- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:20#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯深入剖析《奥德赛》中西绪福斯神话的诗句,阐明音节数量、元音冲突的避免以及指格节奏如何逼真地摹仿了巨石坠落的飞速,并由此过渡到对拼合风格分类以及散文与诗歌相互融合机制的后续探讨。
αἱ μὲν μονοσύλλαβοί τε καὶ δισύλλαβοι λέξεις πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι1 τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις·2 τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δʼ ἐν μήκει θεωρούμενοι τὴν ἔκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεώς ἐστιν αὐτοματιζούσης ἔργα ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ τούτοις ἑξῆς λεγόμενα δηλοῖ. τὴν γὰρ ἀπὸ τῆς κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλʼ ἐπιταχύνας τε καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι "ἀλλʼ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν "ἐπιτίθησι τοῦτο "τότʼ ἐπιστρέψασκε κραταιίς· αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής." οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; ἔμοιγε δοκεῖ. καὶ τίς ἐνταῦθα πάλιν αἰτία; καὶ γὰρ ταῦτʼ ἦν ἄξιον ἰδεῖν· ὁ τὴν καταφορὰν δηλῶν τοῦ πέτρου στίχος μονοσύλλαβον μὲν οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις. τοῦτʼ οὖν καὶ πρῶτον οὐ διἵστησι τοὺς χρόνους ἀλλʼ ἐπιταχύνει· ἔπειθʼ ἑπτακαίδεκα συλλαβῶν οὐσῶν ἐν τῷ στίχῳ δέκα μέν εἰσι βραχεῖαι συλλαβαί, ἑπτὰ δὲ μακραὶ οὐδʼ αὗται τέλειοι· ἀνάγκη δὴ κατασπᾶσθαι καὶ συστέλλεσθαι τὴν φράσιν τῇ βραχύτητι τῶν συλλαβῶν ἐφελκομένην. ἔτι πρὸς τούτοις οὐδʼ ὄνομα ἀπὸ ὀνόματος ἀξιόλογον εἴληφεν διάστασιν· οὔτε γὰρ φωνήεντι φωνῆεν οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον, ἃ δὴ τραχύνειν πέφυκεν καὶ διἱστάναι τὰς ἁρμονίας, οὐδέν ἐστι παρακείμενον. οὐ δὴ γίνεται διάστασις αἰσθητὴ μὴ διηρτημένων τῶν λέξεων, ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν. ὃ δὲ μάλιστα τῶν ἄλλων θαυμάζειν ἄξιον, ῥυθμὸς οὐδεὶς τῶν μακρῶν οἳ φύσιν ἔχουσιν πίπτειν εἰς μέτρον ἡρωικόν, οὔτε σπονδεῖος οὔτε βακχεῖος ἐγκαταμέμικται τῷ στίχῳ, πλὴν ἐπὶ τῆς τελευτῆς· οἱ δʼ ἄλλοι πάντες εἰσὶ δάκτυλοι, καὶ οὗτοι παραμεμιγμένας ἔχοντες τὰς ἀλόγους,3 ὥστε μὴ πολὺ διαφέρειν ἐνίους τῶν τροχαίων. οὐδὲν δὴ τὸ ἀντιπρᾶττον ἐστὶν εὔτροχον καὶ περιφερῆ καὶ καταρρέουσαν εἶναι τὴν φράσιν ἐκ τοιούτων συγκεκροτημένην ῥυθμῶν. πολλά τις ἂν ἔχοι τοιαῦτα δεῖξαι παρʼ Ὁμήρῳ λεγόμενα· ἐμοὶ δὲ ἀποχρῆν δοκεῖ καὶ ταῦτα, ἵνʼ ἐγγένηταί μοι καὶ περὶ τῶν ἄλλων εἰπεῖν. ὧν μὲν οὖν δεῖ στοχάζεσθαι τοὺς μέλλοντας ἡδεῖαν καὶ καλὴν ποιήσειν σύνθεσιν ἔν τε ποιητικῇ καὶ λόγοις ἀμέτροις, ταῦτα κατʼ ἐμὴν δόξαν ἐστὶ τὰ γοῦν κυριώτατα καὶ κράτιστα. ὅσα δὲ οὐχ οἷά τε ἦν, ἐλάττω τε ὄντα τούτων καὶ ἀμυδρότερα καὶ διὰ πλῆθος δυσπερίληπτα μιᾷ γραφῇ, ταῦτʼ ἐν ταῖς καθʼ ἡμέραν γυμνασίαις προσυποθήσομαι καὶ πολλῶν καὶ ἀγαθῶν ποιητῶν τε καὶ συγγραφέων καὶ ῥητόρων μαρτυρίοις χρήσομαι. νυνὶ δὲ τὰ καταλειπόμενα ὧν ὑπεσχόμην καὶ οὐδενὸς ἧττον ἀναγκαῖα εἰρῆσθαι, ταῦτʼ ἔτι προσθεὶς τῷ λόγῳ παύσομαι τίνες εἰσὶ διαφοραὶ τῆς συνθέσεως καὶ τίς ἑκάστης χαρακτὴρ ὡς ἐπὶ τὸ πολύ, τῶν τε πρωτευσάντων ἐν αὐταῖς μνησθῆναι καὶ δείγματα ἑκάστου παρασχεῖν,4 ὅταν δὲ ταῦτα λάβῃ μοι τέλος, τότε κἀκεῖνα διευκρινῆσαι τὰ παρὰ τοῖς πολλοῖς ἀπορούμενα, τί ποτʼ ἐστὶν ὃ ποιεῖ τὴν μὲν πεζὴν λέξιν ὁμοίαν ποιήματι φαίνεσθαι μένουσαν ἐν τῷ τοῦ λόγου σχήματι, τὴν δὲ ποιητικὴν φράσιν ἐμφερῆ τῷ πεζῷ λόγῳ φυλάττουσαν τὴν ποιητικὴν σεμνότητα· σχεδὸν γὰρ οἱ κράτιστα διαλεχθέντες ἢ ποιήσαντες ταῦτʼ ἔχουσιν ἐν τῇ λέξει τἀγαθά. πειρατέον δὴ καὶ περὶ τούτων, ἃ φρονῶ, λέγειν. ἄρξομαι δʼ ἀπὸ τοῦ πρώτου.
单音节词和双音节词在彼此之间留出了许多时间间隔,从而摹仿了这项劳作的旷日持久;长音节具有某种支柱与驻留感,从而摹仿了阻力、沉重与艰难;词与词之间的停顿以及粗粝字母的并置,摹仿了动作的间歇、停滞以及劳苦的巨大;而在长度上被审视的节奏,则摹仿了四肢的伸张、推石者被拉长的气力以及顽石的沉重驻留。而这些并非盲目自然的自发作为,而是技艺企图摹仿所发生之事的结果,紧接其后所叙述的内容清楚地证明了这一点。因为对于那块从峰顶反折回来、向下滚落的巨石,他并未以同样的方式表现,而是加速并紧缩了词句的拼合;因为在以同样的诗体预先说了“然而每当他即将把石头翻过峰顶时”,他随即加上了这句: “那时一股强大的力量将其反转;随即那顽劣的巨石又向着平原滚滚跌落。” 难道词句的拼合没有随着巨石的重负一同滚落下来吗?或者不如说,朗诵的迅疾甚至超越了顽石奔坠的速度?在我看来确是如此。而在此处的原因又是什么呢?这些同样值得审视:表现巨石跌落的那行诗没有一个单音节词,仅有两个双音节词。因此,这首先没有拉开时间的间隔,反而加快了节奏;其次,这行诗全长十七个音节,其中十个是短音节,七个是长音节,而这些长音节甚至并非完全饱满;因此,文句必然被音节的短促所牵引,从而向下奔泻并紧凑收束。除这些之外,词与词之间亦未拉开显要的间距;因为既无元音紧邻元音,亦无半元音紧邻半元音或闭塞音——这些字母本性自能使拼合变得粗粝并拉开距离。既然词句未被隔断,便不产生显著的间隙,而是彼此顺畅滑移、共同倾泻,在某种程度上因拼合的紧密而由全体浑然化为一体。而在所有各点中尤为值得惊叹的是,在自然适于英雄诗格律的长节奏中,除句尾之外,无论扬扬格抑或短长长格均未混入此行诗中;其余全为指格,且这些指格混杂了无理音节,以致其中有些与扬短格相差无几。因此,由如此节奏铸成的语句,顺畅轮转、回旋流注、奔泻而下,绝无任何受阻之处。 人们在荷马作品中可以指出许多诸如此类的言辞;但在我看来,这些已经足够,以便我尚有余地论及其他方面。因此,凡意欲在诗歌与无韵散文中创造出悦耳优美拼合的人所当追求的目标,依我之见,至少最首要、最精粹的便是这些。至于那些未能包罗的内容——它们比起这些来较小且更为隐微,又因篇幅繁多而难于囊括在一篇著述之内——我将在日常训练中另作补充讲授,并将援引许多优秀的诗人、历史学家与演说家的例证。然而当下,在向论著中追加阐明我所承诺的其余要项——这些要项被讲明绝不亚于任何其他内容之必要——之后,我便将结束全书:即拼合的各类别究竟为何,各类别的总体特征是什么,提及其中首屈一指的大家并提供各自的范例;而在我将这些事项告一段落之时,便进一步澄清世人多感困惑的那些问题:究竟是何因素使得散文言辞在保持说理形式的同时显现出宛如诗歌的风貌,又使诗性文句在维护诗歌庄严的同时呈现出宛如散文的姿态;因为大体上那些谈论或作诗最卓越之人,其辞句中均兼备这些妙处。因此,我亦须尽力就我之所见陈述这些要义。我将自第一项始。
- 20πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι
形容词 πολλούς 置于冠词 τούς 之前的谓语位置,修饰 ἀπολείπουσαι 的宾语 τοὺς μεταξὺ χρόνους,作补足语表示结果或状态,意为“在彼此之间留下了大量的间隔时间”。
- 20αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις
承前省略了主谓动词 ἐμιμήσαντο,主语 αἱ δὲ μακραὶ συλλαβαὶ 支配宾格宾语 τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις(“长音节……摹仿了阻力、沉重与艰难”);其后由 τὸ δὲ μεταξὺ... 与 οἱ ῥυθμοὶ δʼ... 引出的平行分句亦承此省略。
- 20παραμεμιγμένας ἔχοντες τὰς ἀλόγους
αἱ ἄλογοι(“无理音节”)为古典格律学专门术语,指其时值偏离标准的长短比例(1:2)的音节。分词 ἔχοντες 与完成时分词 παραμεμιγμένας 构成迂回结构,表示“混合着无理音节的状态”。
- 20τῶν τε πρωτευσάντων ἐν αὐταῖς μνησθῆναι καὶ δείγματα ἑκάστου παρασχεῖν
不定式 μνησθῆναι、παρασχεῖν 以及后文的 διευκρινῆσαι 同格修饰上文的 τὰ καταλειπόμενα ὧν ὑπεσχόμην(“我所承诺的其余要项”),详述他在结束全书(παύσομαι)前将要具体阐明的各项任务。
