← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§21

词句拼合的三种风格与中间形态

作者指出词句拼合存在因人而异的无数具体种差,但可归为严峻、典雅与调和三种大类,并在界定中间调和风格的性质后转入对各风格特征的正式阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἐγὼ τῆς συνθέσεως εἰδικὰς μὲν διαφορὰς πολλὰς σφόδρα εἶναι τίθεμαι καὶ οὔτʼ εἰς σύνοψιν ἐλθεῖν δυναμένας οὔτʼ εἰς λογισμὸν ἀκριβῆ, οἴομαί τε ἴδιον ἡμῶν ἑκάστῳ χαρακτῆρα ὥσπερ ὄψεως, οὕτω καὶ συνθέσεως ὀνομάτων παρακολουθεῖν, οὐ φαύλῳ παραδείγματι χρώμενος ζῳγραφίᾳ· ὥσπερ γὰρ ἐν ἐκείνῃ τὰ αὐτὰ φάρμακα λαμβάνοντες ἅπαντες οἱ τὰ ζῷα γράφοντες οὐδὲν ἐοικότα ποιοῦσιν ἀλλήλοις τὰ μίγματα, τὸν αὐτὸν τρόπον ἐν ποιητικῇ τε διαλέκτῳ καὶ τῇ ἄλλῃ πάσῃ τοῖς αὐτοῖς ὀνόμασι χρώμενοι πάντες οὐχ ὁμοίως αὐτὰ συντίθεμεν. τὰς μέντοι γενικὰς αὐτῆς διαφορὰς ταύτας εἶναι πείθομαι μόνας τὰς τρεῖς, αἷς ὁ βουλόμενος ὀνόματα θήσεται τὰ οἰκεῖα, ἐπειδὰν τούς τε χαρακτῆρας αὐτῶν καὶ τὰς διαφορὰς ἀκούσῃ. ἐγὼ μέντοι κυρίοις ὀνόμασιν οὐκ ἔχων αὐτὰς προσαγορεῦσαι ὡς ἀκατονομάστους μεταφορικοῖς ὀνόμασι καλῶ τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυράν, τὴν δὲ τρίτην εὔκρατον· ἣν ὅπως ποτὲ γίνεσθαι φαίην ἄν, ἔγωγε ἀπορῶ1 καὶ δίχα μοι νόος ἀτρέκειαν εἰπεῖν, εἴτε κατὰ στέρησιν τῶν ἄκρων ἑκατέρας εἴτε κατὰ μῖξιν· οὐ γὰρ ῥᾴδιον εἰκάσαι τὸ σαφές. μή ποτʼ οὖν κρεῖττον ᾖ λέγειν,2 ὅτι κατὰ ἄνεσίν τε καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων οἱ διὰ μέσου γίνονται πολλοὶ πάνυ ὄντες· οὐ γὰρ ὥσπερ ἐν μουσικῇ τὸ ἴσον ἀπέχει τῆς νήτης καὶ τῆς ὑπάτης ἡ μέση, τὸν αὐτὸν τρόπον καὶ ἐν λόγοις ὁ μέσος χαρακτὴρ ἑκατέρου τῶν ἄκρων ἴσον ἀφέστηκεν, ἀλλʼ ἔστι τῶν ἐν πλάτει θεωρουμένων3 ὡς ἀγέλη τε καὶ σωρὸς καὶ ἄλλα πολλά. ἀλλὰ γὰρ οὐχ οὗτος ὁ καιρὸς ἁρμόττων τῇ θεωρίᾳ ταύτῃ· λεκτέον δʼ, ὥσπερ ὑπεθέμην, καὶ περὶ τῶν χαρακτήρων οὐχ ἅπανθʼ ὅσʼ ἂν εἰπεῖν ἔχοιμι ʽμακρῶν γὰρ ἄν μοι πάνυ δεήσειε λόγων̓, ἀλλʼ αὐτὰ τὰ φανερώτατα.

我认为,拼合的种差极为繁多,既不能纳入单一的概览,亦无法作出精确的计算;正如在容貌上各有特质一样,我认为在我们每个人身上,词语的拼合亦伴随着特有的性格,而我所取的并非不恰当的绘画之例。因为正如在绘画中,所有描绘生物的画工虽取用相同的颜料,却能调配出彼此绝不相似的混合色;以同样的方式,无论在诗歌语体还是在其他一切文体中,我们所有人虽使用相同的词语,却并不以同样的方式将它们拼合。然而,我深信拼合的属差仅有这三者而已,凡有意者在听闻其性格与差异之后,自可予以恰当的定名。不过,我自身由于难以名状而无法以本义名词相称,便以比喻性名称分别称第一种为严峻风格,第二种为典雅风格,第三种为匀称调和风格。关于我当如何说明这第三种风格究竟因何而成,我自己亦感困惑,且“我的心思二分难言确论”,不知它是由两端的各自剥除而成,还是由二者的混合而成;因为要揣度明晰的实情绝非易事。那么,说中介的类型乃是通过极限端点的弛缓与紧绷而生成、并且其数量极为庞大,难道不会更为妥当吗?因为并不像在音乐里中音与最高音及最低音保持等距那样,文辞中的中介性格也与两端各自保持均等的距离;相反,它属于如同群落、堆积以及许多其他事物一般、在一定幅度范围之内被审视的事物。然而,眼下并非适于作此项玄想的时机;相反,正如我所预设的那样,关于这些风格性格,我不可全盘陈述我所能言之全部(因为那将需要我付出极长的篇幅),而只须陈述最昭著的内容本身。

语法注3 条
  1. 21ἣν ὅπως ποτὲ γίνεσθαι φαίην ἄν, ἔγωγε ἀπορῶ

    关系代词 ἣν 指向前文的 τὴν δὲ τρίτην εὔκρατον,属于先置前引(prolepsis),将所论主题置于句首。全句的核心结构为 ἔγωγε ἀπορῶ(我自身深感困惑),其后接由 ὅπως ποτὲ γίνεσθαι φαίην ἄν(带 ἄν 的潜能祈愿语气,意为“我当如何说明其生成”)构成的间接疑问从句充当宾语。

  2. 21μή ποτʼ οὖν κρεῖττον ᾖ λέγειν

    此处运用了 μή (ποτε) 配合虚拟语气(此处为 ᾖ)构成的委婉断言(cautious assertion)句式,在修辞上用于谦逊地提出自己的见解:“难道说……不会更好吗?”

  3. 21ἔστι τῶν ἐν πλάτει θεωρουμένων

    此处为表所属的谓语属格(predicate genitive),表明主语(中介性格)属于“在幅度或范围之内被审视的事物(ἐν πλάτει θεωρούμενα)”之一类。这是哲学与修辞学中的术语性表达,指其并非一个固定不变的几何单点,而是具有一定宽容度与宽度的范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:21