- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:22#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者分析了引自品达的诗句中的第一与第二短句,逐字逐音节地论证了字母冲突(半元音与哑音、元音之间的停顿)以及发音器官转换所需的停顿,如何造就了严峻拼合风格所特有的粗粝而庄重的艺术效果。
τὸ πρῶτον αὐτῷ κῶλον ἐκ τεττάρων σύγκειται λέξεως μορίων, ῥήματος καὶ συνδέσμου καὶ δυεῖν προσηγορικῶν· τὸ μὲν οὖν ῥῆμα καὶ ὁ σύνδεσμος συναλοιφῇ κερασθέντα οὐκ ἀηδῆ πεποίηκε τὴν ἁρμονίαν· τὸ δὲ προσηγορικὸν τῷ συνδέσμῳ συντιθέμενον ἀποτετράχυκεν ἀξιολόγως τὴν ἁρμογήν· τὸ γὰρ ἐν χορὸν καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς ἡμίφωνον στοιχεῖον τὸ ν, τοῦ δὲ προσηγορικοῦ τὴν ἀρχὴν λαμβάνοντος ἀφʼ ἑνὸς τῶν ἀφώνων τοῦ χ· ἀσύμμικτα δὲ τῇ φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· οὐ γὰρ πέφυκε κατὰ μίαν συλλαβὴν τοῦ χ προτάττεσθαι τὸ ν, ὥστε οὐδὲ συλλαβῶν ὅρια γινόμενα συνάπτει τὸν ἦχον, ἀλλʼ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσην ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρου τῶν γραμμάτων τὰς δυνάμεις. τὸ μὲν δὴ πρῶτον κῶλον οὕτω τραχύνεται τῇ συνθέσει. κῶλα δέ με δέξαι λέγειν οὐχ οἷς Ἀριστοφάνης ἢ τῶν ἄλλων τις μετρικῶν διεκόσμησε τὰς ᾠδάς, ἀλλʼ οἷς ἡ φύσις ἀξιοῖ διαιρεῖν τὸν λόγον καὶ ῥητόρων παῖδες τὰς περιόδους διαιροῦσι.1 τὸ δέ γε τούτῳ παρακείμενον κῶλον τὸ ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί διαβέβηκεν ἀπὸ τοῦ προτέρου διάβασιν ἀξιόλογον καὶ περιείληφεν ἐν αὑτῷ πολλὰς ἁρμονίας ἀντιτύπους. ἄρχει μὲν γὰρ αὐτοῦ στοιχεῖον ἓν τῶν φωνηέντων τὸ ε καὶ παράκειται ἑτέρῳ φωνήεντι τῷ ι· εἰς τοῦτο γὰρ ἔληγε τὸ πρὸ αὐτοῦ. οὐ συναλείφεται δὲ οὐδὲ ταῦτʼ ἀλλήλοις οὐδὲ προτάττεται κατὰ μίαν συλλαβὴν τὸ ι τοῦ ε· σιωπὴ δέ τις μεταξὺ ἀμφοῖν γίνεται διερείδουσα τῶν μορίων ἑκάτερον καὶ τὴν βάσιν αὐτοῖς ἀποδιδοῦσα ἀσφαλῆ. ἐν δὲ τῇ κατὰ μέρος συνθέσει τοῦ κώλου τοῖς μὲν ἐπί τε συνδέσμοις ἀφʼ ὧν ἄρχεται τὸ κῶλον, εἴτε ἄρα πρόθεσιν αὐτῶν δεῖ τὸ ἡγούμενον καλεῖν, τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτὰν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν·2 κατὰ τί ποτε; ὅτι βούλεται μὲν εἶναι βραχεῖα ἡ πρώτη συλλαβὴ τοῦ κλυτάν, μακροτέρα δʼ ἐστὶ τῆς βραχείας ἐξ ἀφώνου τε καὶ ἡμιφώνου καὶ φωνήεντος συνεστῶσα. τὸ δὲ μὴ εἰλικρινῶς αὐτῆς βραχὺ καὶ ἅμα τὸ ἐν τῇ κράσει τῶν γραμμάτων δυσεκφόρητον ἀναβολήν τε ποιεῖ καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τις ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσειεν ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ βραδὺ καὶ τὸ τραχὺ τῆς ἁρμονίας. πάλιν τῷ κλυτὰν προσηγορικῷ τὸ πέμπετε ῥηματικὸν ἐπικείμενον οὐκ ἔχει συνῳδὸν οὐδʼ εὐκέραστον τὸν ἦχον, ἀλλʼ ἀνάγκη στηριχθῆναι τὸ ν καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π. τούτου δʼ αἴτιον ὁ τοῦ στόματος σχηματισμὸς οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων ἐκφέρων ἑκάτερον· τοῦ μὲν γὰρ ν περὶ τὸν οὐρανὸν γίνεται ὁ ἦχος καὶ τῆς γλώττης ἄκροις τοῖς ὀδοῦσι προσανισταμένης καὶ τοῦ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου,3 τοῦ δὲ π μύσαντός τε τοῦ στόματος καὶ οὐδὲν τῆς γλώττης συνεργούσης τοῦ τε πνεύματος κατὰ τὴν ἄνοιξιν τῶν χειλῶν τὸν ψόφον λαμβάνοντος ἀθροῦν, ὡς καὶ πρότερον εἴρηταί μοι· ἐν δὲ τῷ μεταλαμβάνειν τὸ στόμα σχηματισμὸν ἕτερον ἐξ ἑτέρου μήτε συγγενῆ μήτε παρόμοιον ἐμπεριλαμβάνεταί τις χρόνος, σὺν ᾧ διίσταται τὸ λεῖόν τε καὶ εὐεπὲς τῆς ἁρμονίας. καὶ ἅμα οὐδʼ ἡ προηγουμένη τοῦ πέμπετε συλλαβὴ μαλακὸν ἔχει τὸν ἦχον ἀλλʼ ὑποτραχύνει τὴν ἀκοὴν ἀρχομένη τε ἐξ ἀφώνου καὶ λήγουσα εἰς ἡμίφωνον. τῷ τε χάριν τὸ θεοὶ παρακείμενον ἀνακόπτει τὸν ἦχον καὶ ποιεῖ διερεισμὸν ἀξιόλογον τῶν μορίων, τοῦ μὲν εἰς ἡμίφωνον λήγοντος τὸ ν, τοῦ δὲ ἄφωνον ἔχοντος ἡγούμενον τὸ θ· οὐδενὸς δὲ πέφυκε προτάττεσθαι τῶν ἀφώνων τὰ ἡμίφωνα.
对他而言,第一个短句(肢)由四个词类成分构成:一个动词、一个连词以及两个名词(通名)。动词与连词通过省略结合而融汇,造成了并非不悦耳的拼合;但名词与连词的接合,却使这种拼合显著地变得粗粝。因为“入舞队”(en choron)这一连接既相互抵触,又不易顺畅发音,这是由于连词收尾于半元音字母ν,而名词则以哑音(无声音)之一的χ作为开端。这些字母在自然本性上是不可调和且无法黏合的;因为在一音节之中将ν置于χ之前本非自然,以致即便它们作为音节的边界,亦无法使音声衔接,而必须在两者之间产生某种沉寂,以界定每一个字母的音值。因而,第一个短句在组织构造上便如此这般地粗粝化了。请理解,我所说的“短句”,并非阿里斯托芬或其他韵律学家划分抒情歌曲所依凭的短句,而是依循自然认为应当划分文辞、且修辞学者们用来划分周期句的标准。 而紧邻此句的短句: “并降下光荣的恩典,诸神啊”,与前一句相距显著的一大步跨度,并在自身之中包孕着诸多相互抵触的拼合。因为它的开头是元音字母之一的ε,且与另一个元音ι相邻;盖因前一句正是以ι结尾。而这些元音既不彼此融合,亦无法在一音节中使ι先于ε;两两之间遂产生某种沉寂,从而支撑起每一个词项,并赋予它们坚固的立足点。而在该短句局部的组织构造中,对于短句开端的连词“向着且”(epi te)而言——无论人们是否应当将其中居先者称为介词——紧随其后的名词成分“光荣的”(klytan)使这种构造变得抵触且粗粝。这究竟是因何缘故?因为“klytan”的首音节虽意欲为短音节,但由一个哑音、一个半元音与一个元音构成,因而比普通的短音节更为冗长。它那不够纯粹的短音性,加之诸字母在融汇调配时的难于发音,造成了拼合上的延宕与阻截。无论如何,设若有人自该音节中去除κ,而改作“epi te lytan”,那么拼合中的滞涩与粗粝便都将涣然冰释。再者,紧随名词“光荣的”(klytan)之后的动词形式“降下/派遣”(pempete),其音声既不谐和,亦不易融混,而是必须先停驻支撑ν,待口腔充分闭合之后,π方能变得可闻;因为π在音系上无法顺从依附于ν。其原因在于口腔的形态既不在同一部位、亦不以相同方式发出这两个字母中的每一个:因为就ν而言,音声发自腭部周围,舌尖抵住齿端而升起,气息自鼻腔分流;而就π而言,如我此前所述,口腔闭合,舌头毫无助益,气息随双唇开启而骤然作响;口腔自一种构型转换至另一种既不同族亦不相似的构型时,便容纳了某种时间间隔,拼合的平滑与顺畅遂随之瓦解。同时,“pempete”的首音节(pem-)音声亦不柔和,由于起于哑音而止于半元音,亦稍稍刺耳而致粗粝。此外,“诸神”(theoi)紧邻“恩典”(charin),亦截断了音声,并在词项之间造成显著的立足间隔,因为前者止于半元音ν,而后者以哑音θ为先导;而半元音在本性上是绝不能置于任何哑音之先的。
- 22κῶλα δέ με δέξαι λέγειν οὐχ οἷς Ἀριστοφάνης ἢ τῶν ἄλλων τις μετρικῶν διεκόσμησε τὰς ᾠδάς, ἀλλʼ οἷς ἡ φύσις ἀξιοῖ διαιρεῖν τὸν λόγον καὶ ῥητόρων παῖδες τὰς περιόδους διαιροῦσι.
δέξαι 是 δέχομαι 的不定过去时中动命令法第二人称单数,意为“请理解/领会”。με λέγειν 构成宾格不定式从句作 δέξαι 的宾语。关系代词与格 οἷς 省略了表示手段或标准的先行词,意为“按照……的标准”。此处作者明确将拜占庭的阿里斯托芬等韵律学家所划分的诗行/音步节段,与修辞学家所指的自然语意/句法停顿(短句/肢)区分开来。
- 22τοῖς μὲν ἐπί τε συνδέσμοις ἀφʼ ὧν ἄρχεται τὸ κῶλον, εἴτε ἄρα πρόθεσιν αὐτῶν δεῖ τὸ ἡγούμενον καλεῖν, τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτὰν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν
在句法上,主语为 τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτάν,动词为 πεποίηκε,直接宾语为 τὴν σύνθεσιν,而 ἀντίτυπον... καὶ τραχεῖαν 作双重宾格的谓语性形容词(宾语补足语)。开头的 τοῖς μὲν ἐπί τε συνδέσμοις 是接触/关系与格,意为“对于/紧随连词 epi te”。εἴτε 从句为插入语,指出开头的 ἐπί 或许更应当被称为介词。
- 22τοῦ μὲν γὰρ ν περὶ τὸν οὐρανὸν γίνεται ὁ ἦχος καὶ τῆς γλώττης ἄκροις τοῖς ὀδοῦσι προσανισταμένης καὶ τοῦ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου
τοῦ μὲν γὰρ ν 是关于字母 ν 的关系属格(“在 ν 的情形下”)。ὁ ἦχος 为主语,γίνεται 为谓语动词。其后并列的两个独立属格结构 καὶ τῆς γλώττης... προσανισταμένης 与 καὶ τοῦ πνεύματος... μεριζομένου 说明了发该鼻音时舌头与气息的具体伴随生理动作。
