- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:22#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯完成了对品达颂诗中音素冲撞、元音连读与音节臃肿的分析,转而引述修昔底德《历史》的开篇,以其作为散文中粗粝刚劲文风的典型代表并预告对其技法原理的探讨。
τούτοις ἐπιφέρεται τρίτον κῶλον τουτί πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε. ἐνταῦθα τῷ τε ὀμφαλὸν εἰς τὸ ν λήγοντι τὸ θυόεντα παρακείμενον ἀπὸ τοῦ θ ἀρχόμενον ὁμοίαν ἀποδίδωσιν ἀντιτυπίαν τῇ πρότερον, καὶ τῷ θυόεντα εἰς φωνῆεν τὸ α λήγοντι ζευγνύμενον τὸ ἐν ταῖς ἱεραῖς ἀπὸ φωνήεντος τοῦ ε λαμβάνον τὴν ἀρχὴν διέσπακε τῷ μεταξὺ χρόνῳ τὸν ἦχον οὐκ ὄντι ὀλίγῳ. τούτοις ἐκεῖνα ἕπεται πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν· τραχεῖα κἀνταῦθα καὶ ἀντίτυπος ἡ συζυγία· ἡμιφώνῳ γὰρ ἄφωνον συνάπτεται τῷ ν τὸ τ καὶ διαβέβηκεν ἀξιόλογον διάβασιν ὁ μεταξὺ τοῦ τε προσηγορικοῦ τοῦ πανδαίδαλον καὶ τῆς συναλοιφῆς τῆς συναπτομένης αὐτῷ1 χρόνος· μακραὶ μὲν γὰρ ἀμφότεραι, μείζων δὲ οὐκ ὀλίγῳ τῆς μετρίας ἡ συναλείφουσα τὰ δύο συλλαβή, ἐξ ἀφώνου τε καὶ δυεῖν συνεστῶσα φωνηέντων· εἰ γοῦν τις αὐτῆς ἀφέλοι τὸ τ καὶ ποιήσειε πανδαίδαλον εὐκλέʼ ἀγοράν, εἰς τὸ δίκαιον ἐλθοῦσα μέτρον εὐεπεστάτην ποιήσει τὴν ἁρμονίαν. ὅμοια τούτοις ἐστὶ κἀκεῖνα ἰοδέτων λαχεῖν. παράκειται γὰρ ἡμίφωνα δύο ἀλλήλοις τὸ ν καὶ τὸ λ, φυσικὴν οὐκ ἔχοντα συζυγίαν τῷ μήτε κατὰ τοὺς αὐτοὺς τόπους μήτε καθʼ ὁμοίους σχηματισμοὺς τοῦ στόματος ἐκφέρεσθαι. καὶ τὰ ἐπὶ τούτοις λεγόμενα μηκύνεταί τε ταῖς συλλαβαῖς καὶ διέστηκε ταῖς ἁρμονίαις ἐπὶ πολύ στεφάνων τᾶν τʼ ἐαριδρόπων· μακραὶ γὰρ καὶ δεῦρο συγκρούονται συλλαβαὶ τὸ δίκαιον ὑπεραίρουσαι μέτρον, ἥ τε λήγουσα τοῦ στεφάνων μορίου δυσὶ περιλαμβάνουσα ἡμιφώνοις φωνῆεν γράμμα φύσει μακρὸν καὶ ἡ συναπτομένη ταύτῃ τρισὶ μηκυνομένη γράμμασιν ἀφώνῳ καὶ φωνήεντι μακρῶς λεγομένῳ καὶ ἡμιφώνῳ· διερεισμός τε οὖν γέγονε τοῖς μήκεσι τῶν συλλαβῶν καὶ ἀντιτυπία τῇ παραθέσει τῶν γραμμάτων, οὐκ ἔχοντος τοῦ τ συνῳδὸν τῷ ν τὸν ἦχον, ὃ καὶ πρότερον εἴρηκα. παράκειται δὲ καὶ τῷ ἀοιδᾶν εἰς τὸ ν λήγοντι ἀπὸ τοῦ δ ἀρχόμενον ἀφώνου τὸ Διόθεν τε καὶ τῷ σὺν ἀγλαΐᾳ εἰς τὸ ι λήγοντι τὸ ἴδετε πορευθέντʼ ἀοιδᾶν ἀρχόμενον ἀπὸ τοῦ ι. πολλά τις ἂν εὕροι τοιαῦτα ὅλην τὴν ᾠδὴν σκοπῶν. ἵνα δὲ καὶ περὶ τῶν λοιπῶν εἰπεῖν ἐγγένηταί μοι, Πινδάρου μὲν ἅλις ἔστω, Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε· "Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δʼ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει,2 οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τἆλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες βιαζόμενοι ὑπό τινων ἀεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις3 οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες, ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται, τῆς τε καθʼ ἡμέραν ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ἡγούμενοι ἐπικρατεῖν οὐ χαλεπῶς ἀνίσταντο." αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεξεσμένας ἀκριβῶς τὰς ἁρμονίας οὐδʼ ἔστιν εὐεπὴς καὶ μαλακὴ καὶ λεληθότως ὀλισθάνουσα διὰ τῆς ἀκοῆς ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ τραχὺ καὶ στρυφνὸν ἐμφαίνει, καὶ ὅτι πανηγυρικῆς μὲν ἢ θεατρικῆς οὐδὲ κατὰ μικρὸν ἐφάπτεται χάριτος, ἀρχαϊκὸν δέ τι καὶ αὔθαδες ἐπιδείκνυται κάλλος, ὡς πρὸς εἰδότας ὁμοίως τοὺς εὐπαιδεύτους ἅπαντας οὐδὲν δέομαι λέγειν4 ἄλλως τε καὶ αὐτοῦ γε τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, κτῆμα δʼ εἰσαεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται. τίνα δʼ ἐστὶ τὰ θεωρήματα οἷς χρησάμενος ἁνὴρ οὗτος ἀπηνῆ καὶ αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, διʼ ὀλίγων σημανῶ· ῥᾴδιον γὰρ ἔσται μικρὰ μεγάλων εἶναι δείγματα τοῖς μὴ χαλεπῶς ἐπὶ τὴν τοῦ ὁμοίου τε καὶ ἀκολούθου μεταβαίνουσιν θεωρίαν.5
紧接着这些之后,引出了如下第三个短句(肢): “以及在神圣的雅典之中,常造访踩踏频频、香气缭绕的城之脐点的你们。” 此处,“脐点”(omphalon)以ν结尾,而紧随其后的“香气缭绕”(thyoenta)以θ开头,造成了与此前相同的抵触;而与以元音α结尾的“香气缭绕”(thyoenta)相衔接的,“在神圣的……” (en tais hierais)则以元音ε开端,由于两者之间绝非短暂的间隔时间,遂将音声生生割裂。紧随这些之后的则是如下词句: “以及极尽雕琢、光荣的市集”(pandaidalon t' eukle' agoran)。在此处,接合同样粗粝且相互抵触;因为无声音τ与半元音ν相接,且在通名“极尽雕琢”(pandaidalon)与和其相接的元音省略形之间的间隔时间,跨出了显著的一大步。盖因两者皆为长音节,而融接两者的音节绝非略微大于适度之量,乃是由一个无声音与两个元音构成的;设若有人自其中去除τ,改作“pandaidalon eukle' agoran”,那么它在归于适度之量后,将使拼合变得极为流畅悦耳。 与这些相仿的,还有那句: “得以分得紫罗兰编就之物”(iodeton lachein)。因为ν与λ这两个半元音彼此相邻,它们并不具有天然的亲和性,盖因它们既不在相同部位发音,亦非依凭相似的口腔形态呼出。而在这些之后所言说的词句,亦在音节上被拉长,并在拼合上拉开极大距离: “春日采撷的花冠”(stephanon tan t' earidropon)。因为在此处长音节亦相互冲撞,超越了合度的计量:“花冠”(stephanon)这一词成分的收尾音节以两个半元音夹持着一个本性上属长的元音字母,而与此相衔接的音节亦由三个字母拉长——一个无声音、一个被长长读出的元音以及一个半元音。因此,音节的长短造成了立足支撑,而字母的并置则造成了抵触,因为正如我此前所言,τ并不具有与ν谐和的音声。此外,在止于ν的“歌唱”(aoidan)之旁,紧邻着起于无声音δ的“自宙斯处”(Diothen te);而在止于ι的“连同光彩”(syn aglaïai)之旁,则紧邻着以ι起首的“请看那行进的歌声”(idete poreuthent' aoidan)。设若有人审视整首颂诗,定会发现许多此类例证。 然而,为了使我亦有机会论及余下的作家,关于品达的讨论且告一段落,让我们来看修昔底德序言中的如下文句: “雅典人修昔底德记录了伯罗奔尼撒人与雅典人之间的战争,即他们如何相互交战。他在战端甫启之时即着手撰写,预见到这将是一场伟大的、且比以往任何战争都更为重大的战争;他做出这一判断的依据是,双方皆在万全的军备下正处于全盛状态来投入这场战争,并且看到其余的希腊人亦在倒向其中一方,有的立即加入,有的亦有此意图。因为这场动荡对希腊人、对一部分异族人、乃至可以说对最大多数的人类而言,实乃最大的一次震荡。由于年代久远,要想确切查明此前的事件以及更为古老的往事虽属不可能;然而根据那些在我尽可能往远古探究后足以信赖的证据,我认为无论在战事方面抑或在其他方面,过去的事件都不甚重大。因为显而易见的是,现今被称为‘希腊’的土地,古时并未得到稳固的居止;而是先民屡经迁徙,每每遭受在人数上恒常占优之人的强迫,各部落皆极易弃离其本土。盖因商业既未萌生,无论陆路或经由海路他们皆未能毫无惧色地互通往来,各人耕种其所属土地亦仅以维持生计为度,既无财富的盈余,亦不植树开垦——因为同时又无城垣,何时会有他人来袭并将其夺走实属未卜——且自度在任何地方皆能夺得每日必需的给养,故而轻易拔营迁徙。” 这段文辞毫无平滑、亦无精雕细琢的拼合,既不顺畅柔和,亦不能在听觉中悄然滑过,反倒显露出极多的抵触、粗粝与生涩;它丝毫未沾染盛典或剧场式的优美,却展现出某种古朴而傲岸的美感;关于这一点,犹如对同样知晓此道的全体受过良好教育者言说一般,我无需多费唇舌,尤其是历史学家本人亦已承认,其著述对于听觉而言较少愉悦,且是“作为万世的财富,而非为一时的听闻而作的争胜之作”而写成的。然而,究竟是借由何种技法原则,此人才使这种拼合变得严峻而肃穆,我将以片言只语加以指明;因为对于那些能够毫不费力地过渡到对相似及相应事物进行考察的人而言,微小之端将极易成为推知宏大全体的表征。
- 22τῆς συναλοιφῆς τῆς συναπτομένης αὐτῷ
词组 τῆς συναλοιφῆς 指省略(elision)本身,或指因省略结合而生成的复合音节单位(τʼ εὐ-)。它与下一句的主语 ἡ συναλείφουσα τὰ δύο συλλαβή(“融接两者的音节绝非略微大于适度之量”)相呼应,指出由 τ + ε + υ(辅音加双元音)构成的音节在发音时间上显著超长。
- 22ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει
关系代词 ὧν 指向先行词 τεκμηρίων,并在从句中作 πιστεῦσαι 所支配的属格宾语。与格分词短语 ἐπὶ μακρότατον σκοποῦντί μοι(对于极力追溯探究的我而言)从属于无人称动词 ξυμβαίνει(“发生/得以”),整句字面意为“根据那些在我尽可能往远古探究后得以确信的证据”。
- 22τῆς γὰρ ἐμπορίας οὐκ οὔσης οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις
修昔底德典型的破格句(anacoluthon):前半句以属格绝对结构 τῆς ἐμπορίας οὐκ οὔσης(由于不存在商业)开始,但在 οὐδὲ 之后却未保持属格平行,而是突转为主格复数分词 ἐπιμιγνύντες(未能相互往来),与后文的逻辑主语 ἕκαστοι 一致。体现了以思想的紧密凝练压倒语法形式整齐划一的文风。
- 22ὡς πρὸς εἰδότας ὁμοίως τοὺς εὐπαιδεύτους ἅπαντας οὐδὲν δέομαι λέγειν
结构 ὡς + 分词(πρὸς εἰδότας)表达说话者的主观预设或立足点(“犹如对同样知晓此道的人言说一般”),由此引出主句 οὐδὲν δέομαι λέγειν(“我无需多言”)。
- 22ῥᾴδιον γὰρ ἔσται μικρὰ μεγάλων εἶναι δείγματα τοῖς μὴ χαλεπῶς ἐπὶ τὴν τοῦ ὁμοίου τε καὶ ἀκολούθου μεταβαίνουσιν θεωρίαν
骨干句式为 ῥᾴδιον ἔσται(将是容易的),其后接带宾格的不定式短语 [μικρὰ εἶναι δείγματα μεγάλων,即“微小之物成为宏大事物的表征”],并受与格分词短语 [τοῖς ... μεταβαίνουσιν,即“对于……过渡的人而言”] 修饰。在不定式短语中,μικρά 为宾格主语,δείγματα 为表语名词,μεγάλων 为属格补足语。
- 22κῶλα δέ με δέξαι λέγειν
承接前文语境,此处所引用的抒情诗句(πολύβατον等)并非按照音乐意义上的韵律诗行(stichos)进行分析,而是作为与散文相同的修辞与意义断句(colon)来剖析。不定式 λέγειν 的逻辑主语为宾格 με,整体作祈使动词 δέξαι 的宾语从句补充。
未在正文中定位
