← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§22#4

从语音冲突分析修昔底德的严峻风格

作者从音系与句法角度详细剖析了修昔底德的文本,指明辅音与元音的冲撞、短肢句尾的不稳以及结构的不对称,论证其文风实为严峻朴素拼合的典范。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22#4

αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος προσηγορικῷ τὸ ξυνέγραψε ῥῆμα ἐφαρμοττόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ ς τοῦ ξ κατὰ συνεκφορὰν τὴν ἐν μιᾷ συλλαβῇ γινομένην· δεῖ δὲ τοῦ ς σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ. τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθʼ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ π καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ τετράκις ἑξῆς ἀλλήλοις παρακειμένων, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων· τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐ1 σιωπῇ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν. ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἡ κατὰ τὴν τελευταίαν τοῦ κώλου τοῦδε γενομένη ἐν τῷ καὶ Ἀθηναίων διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διἕστακεν πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δʼ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι. καὶ αὖθις ἐν τῇ δευτέρᾳ περιόδῳ τὸ προηγούμενον κῶλον τουτί ἀρξάμενος εὐθὺς καθισταμένου μετρίως ἁρμόσας ὁ ἀνὴρ ὡς ἂν εὔφωνόν τε μάλιστα φαίνοιτο καὶ μαλακόν, τὸ μετὰ τοῦτο πάλιν ἀποτραχύνει καὶ διασπᾷ τοῖς διαχαλάσμασι τῶν ἁρμονιῶν· καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τρὶς γὰρ ἀλλήλοις ἑξῆς οὐ διὰ μακροῦ παράκειται φωνήεντα συγκρούσεις ἐργαζόμενα καὶ ἀνακοπὰς καὶ οὐκ ἐῶντα τὴν ἀκρόασιν ἑνὸς κώλου συνεχοῦς λαβεῖν φαντασίαν· ἥ τε περίοδος αὐτῷ λήγουσα εἰς τὸ τῶν προγεγενημένων οὐκ ἔχει τὴν βάσιν εὔγραμμον καὶ περιφερῆ, ἀλλʼ ἀκόρυφός τις φαίνεται καὶ ἀκατάστροφος, ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλʼ οὐχὶ τέλος.2 τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ τρίτη περίοδος· καὶ γὰρ ἐκείνης ἀπερίγραφός ἐστι καὶ ἀνέδραστος ἡ βάσις τελευταῖον ἐχούσης μόριον τὸ δὲ καὶ διανοούμενον, πολλὰς ἅμα καὶ αὐτὴ περιέχουσα φωνηέντων τε πρὸς φωνήεντα ἀντιτυπίας καὶ ἡμιφώνων πρὸς ἡμίφωνα καὶ ἄφωνα, ἅσπερ ἐργάζεται τὰ μὴ συνῳδὰ τῇ φύσει τραχύτητας. ἵνα δὲ συνελὼν εἴπω, δώδεκά που περιόδων οὐσῶν ἃς παρεθέμην,3 εἴ τις αὐτὰς συμμέτρως μερίζοι πρὸς τὸ πνεῦμα, κώλων δὲ περιλαμβανομένων ἐν ταύταις οὐκ ἐλαττόνων ἢ τριάκοντα τὰ μὲν εὐεπῶς συγκείμενα καὶ συνεξεσμένα ταῖς ἁρμονίαις οὐκ ἂν εὕροι τις ἓξ ἢ ἑπτὰ τὰ πάντα κῶλα, φωνηέντων δὲ συμβολὰς ἐν ταῖς δώδεκα περιόδοις ὀλίγου δεῖν τριάκοντα ἡμιφώνων τε καὶ ἀφώνων ἀντιτύπων καὶ πικρῶν καὶ δυσεκφόρων παραβολάς, ἐξ ὧν αἵ τε ἀνακοπαὶ καὶ τὰ πολλὰ ἐγκαθίσματα τῇ λέξει γέγονε, τοσαύτας τὸ πλῆθος ὥστε ὀλίγου δεῖν καθʼ ἕκαστον αὐτῆς μόριον εἶναί τι τῶν τοιούτων. πολλὴ δὲ καὶ ἡ τῶν κώλων ἀσυμμετρία πρὸς ἄλληλα καὶ ἡ τῶν περιόδων ἀνωμαλία καὶ ἡ τῶν σχημάτων καινότης καὶ τὸ τῆς ἀκολουθίας ὑπεροπτικὸν καὶ τἆλλα ὅσα χαρακτηρικὰ τῆς ἀκομψεύτου τε καὶ αὐστηρᾶς ἐπελογισάμην ὄντα ἁρμονίας. ἅπαντα γὰρ διεξιέναι πάλιν ἐπὶ τῶν παραδειγμάτων καὶ καταδαπανᾶν εἰς ταῦτα τὸν χρόνον οὐκ ἀναγκαῖον ἡγοῦμαι.

例如在开端处,动词“记录了”(xunegrapse)紧接在通名“雅典人”(Athenaios)之后,显著地割裂了拼合;因为在同一个音节内发生的共同呼出中,西格玛(ς)绝不会置于克西(ξ)之前。必须使西格玛在静默中收束,随后克西才能被听见。这种语音状态便造成了粗粝与抵触。随后,紧随其后发生的声音撞击——即ν与π、τ与π以及κ相继四次彼此相邻——在他说出如下文句时,极大地刮擦了听觉,并显著动摇了拼合: “伯罗奔尼撒人与雅典人之间的战争”因为文辞的这些成分中,绝无任何一个不需要在末尾字母处先由口腔在静默中截留并施加压力,以便与它相连的字母能获得其自身清晰纯正的力量。除这些之外,在此肢末尾“与雅典人”(kai Athenaion)中所发生的元音并置,打破了拼合的连续性,并因夺取了全然可被感知的间隔时间而拉开了距离;因为ι与α的声音无法融合,且会割裂音声。而连续且相互磨光平滑的声音方能产生顺畅流利的语调。 此外在第二个周期中,前面这个短肢: “在战端甫启之时即着手撰写”作者将其适度拼合,以使其显得最为悦耳柔和,然而他又将此后的〔短肢〕变得粗粝,并借由拼合的松弛而将其撕裂: “预见到这将是一场伟大的、且比以往任何战争都更为重大的战争”因为在不远的间距中接连三次元音彼此相邻,造成了冲撞与阻断,而不容听觉形成一个连续短肢的表象。而此周期在他笔下止于: “以往任何战争”其基底并未呈现轮廓优美与圆润,反而显得缺乏高潮且未曾收束,宛若第二周期的某个组成部分而非其终结。 而第三个周期亦遭受了相同的命运;盖因其基底亦缺乏界定且未得稳固立足,其收尾部分为: “有的亦有此意图”同时其自身亦包含着许多元音对元音的抵触,以及半元音对半元音和无声音的抵触,正是这些在性质上并不调和之物造成了粗粝。简而言之,在我所引用的约十二个周期中,设若有人依循呼吸将其匀称划分,其中所包含的短肢不下于三十个,然而在拼合上顺畅悦耳且精雕细琢的短肢,全数总共绝难寻得六七个;反之,在十二个周期中元音的冲突将近三十处,而造成文辞中诸多阻断与停顿的、相互抵触、生涩难读的半元音与无声音的并置,其数量之巨,以致文辞中几乎每一个成分皆有此种类别的存在。此外,短肢彼此之间的巨大不对称、周期的不规则、修辞格的新奇、对顺承关联的傲慢无视,以及凡此种种我所论定为不加雕琢且肃穆严峻之拼合的特征,亦极具规模。盖因我认为无需再次对照例证一一详加阐述并在这些事情上虚掷光阴。

语法注3 条
  1. 22οὐθὲν ὅ τι οὐ

    习惯性双重否定表达(相当于 οὐδὲν ὅτι οὐ),意为“毫无例外地全都……”或“无一不……”。此处承接主语 τούτων τῶν μορίων,强调这些词汇成分的末尾在发音时全都需要在静默中收束闭锁。

  2. 22ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλʼ οὐχὶ τέλος

    分词 οὖσα 为阴性单数主格,与主语 ἡ περίοδος(周期)相一致。此句以比喻方式说明该周期的末尾(βάσις)缺乏稳固的收束感,给人的感觉不像是一个周期的终结,倒像只是这第二个周期的某个组成部分。

  3. 22ἵνα δὲ συνελὼν εἴπω, δώδεκά που περιόδων οὐσῶν ἃς παρεθέμην

    此句为复合长句,首先以表目的的习惯短语 ἵνα συνελὼν εἴπω(“简而言之”)引出,随后置入属格绝对结构 δώδεκά που περιόδων οὐσῶν... 与 κώλων δὲ περιλαμβανομένων...,并嵌套了条件从句 εἴ τις αὐτὰς συμμέτρως μερίζοι...。主句的核心骨架为 οὐκ ἂν εὕροι τις ἓξ ἢ ἑπτὰ τὰ πάντα κῶλα(“总共绝难寻得六七个短肢”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:22#4