← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§22#1

严峻风格的特征及其代表作家与诗例

作者阐述了严峻风格在词语、短句与周期句方面的特征,列举了该风格在诗歌与散文中的主要代表作家,并引用品达的诗句预告对其构造的分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22#1

τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥστʼ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι,1 ἀπέχειν τε ἀπʼ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς οὐδὲν αὐτῇ διαφέρει, οἷαι γίνονται τῶν λογάδην συντιθεμένων ἐν οἰκοδομίαις λίθων αἱ μὴ εὐγώνιοι καὶ μὴ συνεξεσμέναι βάσεις, ἀργαὶ δέ τινες καὶ αὐτοσχέδιοι· μεγάλοις τε καὶ διαβεβηκόσιν εἰς πλάτος ὀνόμασιν ὡς τὰ πολλὰ μηκύνεσθαι φιλεῖ· τὸ γὰρ εἰς βραχείας συλλαβὰς συνάγεσθαι πολέμιον αὐτῇ, πλὴν εἴ ποτε ἀνάγκη βιάζοιτο. ἐν μὲν δὴ τοῖς ὀνόμασι ταῦτα πειρᾶται διώκειν καὶ τούτων γλίχεται· ἐν δὲ τοῖς κώλοις ταῦτά τε ὁμοίως ἐπιτηδεύει καὶ τοὺς ῥυθμοὺς τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα, φύσει τʼ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεσθαι μᾶλλον ἢ κατʼ ἦθος. περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτʼ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, σπουδὴν ἔχουσα οὐδʼ ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις συμμετρουμένη μάλα, οὐδʼ ἄλλην τινὰ τοιαύτην ἔχουσα ἐπιτήδευσιν οὐδεμίαν. ἔτι τῆς τοιαύτης ἐστὶν ἁρμονίας καὶ ταῦτα ἴδια· ἀντίρροπός ἐστι περὶ τὰς πτώσεις, ποικίλη περὶ τοὺς σχηματισμούς, ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστʼ ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πίνον ἔχουσα κάλλος. ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταὶ κατά τε ποίησιν καὶ ἱστορίαν καὶ λόγους πολιτικούς, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δʼ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. ἐνταῦθα ἡ μὲν ὑπόθεσις ἀπῄτει πολλὰ παρασχέσθαι τῶν εἰρημένων ἑκάστου παραδείγματα, καὶ ἴσως οὐκ ἀηδὴς ἂν ὁ λόγος ἐγένετο πολλοῖς ὥσπερ ἄνθεσι διαποικιλλόμενος τοῖς ἐαρινοῖς· ἀλλʼ ὑπέρμετρον ἔμελλε φανήσεσθαι τὸ σύνταγμα καὶ σχολικὸν μᾶλλον ἢ παραγγελματικόν· οὐ μὲν δὴ οὐδʼ ἀνεξέλεγκτα παραλιπεῖν τὰ ῥηθέντα ἥρμοττεν, ὡς δὴ φανερὰ καὶ οὐ δεόμενα μαρτυρίας· ἔδει δέ πως τὸ μέτριον ἀμφοῖν λαβεῖν καὶ μήτε πλεονάσαι τοῦ καιροῦ μήτʼ ἐλλιπεῖν τῆς πίστεως. τοῦτο δὴ πειράσομαι ποιῆσαι δείγματα λαβὼν ὀλίγα παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν. ποιητῶν μὲν οὖν Πίνδαρος ἀρκέσει παραληφθείς, συγγραφέων δὲ Θουκυδίδης· κράτιστοι γὰρ οὗτοι ποιηταὶ τῆς αὐστηρᾶς ἁρμονίας. ἀρχέτω δὲ Πίνδαρος, καὶ τούτου διθύραμβός τις οὗ ἐστιν ἀρχή· "δεῦτʼ ἐν χορὸν Ὀλύμπιοι ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν, ἰοδέτων λαχεῖν στεφάνων2 τᾶν τʼ ἐαριδρόπων ἀοιδᾶν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντʼ ἀοιδᾶν δεύτερον ἐπὶ τὸν κισσοδόταν θεόν, τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν, γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν3 γυναικῶν τε Καδμεϊᾶν. ἐναργέα τελέων σάματʼ οὐ λανθάνει, φοινικοεάνων ὁπότʼ οἰχθέντος Ὡρᾶν θαλάμου εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα· τότε βάλλεται, τότʼ ἐπʼ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται ἀχεῖ τʼ ὀμφαὶ μελέων σὺν αὐλοῖς ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί." ταῦθʼ ὅτι μέν ἐστιν ἰσχυρὰ4 καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοὰς ἀναβέβληταί τε τοῖς χρόνοις καὶ διαβέβηκεν ἐπὶ πολὺ ταῖς ἁρμονίαις καὶ οὐ τὸ θεατρικὸν δὴ τοῦτο καὶ γλαφυρὸν ἐπιδείκνυται κάλλος ἀλλὰ τὸ ἀρχαϊκὸν ἐκεῖνο καὶ αὐστηρόν, ἅπαντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν οἱ μετρίαν ἔχοντες αἴσθησιν περὶ λόγους. τίνι δὲ κατασκευασθέντα ἐπιτηδεύσει τοιαῦτα γέγονεν (οὐ γὰρ ἄνευ γε τέχνης καὶ λόγου τινός, αὐτοματισμῷ δὲ καὶ τύχῃ χρησάμενα τοῦτον εἴληφε τὸν χαρακτῆρἀ, ἐγὼ πειράσομαι δεικνύναι.

那么,严峻拼合风格的性格如下:它希望词语能够牢固地立足,获得强有力的立足点,从而使每个词语都能从四面八方显豁地被看见,并希望各组成部分彼此保持显著的距离,由可感的时间间隔分离开来;在许多地方采用粗粝而相互抵触的接触连接,对它而言毫无妨碍,正如同在建造房屋中随意拣选堆砌的石块那未经琢正也未经打磨贴合的底座一样,显得未经雕琢而带有即兴之气;并且它通常乐于凭借宽大且跨步开展的词语来延展自身;因为收缩为短音节对它而言乃是敌对的,除非有时出于必然性的强迫。 在词语方面,它努力追求这些,并热切渴望这些;而在短句(肢)方面,它同样讲求这些特质以及那些庄重而宏伟的韵律,它既不希望各个短句之间彼此均齐,也不希望它们音声雷同或屈从于必然规律,而是希望它们顺畅承续、高贵、辉煌且自由,希望它们近于自然而非近于人工技艺,依随激情而非依随品性被言说出来。至于构筑自身完结全意的长周期句,它多半甚至不加期望;即便何时偶然落入此类句式,它亦力求显出未经雕琢与浑朴无华,既不采用某些无补于意义的词语增补来填满周期之环,亦不热衷于使其停歇音律变得戏剧化或华美典雅,更不过分按说话者的气息所能承受的范围进行度量,亦无任何其他此类的刻意做作。此外,这类风格还固有以下特征:在格位上打破对称,在修辞格式上富于变化,少用连词,省略冠词,在诸多地方轻视语序的严整承接,极少华艳,气度恢弘,率直直白,不事修饰,将古朴与陈旧的苍劲之色视为优美。 这种风格在诗歌、历史与政治演说中都有众多效法者;在其中超拔卓绝的人,在史诗中为科洛丰的安提马库斯与自然哲学家恩培多克勒,在抒情诗中为品达,在悲剧中为埃斯库罗斯,在史学中为修昔底德,在政治演说中为安提丰。在此,课题原本要求对上述提及的每一个人都提供诸多范例,若能以诸多范例犹如春日繁花般加以点缀,文章或许不无悦人之处;然而整部著述势必显得篇幅过巨,流于学究气而非实用法则;但将所述内容作为显而易见、毋需佐证之物而径行略过不加检验,亦殊为不合;应当在两者之间求得中庸,既不过度耗费时宜,亦不亏欠于论证的说服力。我将从最显赫的人物中选取少数范例,正是试图做到这一点。在诗人中,引入品达便已足够,而在散文作家中,修昔底德便已足矣;因为他们乃是严峻风格最杰出的操持者。便让品达开篇,以其首句如下的一首狄俄倪索斯颂歌为始: “来吧,奥林匹斯诸神,降临舞队,降下光荣的恩典,诸神啊,你们巡临圣洁雅典那人迹繁多、香烟缭绕的城之脐,巡临那雕镂精美、声名赫赫的集市,以领受紫罗兰编成的花冠和春日采摘的歌诗;请自宙斯之处,伴着歌声的光辉,注视我这第二次前往那赐予常春藤之神的行步,我们凡人称他为布罗米俄斯与喧呼者,歌唱他为最高父神与卡德摩斯后裔妇女所生之子。当紫袍时序女神的闺阁开启、芳香的春季带来甘霖般的草木之时,圆满祭仪的昭著征兆绝不隐匿;那时,被抛下,那时在不朽的土地上,紫罗兰可爱的枝叶抛洒开来,蔷薇与发丝相混,乐曲的呼声伴着管乐回响,舞队亦回响着赞美头戴回旋发带的塞墨勒。” 这些诗句强劲、厚重、庄严,蕴含极多的严峻之气,粗砺而不致刺痛,适度地刺激听觉,在节奏上予以延宕,在音律连接上阔步开展,展现的并非这种戏剧化的典雅之美,而是那种古朴而严峻的美,凡对文辞略有鉴赏力的人,我深知都会为此作证。然而,它们究竟是凭借何种精心设置的法度而成为这般样态(因为这绝非毫无某种技艺与道理,亦非凭借自发与机运便获得了此种性格),我将尝试加以说明。

语法注4 条
  1. 22ὥστʼ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι

    由表示结果的 ὥστε 引导带宾格不定式结构(ἕκαστον ὄνομα 为逻辑主语,ὁρᾶσθαι 为被动不定式),承接前文词语稳固扎根的结果,意指每个词都能独立且醒目地呈现于四周。

  2. 22ἰοδέτων λαχεῖν στεφάνων

    不定式 λαχεῖν 作为目的或附随说明的不定式,从属于前面的祈使动词 πέμπετε χάριν 或关系从句中的动词 οἰχνεῖτε,表述诸神巡临乃是“为了获取”紫罗兰花冠与歌咏的奉献。

  3. 22γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν

    附着代词 νιν 作为动词 μέλπομεν 的宾格直接宾语,指代前文的酒神(τὸν Βρόμιον),而 γόνον 则作为其同格语或补足成分,后接表来源的属格短语(ὑπάτων πατέρων 与 γυναικῶν Καδμεϊᾶν)。

  4. 22ταῦθʼ ὅτι μέν ἐστιν ἰσχυρὰ

    经典的先行提示结构(prolepsis):指示代词 ταῦτα 被前置于 ὅτι 从句之首,作为 ἐστιν 及其后一连串谓词(ἰσχυρά, στιβαρά 等)的主语,总括引文诗句,最终由后方的主节动词 μαρτυρήσειαν 统领。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:22#1