οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδʼ ὅλως τὸ βραδὺ καὶ σταθερὸν τοῦτο φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ τῶν ἑτέρων ὀνομάτων καὶ ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν1 ὥσπερ τὰ ῥέοντα καὶ μηδέποτε ἀτρεμοῦντα· συνηλεῖφθαί τε ἀλλήλοις ἀξιοῖ καὶ συνυφάνθαι τὰ μόρια ὡς μιᾶς λέξεως ὄψιν ἀποτελοῦντα εἰς δύναμιν. τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι χρόνον αἰσθητὸν οὐδένα τὸν μεταξὺ τῶν ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὕφεσιν ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις. εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά, τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθεταί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον διʼ εὐλαβείας ἔχει. οὐ μόνον δὲ τὰ ὀνόματα τοῖς ὀνόμασιν ἐπιτηδείως συνηρμόσθαι βούλεται καὶ συνεξέσθαι, ἀλλὰ καὶ τὰ κῶλα τοῖς κώλοις εὖ συνυφάνθαι καὶ πάντα εἰς περίοδον τελευτᾶν, ὁρίζουσα κώλου τε μῆκος, ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον, οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει· ἀπερίοδον δὲ λέξιν ἢ περίοδον ἀκώλιστον ἢ κῶλον ἀσύμμετρον οὐκ ἂν ὑπομείνειεν ἐργάσασθαι. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης,2 τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδʼ ὅσοις σεμνότης τις ἢ βάρος ἢ τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. ἵνα δὲ καὶ κοινότερον εἴπω, τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας κατὰ τὰ μέγιστα καὶ κυριώτατα, ὑπὲρ ὧν οὐδὲν δέομαι πάλιν λέγειν. ἀκόλουθον δʼ ἂν εἴη καὶ τοὺς ἐν ταύτῃ πρωτεύσαντας καταριθμήσασθαι. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος, μελοποιῶν δὲ Σαπφὼ καὶ μετʼ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης, τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης, συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος, ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ. "Ποικιλόθρονʼ ἀθάνατʼ Ἀφροδίτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μʼ ἄσαισι μηδʼ ὀνίαισι δάμνα, πότνια θῦμον· ἀλλὰ τύδʼ ἔλθʼ, αἴ ποκα κἀτέρωτα τᾶς ἔμας αὔδως ἀίοισα πήλυ ἔκλυες, πάτρος δὲ δόμον λίποισα, χρύσιον ἦλθες ἄρμʼ ὐπασδεύξαισα. κάλοι δέ σʼ ἆγον ὠκέες στροῦθοι, περὶ γᾶς μελαίνας πύκνα διννῆντες πτέρʼ ἀπʼ ὠράνᾤθερος διὰ μέσσω. αἶψα δʼ ἐξίκοντο· τὺ δʼ, ὦ μάκαιρα, μειδιάσαισʼ ἀθανάτω προσώπω ἤρεʼ, ὄττι δἦν τὸ πέπονθα κὤττι δηὖτε κάλημι, κὤττʼ ἔμω μάλιστα θέλω γενέσθαι μαινόλᾳ θύμω· τίνα δηὖτε πείθω μαῖσʼ ἄγην ἐς σὰν φιλότατα;3 τίς σʼ, ὦ Ψάπφʼ, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δέκετʼ, ἀλλὰ δώσει· αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. ἔλθέ μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι θῦμος ἰμάρρει, τέλεσον, σὺ δʼ αὔτα σύμμαχος ἔσσο." ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις τε καὶ ἡμιφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαί τε καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἢ ἄφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν· ἐγὼ γοῦν ὅλην τὴν ᾠδὴν ἀνασκοπούμενος πέντε ἢ ἓξ ἴσως ἐν τοῖς τοσούτοις ὀνόμασι καὶ ῥήμασι καὶ τοῖς ἄλλοις μορίοις ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων συμπλοκὰς τῶν μὴ πεφυκότων ἀλλήλοις κεράννυσθαι καὶ οὐδὲ ταύτας ἐπὶ πολὺ τραχυνούσας τὴν εὐέπειαν εὑρίσκω, φωνηέντων δὲ παραθέσεις τὰς μὲν ἐν τοῖς κώλοις αὐτοῖς γινομένας ἔτι ἐλάττους ἢ τοσαύτας, τὰς δὲ συναπτούσας ἀλλήλοις τὰ κῶλα ὀλίγῳ τινὶ τούτων πλείονας. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.

另一方面,我置于第二位的优美拼合则具有如下特征:它不追求每个词孤立而显豁地被呈现,也不追求一切都立足于宽阔稳固的基座之上,亦不追求词与词之间的间隔漫长;总之,这种迟缓与停滞绝非它所偏爱。相反,它希望语汇处于运动之中,词与词相互推移承载,如奔流不息之物一般,以连贯性为依托向前滑行。它要求各个成分彼此交融并编织在一起,尽可能展现出如同一个单一词语的面貌。正是拼合的严密性造就了这一效果,在词与词之间不留下任何可被感知的间隔时间;细究其局部,宛如织造精细的织物,又似明暗自然交融的图画。它希望所有的词语都悦耳、平滑、柔和且娇美如少女,对粗粝和抵触的音节怀有厌恶,对一切大胆冒险之举皆保持审慎。 它不仅希望词与词之间适度地结合并一同磨光,而且要求肢与肢之间精妙地编织在一起,全数收束为一个周期;它界定了肢的长度,使其不短于亦不长于中庸之度,并界定了周期的尺度,使其能由成年人的一整口气息所掌控。至于无周期的散漫文辞、不分短肢的周期,或是参差不对称的短肢,它是绝难容忍造出的。它所使用的节奏亦非至大之律,而是中度及较短之律;它要求周期的结尾具有韵律感,且如绳墨衡量过一般稳固立足,在周期的衔接上采取了与词语衔接恰恰相反的做法:盖因它使词与词交融滑接,却使周期分立,并希望它们宛若处于开阔高处一般清晰显明。至于修辞格,它不喜用较为古雅或带有某种庄严、厚重与紧绷之感的格调,而是大多惯用细腻妩媚的修辞格,其中含有诸多蛊惑人心与舞台戏剧般的成分。更概括地说,它在最重大、最核心之处皆具有与前一种风格截然相反的形式,关于这些我无需再加赘述。 接下来按次序当列举在此风格中拔得头筹之人。在史诗诗人中,依我之见,赫西俄德将这一风格锤炼得最为精妙;在抒情诗人中是萨福,其后则是阿那克里翁与西摩尼得斯;在悲剧诗人中唯有欧里庇得斯;在历史学家中严格说来绝无仅有,但埃福罗斯与特奥庞普斯较之众人更为接近;在演说家中则是伊索克拉底。关于这种拼合我也将提供范例,在诗人中选取萨福,在演说家中选取伊索克拉底。我将从抒情女诗人开始: “彩座上不死的阿佛洛狄忒,织造巧计的宙斯之女,我祈求你:切莫以痛苦与悲伤压垮我的心,尊贵的女神;相反,请降临于此,若你曾在以往任何时刻听见我的呼声自远方传来而垂听,并离开父神的宫殿,套上黄金战车而来。美丽敏捷的麻雀载着你,自天穹穿过中天,拍击密集的双翼飞临幽暗的大地。它们迅即抵达;而你,福乐的女神,不朽的面庞泛起微笑,询问我究竟遭受了何种痛苦,究竟为何再次呼唤,以及狂乱的心中最渴望实现什么:‘如今我又要劝服谁,意欲〔将她〕引向你的爱中?萨福啊,谁伤害了你?因为纵然她此刻逃避,不久便将追随;纵使她拒收礼物,日后反将馈赠;即使她并不相爱,亦将很快相爱,哪怕心不情愿。’此刻亦请降临于我,解脱我沉重的焦虑;凡我心愿欲成就之事,请予以成就,并请你亲自作为我的盟友。” 这一文辞的流利悦耳与优雅,正是源于拼合的连贯与平滑;盖因词语相互并列,依循字母某种天然的亲和与配对而交织在一起。事实上,几乎通篇诗歌中,元音皆与无声音及半元音紧密衔接,这些都是在单音节中共同呼出时本性上适于彼此前后相随者;至于半元音对半元音或无声音的冲突,以及无声音彼此间与元音彼此间动摇声响的冲撞,则极少存在。至少在我审视全诗之时,在如此之多的名词、动词及其他成分中,本性上不能相互融合的半元音与无声音字母的纠缠,仅仅寻得五六处而已,且即便这些也并未在很大程度上破坏流利顺畅;至于元音的并置,在短肢内部发生者甚至少于此数,而连接短肢彼此者亦仅略多于此。是以,由于词语的拼合丝毫未使声音泛起波澜,文辞自然呈现出一种流畅顺滑与柔美的状态。

语法注3 条
  1. 23ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν

    分词 λαμβάνοντα 为中性复数宾格,在性、数、格上与不定词 φέρεσθαι 及 ὀχεῖσθαι 的中性复数宾格主语 θάτερα 完全一致,并以 τὴν ἀλληλουχίαν 为直接宾语、βάσιν 为表语性宾格。句意指词语将彼此的连续性(ἀλληλουχία)作为前进的立足基底(βάσις)而行进。

  2. 23ὡς ἂν ἀπὸ στάθμης

    借助 στάθμη(木匠的墨线、铅垂线)构成的固定习语,意为“宛如依凭铅垂线一般”,即“极其精确严整”。在此作为副词性修饰语修饰 βεβηκυίας,形象地比喻周期(圆周句)的末尾在节律上稳固而严密地收束定型。

  3. 23τίνα δηὖτε πείθω μαῖσʼ ἄγην ἐς σὰν φιλότατα;

    萨福诗中的伊奥利亚方言从句:πείθω 为现在时虚拟式(审议性虚拟式 deliberative subjunctive),意为“我又当劝说谁”;μαῖσα 为伊奥利亚方言阴性主格单数现在分词(相当于阿提卡方言的 μαιομένη,“寻求、欲求”);ἄγην 为不定词(相当于阿提卡方言的 ἄγειν),充当 μαῖσα 的补足语(“意欲引向你的爱”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:23#1